§5.8Τὰ δ’ ἔντομα συνέρχεται μὲν ὄπισθεν, εἶτ’ ἐπιβαίνει τὸ ἔλαττον ἐπὶ τὸ μεῖζον· τοῦτο δ’ ἐστὶ τὸ ἄρρεν.
昆虫は後ろから合体し、それから小さい方が大きい方の上に登るが、これが雄である。
Ἐναφίησι δὲ τὸν πόρον κάτωθεν τὸ θῆλυ εἰς τὸ ἄρρεν τὸ ἐπάνω, ἀλλ’ οὐ τὸ ἄρρεν εἰς τὸ θῆλυ, ὥσπερ ἐπὶ τῶν ἄλλων.
そして他の動物の場合とは異なり、上にいる雄に向かって、雌が下から管を挿入するのであって、雄が雌に挿入するのではない。
Καὶ τοῦτο τὸ μόριον ἐπὶ μὲν ἐνίων καὶ φαίνεται μεῖζον ὂν ἢ κατὰ λόγον τοῦ ὅλου σώματος, καὶ πάνυ μικρῶν ὄντων, ἐπ’ ἐνίων δ’ ἧττον.
この器官はある種のものでは、彼らが非常に小さいものであるにもかかわらず、体全体の比率に比してより大きく見え、他のある種のものではそれほどでもない。
Τοῦτο δ’ ἐστὶ φανερόν, ἐάν τις διαιρῇ τὰς ὀχευομένας μυίας.
これは、交尾しているハエを引き離してみれば明らかである。
Ἀπολύονται δ’ ἀπ’ ἀλλήλων μόλις·
これらは互いになかなか離れない。
πολὺν γὰρ χρόνον ὁ συνδυασμός ἐστι τῶν τοιούτων.
というのも、このようなものの交尾は長い時間続くからである。
Δῆλον δ’ ἐπὶ τῶν ἐν ποσίν, οἷον μυιῶν τε καὶ κανθαρίδων.
これは、身近にいるもの、例えばハエやコガネムシなどにおいて明らかである。
Πάντα δὲ τὸν τρόπον τοῦτον ὀχεύεται, αἵ τε μυῖαι καὶ αἱ κανθαρίδες καὶ αἱ σπονδύλαι καὶ τὰ φαλάγγια, καὶ εἴ τι ἄλλο τοιοῦτόν ἐστι τῶν ὀχευομένων.
すべてがこの方法で交尾する。 ハエも、コガネムシも、スズメバチも、毒グモも、その他交尾するこのようなもののいずれもがそうである。
Ποιοῦνται δὲ τὰ φαλάγγια τὴν ὀχείαν τόνδε τὸν τρόπον, ὅσα γε ὑφαίνει ἀράχνια·
また、クモの巣を張るタイプの毒グモは、次のような方法で交尾を行う。
ὅταν ἡ θήλεια σπάσῃ τῶν ἀποτεταμένων ἀραχνίων ἀπὸ τοῦ μέσου, πάλιν ὁ ἄρρην ἀντισπᾷ·
雌が張られたクモの巣の真ん中を引っ張ると、今度は雄が引き返す。
τοῦτο δὲ ποιήσαντα πολλάκις οὕτω συνέρχεται καὶ συμπλέκεται ἀντίπυγα·
これを何度も繰り返したのち、このように接近して、お尻を合わせるように結合する。
διὰ γὰρ τὴν περιφέρειαν τῆς κοιλίας οὗτος ἁρμόττει ὁ συνδυασμὸς αὐτοῖς.
なぜなら、腹部の丸みのために、この結合方法が彼らに適しているからである。
Ἡ μὲν οὖν ὀχεία τῶν ζῴων τοῦτο γίνεται τὸν τρόπον πάντων, ὧραι δὲ καὶ ἡλικίαι τῆς ὀχείας ἑκάστοις εἰσὶν ὡρισμέναι τῶν ζῴων.
\nさて、すべての動物の交尾はこの方法で行われるが、それぞれの動物の交尾の時期や年齢は定められている。
Βούλεται μὲν οὖν ἡ φύσις τῶν πλείστων περὶ τὸν αὐτὸν χρόνον ποιεῖσθαι τὴν ὁμιλίαν ταύτην, ὅταν ἐκ τοῦ χειμῶνος μεταβάλλῃ πρὸς τὸ θέρος·
自然は、大部分の動物が冬から夏へと移り変わるのと同じ時期にこの交わりを行うことを望んでいる。
αὕτη δ’ ἐστὶν ἡ τοῦ ἔαρος ὥρα, ἐν ᾗ τὰ πλεῖστα καὶ πτηνὰ καὶ πεζὰ καὶ πλωτὰ ὁρμᾷ πρὸς συνδυασμόν.
これが春の季節であり、その時期には鳥類、陸上動物、水生動物の大部分が交尾へと駆り立てられる。
Ποιεῖται δ’ ἔνια τὴν ὀχείαν καὶ τὸν τόκον καὶ μετοπώρου καὶ χειμῶνος, οἷον τῶν τ’ ἐνύδρων γένη ἄττα καὶ τῶν πτηνῶν·
しかし、秋や冬に交尾と産卵を行うものもあり、例えば水生動物のある属や鳥類のある属がそうである。
ἄνθρωπος δὲ μάλιστα πᾶσαν ὥραν, καὶ τῶν συνανθρωπευομένων ζῴων πολλὰ διὰ τὴν ἀλέαν καὶ εὐτροφίαν, ὅσων καὶ αἱ κυήσεις ὀλιγοχρόνιοί εἰσιν, οἷον ὑὸς καὶ κυνός, καὶ τῶν πτηνῶν ὅσα πλεονάκις ποιοῦνται τοὺς τόκους.
また、人間は特にあらゆる季節に行い、人間と共に暮らす動物の多くも、暖かさと十分な食物のおかげで、また妊娠期間が短いもの、例えば豚や犬、そしてより頻繁に産卵する鳥類などもそうである。
Πολλὰ δὲ καὶ πρὸς τὰς ἐκτροφὰς τῶν τέκνων στοχαζόμενα ποιοῦνται τὸν συνδυασμὸν ἐν τῇ ἀπαρτιζούσῃ ὥρᾳ.
また、多くの動物は子供の育児を目指して、それにちょうど適した季節に交尾を行う。
Ὀργᾷ δὲ πρὸς τὴν ὁμιλίαν τῶν ἀνθρώπων τὸ μὲν ἄρρεν ἐν τῷ χειμῶνι μᾶλλον, τὸ δὲ θῆλυ ἐν τῷ θέρει.
人間の交わりに対する欲求は、男は冬に、女は夏により高まる。
Τὸ δὲ τῶν ὀρνίθων γένος, ὥσπερ εἴρηται, τὸ πλεῖστον περὶ τὸ ἔαρ ποιεῖται καὶ ἀρχομένου τοῦ θέρους τὴν ὀχείαν καὶ τοὺς τόκους, πλὴν ἁλκυόνος.
鳥類は、すでに述べたように、ハルキオンを除き、その大部分が春から夏の初めにかけて交尾と産卵を行う。
Ἡ δὲ ἁλκυὼν τίκτει περὶ τροπὰς τὰς χειμερινάς.
しかし、ハルキオンは冬至のあたりに卵を産む。
Διὸ καὶ καλοῦνται, ὅταν εὐδιειναὶ γένωνται αἱ τροπαί, ἁλκυόνειοι ἡμέραι ἑπτὰ μὲν πρὸ τροπῶν, ἑπτὰ δὲ μετὰ τροπάς, καθάπερ καὶ Σιμωνίδης ἐποίησεν
ὡς ὁπόταν χειμέριον κατὰ μῆνα
πινύσκῃ Ζεὺς ἤματα τεσσαρακαίδεκα,
λαθάνεμόν τέ μιν ὥραν
καλέουσιν ἐπιχθόνιοι, ἱερὰν
παιδοτρόφον ποικίλας ἁλκυόνος.
そのため、冬至の時期に穏やかな天候になるとき、冬至の前の7日間と後の7日間は「ハルキオンの日々」と呼ばれている。 これはシモーニデースが次のように詩に詠んだ通りである。 \n「冬の月にゼウスが\n十四日間を穏やかにし、\n地上の人々がそれを\n風を忘れさせる季節、\n彩り豊かなハルキオンが子を育てる神聖な時と呼ぶように。
Γίνονται δ’ εὐδιειναί, ὅταν συμβῇ νοτίους γίνεσθαι τὰς τροπάς, τῆς Πλειάδος βορείου γενομένης.
」\n冬至が南風の吹く天候になり、プレアデス星団が北にあるとき、天候は穏やかになる。
Λέγεται δ’ ἐν ἑπτὰ μὲν ἡμέραις ποιεῖσθαι τὴν νεοττίαν, ἐν δὲ ταῖς λοιπαῖς ἑπτὰ ἡμέραις τίκτειν τὰ νεόττια καὶ ἐκτρέφειν.
そして、最初の7日間で巣を作り、残りの7日間で雛を産み、育てるのだと言われている。
Περὶ μὲν οὖν τοὺς ἐνταῦθα τόπους οὐκ ἀεὶ συμβαίνει γίνεσθαι ἁλκυονίδας ἡμέρας περὶ τὰς τροπάς, ἐν δὲ τῷ Σικελικῷ πελάγει σχεδὸν ἀεί.
さて、このあたりの地域では冬至のあたりに「ハルキオンの日々」が常に訪れるわけではないが、シチリア海においてはほぼ常にそうである。
Τίκτει δ’ ἡ ἁλκυὼν περὶ πέντε ᾠά.
ハルキオンは約5個の卵を産む。