Humanitext Reader

アリストテレス · 動物誌 §5.6-5.7

軟体類および甲殻類の交尾方法と身体構造

71 / 189 箇所 · ギリシア語

要旨

軟体類(タコやイカ)および甲殻類(エビやカニ)の交尾方法を、触手や尾、殻の構造(蓋)の差異を含めて説明する。

§5.6Τὰ δὲ μαλάκια, οἷον οἱ πολύποδες καὶ σηπίαι καὶ τευθίδες, τὸν αὐτὸν τρόπον πάντα πλησιάζουσιν ἀλλήλοις·
軟体類、例えばタコ、コウイカ、ヤリイカは、すべて同様の方法で互いに接近する。
κατὰ τὸ στόμα γὰρ συμπλέκονται, τὰς πλεκτάνας πρὸς τὰς πλεκτάνας συναρμόττοντες.
すなわち、彼らは口のところで結合し、触手を互いの触手に合わせるのである。
Ὁ μὲν οὖν πολύπους ὅταν τὴν λεγομένην κεφαλὴν ἐρείσῃ πρὸς τὴν γῆν καὶ διαπετάσῃ τὰς πλεκτάνας, ἅτερος ἐφαρμόττει ἐπὶ τὸ πέτασμα τῶν πλεκτανῶν, καὶ συνεχεῖς ποιοῦνται τὰς κοτυληδόνας πρὸς ἀλλήλας.
さて、タコは、いわゆる頭を地面に押し当てて触手を広げると、もう一方がその広げられた触手の上に身を重ね、互いの吸盤を密着させる。
Φασὶ δέ τινες καὶ τὸν ἄρρενα ἔχειν αἰδοιῶδές τι ἐν μιᾷ τῶν πλεκτανῶν, ἐν ᾗ δύο αἱ μέγισται κοτυληδόνες εἰσίν·
また、雄は、二つの最も大きな吸盤がある一本の触手の中に、ある生殖器のようなものを持っていると言う者もいる。
εἶναι δὲ τὸ τοιοῦτον ὥσπερ νευρῶδες, μέχρι εἰς μέσην τὴν πλεκτάνην προσπεφυκὸς ἅπαν, ᾗ ἐσπιφράναι εἰς τὸν μυκτῆρα τῆς θηλείας.
そして、そのようなものは腱のようであり、触手の中ほどまで全体が癒着しており、それによって雌の漏斗に挿入する。
Αἱ δὲ σηπίαι καὶ αἱ τευθίδες νέουσιν ἅμα συμπεπλεγμέναι, τὰ στόματα καὶ τὰς πλεκτάνας ἐφαρμόττουσαι καταντικρὺ ἀλλήλαις, νέουσαι ἐναντίως·
一方、コウイカとヤリイカは、結合したまま一緒に泳ぎ、口と触手を互いに正対させてぴったりと合わせ、逆方向に泳ぐ。
ἐναρμόττουσι δὲ καὶ τὸν καλούμενον μυκτῆρα εἰς τὸν μυκτῆρα.
また、いわゆる漏斗を互いの漏斗に合わせる。
Τὴν δὲ νεῦσιν ἡ μὲν ἐπὶ τὸ ὄπισθεν ἡ δ’ ἐπὶ τὸ στόμα ποιεῖται.
泳ぐ際、一方は後方に、他方は口の方へと進む。
Ἐκτίκτει δὲ κατὰ τὸν φυσητῆρα καλούμενον, καθ’ ὃν ἔνιοι καὶ ὀχεύεσθαί φασιν αὐτάς.
そして、いわゆる噴気孔から産卵するが、一部の者はそこで交尾するとも言っている。
§5.7Τὰ δὲ μαλακόστρακα ὀχεύεται, οἷον κάραβοι καὶ ἀστακοὶ καὶ καρίδες καὶ τὰ τοιαῦτα, ὥσπερ καὶ τὰ ὀπισθουρητικὰ τῶν τετραπόδων, ὅταν ὁ μὲν ὑπτίαν ὁ δ’ ἐπὶ ταύτης ποιήσῃ τὴν κέρκον.
また、甲殻類、例えばイセエビ、ウミザリガニ、エビおよびそれに類するものは、後方に排尿する四足動物と同様に、一方が仰向けになり、他方がその上に尾を乗せるときに交尾する。
Ὀχεύεται δὲ τοῦ ἔαρος ἀρχομένου πρὸς τῇ γῇ (ἤδη γὰρ ὦπται ἡ ὀχεία πάντων τῶν τοιούτων), ἐνιαχοῦ δὲ καὶ ὅταν τὰ σῦκα ἄρχηται πεπαίνεσθαι.
交尾は春の初めに岸の近くで行われ(すでにこれらすべての交尾が目撃されている)、一部の場所ではイチジクが熟し始める時期にも行われる。
Τὸν αὐτὸν δὲ τρόπον καὶ οἱ ἀστακοὶ καὶ αἱ καρίδες ὀχεύονται.
ウミザリガニやエビも同様の方法で交尾する。
Οἱ δὲ καρκίνοι κατὰ τὰ πρόσθια ἀλλήλων συνδυάζονται, τὰ ἐπικαλύμματα τὰ πτυχώδη πρὸς ἄλληλα συμβάλλοντες.
一方、カニは互いの前面を合わせ、折りたたまれた蓋を互いに合わせるようにして交尾する。
Πρῶτον δ’ ὁ καρκίνος ἀναβαίνει ὁ ἐλάττων ἐκ τοῦ ὄπισθεν· ὅταν δ’ ἀναβῇ οὗτος, ὁ μείζων πλάγιος ἐπιστρέφει.
最初、小さい方のカニが後ろから登り、これが登ると、大きい方が横に回転する。
Ἄλλῳ μὲν οὖν οὐδενὶ ἡ θήλεια τοῦ ἄρρενος διαφέρει· τὸ δ’ ἐπικάλυμμα μεῖζόν ἐστι τὸ τῆς θηλείας καὶ μᾶλλον ἀφεστηκὸς καὶ συνηρεφέστερον, εἰς ὃ ἐκτίκτουσι καὶ ᾖ τὸ περίττωμα ἐξέρχεται.
さて、雌は、蓋がより大きく、より浮き上がっており、より覆い被さるようになっており、その中に卵を産み落とし、そこから排泄物が出ていくという点を除けば、他のいかなる点でも雄と異ならない。
Μόριον δ’ οὐθὲν προΐεται θάτερον εἰς θάτερον.
また、どちらの個体も、他方の個体へといかなる器官も挿入することはない。

語釈・文法注

  1. 5.6ᾗ ἐσπιφράναι — 関係詞 `ᾗ` は方法・手段(「それによって」)を示し、先行詞は `αἰδοιῶδές τι` である。不定詞 `ἐσπιφράναι` は `φασί` に導かれる間接話法における対格不定詞構文(主語は雄)を継続している。
  2. 5.7ὅταν ὁ μὲν ὑπτίαν ὁ δ’ ἐπὶ ταύτης ποιήσῃ τὴν κέρκον — `ὁ μὲν` と `ὁ δ’` が対比されているが、動詞 `ποιήσῃ` は `ὁ δ’` にのみ直接懸かり、目的語は `τὴν κέρκον` である。`ὁ μὲν` の後には `ὑπτίαν`(女性単数対格。ここでは `κέρκον` ではなく交尾時の雌の姿勢、あるいは自己の身体 `ἑαυτήν` を想定)を述語とする動詞(「仰向けにする、仰向けになる」)の省略が想定される。
  3. 5.7ὁ μείζων πλάγιος ἐπιστρέφει — 主格の形容詞 `πλάγιος` は、動詞 `ἐπιστρέφει` に対する述語的・副詞的修飾(「横を向いて、横方向に」)として機能している。

この箇所を引用する

アリストテレス, 動物誌 §5.6-5.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:5.6-5.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。