Humanitext Reader

亚里士多德 · 动物志 §5.6-5.7

软体动物与甲壳动物的交配方式与结构

第 71 段,共 189 段 · 希腊语

内容简介

阐述了软体动物(如章鱼、乌贼)和甲壳动物(如虾、蟹)的交配方式,并详细描述了其相关的身体构造和姿态特征。

§5.6Τὰ δὲ μαλάκια, οἷον οἱ πολύποδες καὶ σηπίαι καὶ τευθίδες, τὸν αὐτὸν τρόπον πάντα πλησιάζουσιν ἀλλήλοις· κατὰ τὸ στόμα γὰρ συμπλέκονται, τὰς πλεκτάνας πρὸς τὰς πλεκτάνας συναρμόττοντες.
软体动物,如章鱼、乌贼和枪乌贼,都以同样的方式彼此接近;因为它们在口部结合,将触手与对方的触手相合。
Ὁ μὲν οὖν πολύπους ὅταν τὴν λεγομένην κεφαλὴν ἐρείσῃ πρὸς τὴν γῆν καὶ διαπετάσῃ τὰς πλεκτάνας, ἅτερος ἐφαρμόττει ἐπὶ τὸ πέτασμα τῶν πλεκτανῶν, καὶ συνεχεῖς ποιοῦνται τὰς κοτυληδόνας πρὸς ἀλλήλας.
因此,当章鱼将所谓的头部压在地面上并展开触手时,另一只章鱼就贴在展开的触手上,并使它们的吸盘紧密相贴。
Φασὶ δέ τινες καὶ τὸν ἄρρενα ἔχειν αἰδοιῶδές τι ἐν μιᾷ τῶν πλεκτανῶν, ἐν ᾗ δύο αἱ μέγισται κοτυληδόνες εἰσίν· εἶναι δὲ τὸ τοιοῦτον ὥσπερ νευρῶδες, μέχρι εἰς μέσην τὴν πλεκτάνην προσπεφυκὸς ἅπαν, ᾗ ἐσπιφράναι εἰς τὸν μυκτῆρα τῆς θηλείας.
也有人说,雄性在其中一条有两只最大吸盘的触手中,长有某种类似生殖器的东西;这种结构就像肌腱,完全附着直到触手的中部,雄性借此将其插入雌性的漏斗中。
Αἱ δὲ σηπίαι καὶ αἱ τευθίδες νέουσιν ἅμα συμπεπλεγμέναι, τὰ στόματα καὶ τὰς πλεκτάνας ἐφαρμόττουσαι καταντικρὺ ἀλλήλαις, νέουσαι ἐναντίως· ἐναρμόττουσι δὲ καὶ τὸν καλούμενον μυκτῆρα εἰς τὸν μυκτῆρα.
而乌贼和枪乌贼则在结合的状态下一同游泳,将它们的口部和触手面对面地贴合在一起,并以相反的方向游泳;它们还将所谓的漏斗与对方的漏斗相合。
Τὴν δὲ νεῦσιν ἡ μὲν ἐπὶ τὸ ὄπισθεν ἡ δ’ ἐπὶ τὸ στόμα ποιεῖται.
至于它们的游泳,一只向后移动,另一只则向口部方向移动。
Ἐκτίκτει δὲ κατὰ τὸν φυσητῆρα καλούμενον, καθ’ ὃν ἔνιοι καὶ ὀχεύεσθαί φασιν αὐτάς.
雌性通过所谓的喷水孔产卵,也有人说它们也在该处交配。
§5.7Τὰ δὲ μαλακόστρακα ὀχεύεται, οἷον κάραβοι καὶ ἀστακοὶ καὶ καρίδες καὶ τὰ τοιαῦτα, ὥσπερ καὶ τὰ ὀπισθουρητικὰ τῶν τετραπόδων, ὅταν ὁ μὲν ὑπτίαν ὁ δ’ ἐπὶ ταύτης ποιήσῃ τὴν κέρκον.
壳甲类,如龙虾、螯虾、虾及此类动物,交配方式与向后排尿的四足动物相同,即当一方仰卧,另一方在其上放下尾部时进行交配。
Ὀχεύεται δὲ τοῦ ἔαρος ἀρχομένου πρὸς τῇ γῇ (ἤδη γὰρ ὦπται ἡ ὀχεία πάντων τῶν τοιούτων), ἐνιαχοῦ δὲ καὶ ὅταν τὰ σῦκα ἄρχηται πεπαίνεσθαι.
它们在初春时于岸边交配(因为所有这些动物的交配都已被观察到),在某些地方也在无花果开始成熟的季节交配。
Τὸν αὐτὸν δὲ τρόπον καὶ οἱ ἀστακοὶ καὶ αἱ καρίδες ὀχεύονται.
螯虾和虾也以同样的方式交配。
Οἱ δὲ καρκίνοι κατὰ τὰ πρόσθια ἀλλήλων συνδυάζονται, τὰ ἐπικαλύμματα τὰ πτυχώδη πρὸς ἄλληλα συμβάλλοντες.
而螃蟹则在正面结合,将它们折叠的腹盖彼此相贴。
Πρῶτον δ’ ὁ καρκίνος ἀναβαίνει ὁ ἐλάττων ἐκ τοῦ ὄπισθεν· ὅταν δ’ ἀναβῇ οὗτος, ὁ μείζων πλάγιος ἐπιστρέφει.
起初,较小的螃蟹从后方爬上去;当这只爬上去后,较大的螃蟹便侧向转动。
Ἄλλῳ μὲν οὖν οὐδενὶ ἡ θήλεια τοῦ ἄρρενος διαφέρει· τὸ δ’ ἐπικάλυμμα μεῖζόν ἐστι τὸ τῆς θηλείας καὶ μᾶλλον ἀφεστηκὸς καὶ συνηρεφέστερον, εἰς ὃ ἐκτίκτουσι καὶ ᾖ τὸ περίττωμα ἐξέρχεται.
因此,雌蟹在其他任何方面都与雄蟹没有区别;只是雌蟹的腹盖更大、更凸起、更具覆盖性,它们在其中产卵,且排泄物也由此排出。
Μόριον δ’ οὐθὲν προΐεται θάτερον εἰς θάτερον.
而且任何一方都不会向另一方插入任何器官。

词汇与语法注释

  1. 5.6ᾗ ἐσπιφράναι — 关系代词 `ᾗ` 表示方式或手段(“借此”),先行词为 `αἰδοιῶδές τι`。不定式 `ἐσπιφράναι` 延续了由前文 `φασί` 所主导的“带对格的不定式”间接引语结构(主语为雄性)。
  2. 5.7ὅταν ὁ μὲν ὑπτίαν ὁ δ’ ἐπὶ ταύτης ποιήσῃ τὴν κέρκον — 虽然 `ὁ μὲν` 与 `ὁ δ’` 形成对比,但动词 `ποιήσῃ` 仅直接支配 `ὁ δ’`,其宾语为 `τὴν κέρκον`。在 `ὁ μὲν` 之后,省略了一个表示“使自己(仰卧)”或“变成(仰卧)”的动词,而 `ὑπτίαν`(阴性单数宾格,指雌性的身体或姿势)作宾语补足语。
  3. 5.7ὁ μείζων πλάγιος ἐπιστρέφει — 主格形容词 `πλάγιος` 在句中起述语和副词性修饰作用(“侧向地”、“侧着身子”),用以修饰动词 `ἐπιστρέφει` 的动作。

引用这一段

亚里士多德, 动物志 §5.6-5.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:5.6-5.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。