Humanitext Reader

アリストテレス · 動物誌 §5.5

軟骨魚類や鯨類の交尾法と魚類の受胎に関する俗説の検証

70 / 189 箇所 · ギリシア語

要旨

軟骨魚類や鯨類の多様な交尾方法(特に扁平なものやサメ類の違い)および生殖管の構造が説明される。また、卵生魚類が交尾の際に雄の精液を飲み込んで受胎するという俗説について、おとり漁やイワシャコの風下受胎などの観察例を交えて検証し、実際の交尾は素早いために見えにくいことを指摘する。

§5.5Οἱ δ’ ἰχθύες πάντες, ἔξω τῶν πλατέων σελαχῶν, παραπίπτοντες τὰ ὕπτια πρὸς τὰ ὕπτια ποιοῦνται τὸν συνδυασμόν.
魚類はすべて、扁平な軟骨魚類を除き、互いの腹部を合わせるようにして横に並び交尾を行う。
Τὰ δὲ πλατέα καὶ κερκοφόρα, οἷον βάτος καὶ τρυγὼν καὶ τὰ τοιαῦτα, οὐ μόνον παραπίπτοντα ἀλλὰ καὶ ἐπιβαίνοντα τοῖς ὑπτίοις ἐπὶ τὰ πρανῆ τῶν θηλειῶν, ὅσοις μὴ ἐμποδίζει τὸ οὐραῖον οὐθὲν ἔχον πάχος.
扁平で尾のあるもの、例えばガンギエイやアカエイおよびその種のものは、ただ横に並ぶだけでなく、尾部に厚みがなく交尾の邪魔をしないすべてのものにおいては、雄が雌の背部に腹部を乗せることによっても交尾する。
Αἱ δὲ ῥῖναι, καὶ ὅσοις τῶν τοιούτων πολὺ τὸ οὐραῖον, παρατριβόμενα μόνον ὀχεύεται τὰ ὕπτια πρὸς τὰ ὕπτια.
他方、カスザメや、そうした類のもので尾部に厚みがあるものは、腹部と腹部をただ擦り合わせるようにして交尾する。
Εἰσὶ δέ τινες οἳ ἑωρακέναι φασὶ καὶ συνεχόμενα τῶν σελαχῶν ἔνια ὄπισθεν, ὥσπερ τοὺς κύνας.
軟骨魚類のあるものが、犬のように背後から結合したままになっているのを見たと言う者もいる。
Ἔστι δ’ ἐν πᾶσι τοῖς σελαχώδεσι μεῖζον τὸ θῆλυ τοῦ ἄρρενος·
軟骨魚類のすべてにおいて雌は雄よりも大きい。
σχεδὸν δὲ καὶ ἐν τοῖς ἄλλοις ἰχθύσι τὰ θήλεα μείζω τῶν ἀρρένων.
他のほとんどの魚類においても雌の方が雄よりも大きい。
Σελάχη δ’ ἐστὶ τά τε εἰρημένα καὶ βοῦς καὶ λάμια καὶ ἀετὸς καὶ νάρκη καὶ βάτραχος καὶ πάντα τὰ γαλεώδη.
軟骨魚類とは、先述のもの、およびイトマキエイ、ホホジロザメ、トビエイ、シビレエイ、アンコウ、そしてすべてのサメ類である。
Τὰ μὲν οὖν σελάχη πάντα τεθεώρηται ὑπὸ πολλῶν τούτους ποιούμενα τοὺς τρόπους τὴν ὀχείαν·
これら軟骨魚類はすべて、このような方法で交尾を行うのを多くの人々によって観察されてきた。
χρονιωτέρα γὰρ ἡ συμπλοκὴ πάντων τῶν ζῳοτόκων ἢ τῶν ᾠοτόκων.
なぜなら、すべての胎生動物の結合は卵生のものよりも時間がかかるからである。
Καὶ δελφῖνες δὲ καὶ πάντα τὰ κητώδη τὸν αὐτὸν τρόπον·
イルカやすべての鯨類も同様の方法である。
παραπίπτοντα γὰρ ὀχεύει παρὰ τὸ θῆλυ τὸ ἄρρεν, καὶ χρόνον οὔτε ὀλίγον οὔτε λίαν πολύν.
すなわち、雄が雌に寄り添って横になり、短すぎず長すぎない時間、交尾する。
Διαφέρουσι δ’ ἔνιοι τῶν σελαχωδῶν ἰχθύων οἱ ἄρρενες τῶν θηλειῶν τῷ τοὺς μὲν ἔχειν ἀποκρεμώμενα ἄττα δύο περὶ τὴν ἔξοδον τῆς περιττώσεως, τὰς δὲ θηλείας ταῦτα μὴ ἔχειν, οἷον ἐν τοῖς γαλεώδεσιν·
軟骨魚類の一部の雄は、排泄口の周囲に二つのぶら下がった突起を持ち、雌はこれを持たないという点において、雌と異なっている。
ἐπὶ γὰρ τούτων ὑπάρχει πάντων τὸ εἰρημένον.
例えばサメ類においてそうであり、これらすべてにおいて先述のことが当てはまる。
Ὄρχεις μὲν οὖν οὔτε ἰχθὺς οὔτε ἄλλο τῶν ἀπόδων ἔχει οὐθέν, πόρους δὲ δύο καὶ οἱ ὄφεις καὶ οἱ ἰχθύες οἱ ἄρρενες ἔχουσιν, οἳ γίνονται θοροῦ πλήρεις περὶ τὴν τῆς ὀχείας ὥραν, καὶ προΐενται ὑγρότητα γαλακτώδη πάντες.
さて、精巣は魚も他の無足動物も持っていないが、ヘビも雄の魚も二つの管を持っており、これらは交尾の時期になると精液で満たされ、すべて乳白色の液体を放出する。
Οὗτοι δ’ οἱ πόροι εἰς ἓν συνάπτουσιν, ὥσπερ καὶ τοῖς ὄρνισιν·
これらの管は、鳥類と同様に、一つに合流する。
οἱ γὰρ ὄρνιθες ἐντὸς ἔχουσι τοὺς ὄρχεις, καὶ τὰ ἄλλα πάντα ὅσα ᾠοτοκεῖ πόδας ἔχοντα.
鳥類、および脚を持ち卵を産む他のすべての動物は、体内に精巣を持っているからである。
Τοῦτο δὴ συμπεραίνει καὶ ἐπεκτείνεται εἰς τὴν τοῦ θήλεος χώραν καὶ ὑποδοχήν.
この管が、雌の部位および受容器官へと達し、伸びているのである。
Ἔστι δὲ τοῖς μὲν ζῳοτόκοις καὶ πεζοῖς ὁ αὐτὸς πόρος τοῦ τε σπέρματος καὶ τῆς τοῦ ὑγροῦ περιττώσεως ἔξωθεν, ἔσωθεν δ’ ἕτερος πόρος, ὥσπερ ἐλέχθη καὶ πρότερον ἐν τῇ διαφορᾷ τῇ τῶν μορίων.
胎生・陸生動物においては、精液と液体の排泄物の排出口は外部では同一であるが、内部では別の管になっており、これは先に部分の差異において述べられた通りである。
Τοῖς δὲ μὴ ἔχουσι κύστιν ὁ αὐτὸς καὶ τῆς ξηρᾶς περιττώσεως πόρος ἔξωθεν·
膀胱を持たないものにおいては、外部では固体の排泄物の出口と同じであり、内部ではそれらの管は互いに近接している。
ἔσωθεν δὲ σύνεγγυς ἀλλήλων.
これらのことは、それらの雌と雄において同様である。
Ὁμοίως δὲ ταῦτα ἔχει τοῖς θήλεσιν αὐτῶν καὶ τοῖς ἄρρεσιν·
というのも、彼らはカメを除いて膀胱を持たないからである。
οὐ γὰρ ἔχουσι κύστιν πλὴν ἐπὶ χελώνης, τούτων δ’ ἡ θήλεια ἕνα πόρον ἔχει, καίτοι κύστιν ἔχουσα·
カメにおいては、膀胱を持っているにもかかわらず、雌は一つの排出口を持っている。
αἱ χελῶναι δὲ τῶν ᾠοτόκων εἰσίν.
カメは卵生動物の一つである。
Ἡ δὲ τῶν ᾠοτόκων ἰχθύων ὀχεία ἧττον γίνεται κατάδηλος·
一方、卵生魚類の交尾はあまりはっきりと見えない。
διόπερ οἱ πλεῖστοι νομίζουσι πληροῦσθαι τὰ θήλεα τῶν ἀρρένων ἀνακάπτοντα τὸν θορόν.
それゆえ、大部分の人々は、雌が雄の精液を飲み込むことによって受胎すると考えている。
Τοῦτο γὰρ πολλάκις ὁρᾶται γινόμενον·
というのも、これが起こるのがしばしば見られるからである。
περὶ μὲν γὰρ τὴν τῆς ὀχείας ὥραν αἱ θήλειαι τοῖς ἄρρεσιν ἑπόμεναι τοῦτο δρῶσι, καὶ κόπτουσιν ὑπὸ τὴν γαστέρα τοῖς στόμασιν, οἱ δὲ θᾶττον προΐενται καὶ μᾶλλον·
すなわち、交尾の時期になると、雌は雄に付き従い、これを行い、また雄の腹の下を口でつつき、雄はより素早く、より多く放出する。
κατὰ δὲ τὸν τόκον οἱ ἄρρενες τοῖς θήλεσι, καὶ ἀποτικτουσῶν δ’ ἀνακάπτουσι τὰ ᾠά·
また、産卵のときには雄が雌に付き従い、雌が産み落とすと卵を飲み込む。
ἐκ δὲ τῶν παραλειπομένων γίνονται οἱ ἰχθύες.
そして、飲み込まれずに残されたものから魚が生まれる。
Περὶ δὲ τὴν Φοινίκην καὶ θήραν ποιοῦνται δι’ ἀλλήλων·
フェニキアの近辺では、互いを利用して漁が行われる。
ἄρρενας μὲν γὰρ ὑπάγοντες κεστρέας τὰς θηλείας περιβάλλονται συνάγοντες, θηλείας δὲ τοὺς ἄρρενας.
すなわち、雄のボラを導くことで雌を集めて網で囲み、また雌のおとりによって雄を集めるのである。
Τοῦτο μὲν οὖν διὰ τὸ πολλάκις ὁρᾶσθαι τὴν δόξαν ἐποίησε τῆς ὀχείας ταύτην, ποιεῖ δὲ τοῦτο καὶ τὰ τετράποδα τῶν ζῴων·
さて、このことがしばしば目撃されるために、交尾に関するこうした説が生じたが、四足動物もこれに似たことを行う。
περὶ γὰρ τὴν ὥραν τῆς ὀχείας ἀπορραίνουσι καὶ τὰ ἄρρενα καὶ τὰ θήλεα, καὶ τῶν αἰδοίων ὀσμῶνται ἀλλήλων.
すなわち、交尾の時期になると、雄も雌も液体を滴らせ、互いの生殖器の匂いを嗅ぎ合うのである。
Αἱ δὲ πέρδικες ἂν κατὰ ἄνεμον στῶσιν αἱ θήλειαι τῶν ἀρρένων, ἔγκυοι γίνονται·
また、イワシャコにおいては、雌が雄に対して風下に立つと妊娠する。
πολλάκις δὲ καὶ τῆς φωνῆς, ἐὰν ὀργῶσαι τύχωσι, καὶ ὑπερπετομένων ἐκ τοῦ καταπνεῦσαι τὸν ἄρρενα·
また、雌が発情している場合には、しばしば鳴き声によっても、あるいは上空を飛び越える雄から風が吹き付けられることによっても妊娠する。
χάσκει δὲ καὶ ἡ θήλεια καὶ ὁ ἄρρην, καὶ τὴν γλῶτταν ἔξω ἔχουσι περὶ τὴν τῆς ὀχείας ποίησιν.
また、交尾の際には、雌も雄も口を大きく開き、舌を外に突き出す。
Ἡ δὲ ἀληθινὴ σύνοδος τῶν ᾠοτόκων ἰχθύων ὀλιγάκις ὁρᾶται διὰ τὸ ταχέως ἀπολύεσθαι παραπεσόντας, ἐπεὶ ὦπται καὶ ἡ ἐπὶ τούτων ὀχεία γινομένη τὸν εἰρημένον τρόπον.
しかし、卵生魚類の実際の交わりは、寄り添った後に素早く離れてしまうために、めったに目撃されない。 もっとも、これらの動物における交尾も先述の方法で行われているのが目撃されてはいるのだが。

語釈・文法注

  1. p.137συμπεραίνει — 自動詞として「(末端が)行き着く、終わる」を意味し、主語は前文の「一つに合流する管(または合流点)」である。ἐπεκτείνεται(伸びる)と並列され、受容器官へと通じる構造を示す。
  2. p.138ἀποτικτουσῶν δ’ — 属格独立(絶対属格)構文であり、分詞の主語である女性名詞(ここでは「雌たち」αἱ θήλειαι)が省略されている。雌が卵を産み落とす行為を時間的に示す。
  3. p.138ἂν κατὰ ἄνεμον στῶσιν — 条件節(Condition)であり、一般的前提を示す。κατὰ ἄνεμον は風向きに沿って、すなわち「風下に」を意味し、雄から吹く風を雌が受ける位置関係を指す。

この箇所を引用する

アリストテレス, 動物誌 §5.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:5.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。