Humanitext Reader

アリストテレス · 動物誌 §5.9-5.10

海鳥や昆虫および魚類の産卵時期と繁殖習性

73 / 189 箇所 · ギリシア語

要旨

§5.9–5.10では、様々な海鳥、昆虫、魚類の産卵頻度、時期、成長速度、雌雄の身体的特徴の違い、および産卵に適した地理的環境について記述される。

§5.9Ἡ δ’ αἴθυια καὶ οἱ λάροι τίκτουσι μὲν ἐν ταῖς περὶ θάλατταν πέτραις, τὸ μὲν πλῆθος δύο ἢ τρία·
ウミガラスとカモメは、海辺の岩場に卵を産み、その数は二個か三個である。
ἀλλ’ ὁ μὲν λάρος τοῦ θέρους, ἡ δ’ αἴθυια ἀρχομένου τοῦ ἔαρος εὐθὺς ἐκ τροπῶν, καὶ ἐπικαθεύδει ὥσπερ αἱ ἄλλαι ὄρνιθες.
しかしカモメは夏に産み、ウミガラスは春の初め、冬至のすぐあとに産んで、他の鳥たちと同様に抱卵する。
Οὐδέτερον δὲ φωλεύει τούτων τῶν ὀρνέων.
これら二つの鳥はいずれも冬眠しない。
Πάντων δὲ σπανιώτατον ἰδεῖν ἁλκυόνα ἐστίν·
また、すべての鳥の中でハルキオンを見ることは最も稀である。
σχεδὸν γὰρ περὶ Πλειάδος δύσιν καὶ τροπὰς ὁρᾶται μόνον, καὶ ἐν τοῖς ὑφόρμοις πρῶτον ὅσον περιιπταμένη περὶ τὸ πλοῖον ἀφανίζεται εὐθύς, διὸ καὶ Στησίχορος τοῦτον τὸν τρόπον ἐμνήσθη περὶ αὐτῆς.
なぜなら、ほぼプレアデス星団の入りと冬至のあたりにしか見られず、しかも港湾の近くで、船の周りを少し飛び回ったかと思うとすぐに消え去ってしまうからであり、そのためステシコロスも彼女についてこのような方法で言及したのである。
Τίκτει δὲ καὶ ἡ ἀηδὼν τοῦ θέρους ἀρχομένου, τίκτει δὲ πέντε καὶ ἓξ ᾠά·
サヨナキドリも夏の初めに卵を産み、五個か六個の卵を産む。
φωλεύει δὲ ἀπὸ τοῦ μετοπώρου μέχρι τοῦ ἔαρος.
そして秋から春にかけて冬眠する。
Τὰ δὲ ἔντομα καὶ τοῦ χειμῶνος ὀχεύεται καὶ γίνεται, ὅταν εὐημερίαι γένωνται καὶ νότια, ὅσα μὴ φωλεύει αὐτῶν, οἷον μυῖαι καὶ μύρμηκες.
また昆虫も、冬眠しないものは、ハエやアリのように、晴天になり南風が吹くときには冬でも交尾し、生まれる。
Τίκτει δ’ ἅπαξ τοῦ ἐνιαυτοῦ τὰ πολλὰ τῶν ἀγρίων, ὅσα μὴ ἐπικυΐσκεται ὥσπερ δασύπους.
野生動物の大部分は一年に一度だけ産むが、ノウサギのように複妊娠するものは除かれる。
Ὁμοίως δὲ καὶ τῶν ἰχθύων οἱ πλεῖστοι ἅπαξ, οἷον οἱ χυτοί (καλοῦνται δὲ χυτοὶ οἱ τῷ δικτύῳ περιεχόμενοι), θύννος, πηλαμύς, κεστρεύς, χαλκίδες, κοχλίαι, χρόμις, ψῆττα καὶ τὰ τοιαῦτα, πλὴν ὁ λάβραξ·
同様に、魚類の大部分も一度だけ産む。 例えば、ヒュトイ(投網で囲んで捕らえられる魚がヒュトイと呼ばれる)、マグロ、ハガツオ、ボラ、ハルキス、巻き貝、クロミス、プセッタ、およびそれに類する魚がそうであるが、スズキは例外である。
οὗτος δὲ δὶς τούτων μόνος, γίνεται δ’ ὁ τόκος αὐτῷ ὁ ὕστερος ἀσθενέστερος.
これらの中でスズキだけが二度産み、その二度目の産卵は一度目よりも虚弱である。
Καὶ ὁ τριχίας δὲ καὶ τὰ πετραῖα δίς, ἡ δὲ τρίγλη μόνη τρίς.
またトリキアスや岩礁魚も二度産み、ヒメジだけは三度産む。
Τεκμαίρονται δ’ ἐκ τοῦ γόνου·
人々は稚魚からこれを推測している。
τρὶς γὰρ φαίνεται ὁ γόνος περί τινας τόπους.
なぜなら、ある場所では稚魚が三度現れるからである。
Ὁ δὲ σκορπίος τίκτει δίς.
カサゴは二度産む。
Τίκτει δὲ καὶ ὁ σάργος δίς, ἔαρος καὶ μετοπώρου·
サルゴスも春と秋に二度産む。
ἡ δὲ σάλπη μετοπώρου ἅπαξ.
一方サルペは秋に一度だけ産む。
Ἡ δὲ θυννὶς ἅπαξ τίκτει, ἀλλὰ διὰ τὸ τὰ μὲν πρώϊα τὰ δ’ ὄψια προΐεσθαι δὶς δοκεῖ τίκτειν·
雌のマグロは一度だけ産むが、一部は早く、一部は遅く産み落とすため、二度産むように見える。
ἔστι δ’ ὁ μὲν πρῶτος τόκος περὶ τὸν Ποσειδεῶνα πρὸ τροπῶν, ὁ δ’ ὕστερος τοῦ ἔαρος.
最初の産卵は冬至前のポセイデオン月の頃であり、後の方は春である。
Διαφέρει δ’ ὁ θύννος ὁ ἄρρην τοῦ θήλεος, ὅτι ἡ μὲν ἔχει ὁ δ’ οὐκ ἔχει ὑπὸ τῇ γαστρὶ πτερύγιον, ὃ καλοῦσιν ἀφαρέα.
雄のマグロは、雌が腹の下にアファレウスと呼ばれる鰭を持つのに対し、雄は持たないという点で、雌と異なっている。
§5.10Τῶν δὲ σελαχῶν ἡ ῥίνη μόνη τίκτει δίς·
軟骨魚類の中では、カスザメだけが二度産む。
τίκτει γὰρ καὶ ἀρχομένου τοῦ φθινοπώρου καὶ περὶ Πλειάδος δύσιν, εὐημερεῖ δ’ ἐν τῷ φθινοπώρῳ μᾶλλον·
というのも、秋の初めとプレアデス星団の入りの頃に産むからであり、秋の方により気候が穏やかである。
ὁ δ’ εἷς τόκος γίνεται περὶ ἑπτὰ ἢ ὀκτώ.
一度の産卵で生まれる数は七か八である。
Δοκοῦσι δ’ ἔνιοι τῶν γαλεῶν, οἷον ὁ ἀστερίας, δὶς τοῦ μηνὸς τίκτειν· τοῦτο δὲ συμβαίνει, ὅτι οὐχ ἅμα πάντα λαμβάνει τελέωσιν τὰ ᾠά.
サメ類のあるもの、例えばホシザメなどは、月に二度産むと思われるが、これは卵がすべて同時に成熟するわけではないために起こる。
Ἔνια δὲ τίκτει πᾶσαν ὥραν, οἷον ἡ σμύραινα.
年中いつでも産むものもあり、例えばウツボがそうである。
Τίκτει δ’ αὕτη ᾠὰ πολλά, καὶ ἐκ μικροῦ ταχεῖαν τὴν αὔξησιν λαμβάνουσι τὰ γενόμενα, ὥσπερ καὶ τὰ τοῦ ἱππούρου·
ウツボは多くの卵を産み、生まれたものは小さい状態から急速に成長するが、これはシイラの子供と同様である。
καὶ γὰρ ταῦτα ἐξ ἐλαχίστου μέγιστα γίνεται τάχιστα, πλὴν ἡ μὲν σμύραινα πᾶσαν ὥραν τίκτει, ὁ δ’ ἵππουρος ἔαρος.
というのも、シイラもきわめて小さい状態から非常に速く最大のものとなるからであるが、ただしウツボは年中いつでも産むのに対し、シイラは春に産む。
Διαφέρει δ’ ὁ σμῦρος καὶ ἡ σμύραινα·
スミュロスとウツボ(スミュライナ)は異なっている。
ἡ μὲν γὰρ σμύραινα ποικίλον καὶ ἀσθενέστερον, ὁ δὲ σμῦρος ὁμόχρους καὶ ἰσχυρός, καὶ τὸ χρῶμα ἔχει ὅμοιον τῇ πίτυϊ, καὶ ὀδόντας ἔχει καὶ ἔσωθεν καὶ ἔξωθεν.
ウツボはまだら模様でより弱いが、スミュロスは単色で強く、その色はマツに似ており、内側にも外側にも歯がある。
Φασὶ δ’ ὥσπερ καὶ τἆλλα, τὸν μὲν ἄρρενα τὴν δὲ θήλειαν εἶναι.
人々は他の動物と同様に、一方が雄で他方が雌だと言っている。
Ἐξέρχεται δὲ ταῦτα εἰς τὴν ξηράν, καὶ λαμβάνονται πολλάκις.
これらは陸に上がることがあり、しばしば捕らえられる。
Συμβαίνει μὲν οὖν σχεδὸν πᾶσι ταχεῖαν γίνεσθαι τὴν αὔξησιν τοῖς ἰχθύσιν, οὐχ ἥκιστα δὲ κορακίνῳ τῶν μικρῶν·
さて、ほぼすべての魚類において成長は急速に行われるが、小さいものの中ではコラキノスが特にそうである。
τίκτει δὲ πρὸς τῇ γῇ καὶ βρυώδεσι καὶ δασέσιν.
これは岸の近く、苔の生い茂った草深い場所に産む。
Ταχὺ δὲ καὶ ὁ ὀρφὼς ἐκ μικροῦ γίνεται μέγας.
ハタも小さい状態から急速に巨大になる。
Αἱ δὲ πηλαμύδες καὶ οἱ θύννοι τίκτουσιν ἐν τῷ Πόντῳ, ἄλλοθι δ’ οὔ·
ハガツオとマグロは黒海で産卵し、他では産まない。
κεστρεῖς δὲ καὶ χρυσόφρυες καὶ λάβρακες μάλιστα οὗ ἂν ποταμοὶ ῥέωσιν· οἱ δ’ ὄρκυνες καὶ σκορπίδες καὶ ἄλλα πολλὰ γένη ἐν τῷ πελάγει.
ボラ、クロダイ、スズキは主に川の流入する場所で産み、オルキュノス、スコルピデス、および他の多くの属は外洋で産む。

語釈・文法注

  1. §5.9ὅσον περιιπταμένη — 副詞的用法としての `ὅσον` は「ほんのこれだけ」を意味し、分詞 `περιιπταμένη`(飛び回りながら)を修飾して、ハルキオンの飛行が極めて短い一瞬であることを強調している。
  2. §5.9τὰ μὲν πρώϊα τὰ δ’ ὄψια προΐεσθαι — 対格不定詞構文における `προΐεσθαι`(放出する)の直接目的語として、中性複数形容詞の名詞的用法である `τὰ μὲν πρώϊα τὰ δ’ ὄψια`(一部は早く、一部は遅く)が置かれており、卵を意味している。
  3. §5.10οὐχ ἅμα πάντα λαμβάνει τελέωσιν τὰ ᾠά — 名詞 `τελέωσιν`(成熟)を伴う `λαμβάνει` は機能動詞的(periphrastic)な表現であり、動詞単体 `τελιοῦται`(成熟する)と同じ意味になる。主語は `πάντα... τὰ ᾠά` である。

この箇所を引用する

アリストテレス, 動物誌 §5.9-5.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:5.9-5.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。