§5.8Τὰ δ’ ἔντομα συνέρχεται μὲν ὄπισθεν, εἶτ’ ἐπιβαίνει τὸ ἔλαττον ἐπὶ τὸ μεῖζον· τοῦτο δ’ ἐστὶ τὸ ἄρρεν.
昆虫从后方结合,然后较小的一只爬到较大的一只上面;后者即是雄性。
Ἐναφίησι δὲ τὸν πόρον κάτωθεν τὸ θῆλυ εἰς τὸ ἄρρεν τὸ ἐπάνω, ἀλλ’ οὐ τὸ ἄρρεν εἰς τὸ θῆλυ, ὥσπερ ἐπὶ τῶν ἄλλων.
但与其他动物不同,是雌性从下方将管插入上方的雄性中,而不是雄性插入雌性中。
Καὶ τοῦτο τὸ μόριον ἐπὶ μὲν ἐνίων καὶ φαίνεται μεῖζον ὂν ἢ κατὰ λόγον τοῦ ὅλου σώματος, καὶ πάνυ μικρῶν ὄντων, ἐπ’ ἐνίων δ’ ἧττον.
在某些物种中,尽管它们非常小,但这一器官看起来比按整只身体比例算还要大,而在另一些物种中则较小。
Τοῦτο δ’ ἐστὶ φανερόν, ἐάν τις διαιρῇ τὰς ὀχευομένας μυίας.
如果有人将正在交配的苍蝇分开,这一点就很明显。
Ἀπολύονται δ’ ἀπ’ ἀλλήλων μόλις· πολὺν γὰρ χρόνον ὁ συνδυασμός ἐστι τῶν τοιούτων.
它们很难彼此分离;因为这类昆虫的交配会持续很长时间。
Δῆλον δ’ ἐπὶ τῶν ἐν ποσίν, οἷον μυιῶν τε καὶ κανθαρίδων.
这在身边的昆虫中很明显,比如苍蝇和甲虫。
Πάντα δὲ τὸν τρόπον τοῦτον ὀχεύεται, αἵ τε μυῖαι καὶ αἱ κανθαρίδες καὶ αἱ σπονδύλαι καὶ τὰ φαλάγγια, καὶ εἴ τι ἄλλο τοιοῦτόν ἐστι τῶν ὀχευομένων.
所有这些昆虫都以这种方式交配:苍蝇、甲虫、黄蜂和毒蛛,以及任何其他这类交配的昆虫。
Ποιοῦνται δὲ τὰ φαλάγγια τὴν ὀχείαν τόνδε τὸν τρόπον, ὅσα γε ὑφαίνει ἀράχνια· ὅταν ἡ θήλεια σπάσῃ τῶν ἀποτεταμένων ἀραχνίων ἀπὸ τοῦ μέσου, πάλιν ὁ ἄρρην ἀντισπᾷ· τοῦτο δὲ ποιήσαντα πολλάκις οὕτω συνέρχεται καὶ συμπλέκεται ἀντίπυγα· διὰ γὰρ τὴν περιφέρειαν τῆς κοιλίας οὗτος ἁρμόττει ὁ συνδυασμὸς αὐτοῖς.
织网的毒蛛以如下方式进行交配:当雌蛛从拉紧的网中央拉扯时,雄蛛也反向拉扯;多次重复此动作后,它们便如此接近,并以臀部相对的方式结合;因为由于腹部的圆润,这种交配方式适合它们。
Ἡ μὲν οὖν ὀχεία τῶν ζῴων τοῦτο γίνεται τὸν τρόπον πάντων, ὧραι δὲ καὶ ἡλικίαι τῆς ὀχείας ἑκάστοις εἰσὶν ὡρισμέναι τῶν ζῴων.
\n因此,所有动物的交配都以这种方式进行,但每个动物交配的季节和年龄都是固定的。
Βούλεται μὲν οὖν ἡ φύσις τῶν πλείστων περὶ τὸν αὐτὸν χρόνον ποιεῖσθαι τὴν ὁμιλίαν ταύτην, ὅταν ἐκ τοῦ χειμῶνος μεταβάλλῃ πρὸς τὸ θέρος· αὕτη δ’ ἐστὶν ἡ τοῦ ἔαρος ὥρα, ἐν ᾗ τὰ πλεῖστα καὶ πτηνὰ καὶ πεζὰ καὶ πλωτὰ ὁρμᾷ πρὸς συνδυασμόν.
自然确实希望绝大多数动物在同一时间进行这种交配,即当冬夏交替之时;这就是春季,在此季节,大多数鸟类、陆地动物和水生动物都驱向交配。
Ποιεῖται δ’ ἔνια τὴν ὀχείαν καὶ τὸν τόκον καὶ μετοπώρου καὶ χειμῶνος, οἷον τῶν τ’ ἐνύδρων γένη ἄττα καὶ τῶν πτηνῶν· ἄνθρωπος δὲ μάλιστα πᾶσαν ὥραν, καὶ τῶν συνανθρωπευομένων ζῴων πολλὰ διὰ τὴν ἀλέαν καὶ εὐτροφίαν, ὅσων καὶ αἱ κυήσεις ὀλιγοχρόνιοί εἰσιν, οἷον ὑὸς καὶ κυνός, καὶ τῶν πτηνῶν ὅσα πλεονάκις ποιοῦνται τοὺς τόκους.
但有些动物在秋季和冬季进行交配和产卵(或生育),例如某些水生动物和鸟类;而人类尤其在所有季节都进行,许多与人类共处的动物也因温暖和充足的食物而如此,还有那些孕期较短的动物,如猪和狗,以及那些产卵更频繁的鸟类。
Πολλὰ δὲ καὶ πρὸς τὰς ἐκτροφὰς τῶν τέκνων στοχαζόμενα ποιοῦνται τὸν συνδυασμὸν ἐν τῇ ἀπαρτιζούσῃ ὥρᾳ.
许多动物也考虑到抚养幼仔,在恰好合适的季节进行交配。
Ὀργᾷ δὲ πρὸς τὴν ὁμιλίαν τῶν ἀνθρώπων τὸ μὲν ἄρρεν ἐν τῷ χειμῶνι μᾶλλον, τὸ δὲ θῆλυ ἐν τῷ θέρει.
在人类中,男性在冬季对性交更具渴望,而女性在夏季更甚。
Τὸ δὲ τῶν ὀρνίθων γένος, ὥσπερ εἴρηται, τὸ πλεῖστον περὶ τὸ ἔαρ ποιεῖται καὶ ἀρχομένου τοῦ θέρους τὴν ὀχείαν καὶ τοὺς τόκους, πλὴν ἁλκυόνος.
至于鸟类,如前所述,除了翠鸟外,绝大多数在春季和夏初进行交配和产卵。
Ἡ δὲ ἁλκυὼν τίκτει περὶ τροπὰς τὰς χειμερινάς.
而翠鸟则在冬至前后产卵。
Διὸ καὶ καλοῦνται, ὅταν εὐδιειναὶ γένωνται αἱ τροπαί, ἁλκυόνειοι ἡμέραι ἑπτὰ μὲν πρὸ τροπῶν, ἑπτὰ δὲ μετὰ τροπάς, καθάπερ καὶ Σιμωνίδης ἐποίησεν
ὡς ὁπόταν χειμέριον κατὰ μῆνα
πινύσκῃ Ζεὺς ἤματα τεσσαρακαίδεκα,
λαθάνεμόν τέ μιν ὥραν
καλέουσιν ἐπιχθόνιοι, ἱερὰν
παιδοτρόφον ποικίλας ἁλκυόνος.
因此,当冬至时期天气晴朗温和时,冬至前七天和后七天被称为“翠鸟之日”,正如西莫尼德斯所作之诗:\n“正如在寒冬之月\n宙斯让十四天变得晴朗温和,\n尘世之人称之为\n忘风的季节,那彩羽翠鸟\n育雏的神圣时光。
Γίνονται δ’ εὐδιειναί, ὅταν συμβῇ νοτίους γίνεσθαι τὰς τροπάς, τῆς Πλειάδος βορείου γενομένης.
”\n当冬至适逢南风吹拂,且昴星团在北时,天气就会变得晴朗温和。
Λέγεται δ’ ἐν ἑπτὰ μὲν ἡμέραις ποιεῖσθαι τὴν νεοττίαν, ἐν δὲ ταῖς λοιπαῖς ἑπτὰ ἡμέραις τίκτειν τὰ νεόττια καὶ ἐκτρέφειν.
据说翠鸟在七天内筑巢,在剩下的七天内产卵并抚育幼雏。
Περὶ μὲν οὖν τοὺς ἐνταῦθα τόπους οὐκ ἀεὶ συμβαίνει γίνεσθαι ἁλκυονίδας ἡμέρας περὶ τὰς τροπάς, ἐν δὲ τῷ Σικελικῷ πελάγει σχεδὸν ἀεί.
在这个地区,冬至前后并不总是出现“翠鸟之日”,但在西西里海几乎总是如此。
Τίκτει δ’ ἡ ἁλκυὼν περὶ πέντε ᾠά.
翠鸟产约五个蛋。