Humanitext Reader

亚里士多德 · 动物志 §5.5

软骨鱼与鲸类的交配方式及鱼类受孕说的辨析

第 70 段,共 189 段 · 希腊语

内容简介

阐述了软骨鱼类和鲸类多样化的交配方式(特别是扁平鱼类和鲨类的区别)以及生殖管的结构。此外,通过诱捕捕鱼和石鸡下风受孕等观察事例,分析了关于卵生鱼类通过吞食雄鱼精液受孕的俗说,并指出它们实际的交配由于过程迅速而难以被观察到。

§5.5Οἱ δ’ ἰχθύες πάντες, ἔξω τῶν πλατέων σελαχῶν, παραπίπτοντες τὰ ὕπτια πρὸς τὰ ὕπτια ποιοῦνται τὸν συνδυασμόν.
除了扁平的软骨鱼类之外,所有的鱼类都通过腹部相对地并排躺着来进行交配。
Τὰ δὲ πλατέα καὶ κερκοφόρα, οἷον βάτος καὶ τρυγὼν καὶ τὰ τοιαῦτα, οὐ μόνον παραπίπτοντα ἀλλὰ καὶ ἐπιβαίνοντα τοῖς ὑπτίοις ἐπὶ τὰ πρανῆ τῶν θηλειῶν, ὅσοις μὴ ἐμποδίζει τὸ οὐραῖον οὐθὲν ἔχον πάχος.
而扁平且有尾的鱼类,例如甘氏鳐、赤鲼及此类动物,不仅通过并排,而且在所有尾部没有任何厚度因而不会造成阻碍的动物中,雄性还会将腹部骑在雌性的背部来进行交配。
Αἱ δὲ ῥῖναι, καὶ ὅσοις τῶν τοιούτων πολὺ τὸ οὐραῖον, παρατριβόμενα μόνον ὀχεύεται τὰ ὕπτια πρὸς τὰ ὕπτια.
另一方面,日本扁鲨以及此类尾部肥大的动物,则仅通过腹部彼此摩擦来交配。
Εἰσὶ δέ τινες οἳ ἑωρακέναι φασὶ καὶ συνεχόμενα τῶν σελαχῶν ἔνια ὄπισθεν, ὥσπερ τοὺς κύνας.
也有人声称,他们曾看到某些软骨鱼像狗一样,从后方结合在一起。
Ἔστι δ’ ἐν πᾶσι τοῖς σελαχώδεσι μεῖζον τὸ θῆλυ τοῦ ἄρρενος· σχεδὸν δὲ καὶ ἐν τοῖς ἄλλοις ἰχθύσι τὰ θήλεα μείζω τῶν ἀρρένων.
在所有的软骨鱼中,雌鱼都比雄鱼大;且在几乎所有其他鱼类中,雌鱼也比雄鱼大。
Σελάχη δ’ ἐστὶ τά τε εἰρημένα καὶ βοῦς καὶ λάμια καὶ ἀετὸς καὶ νάρκη καὶ βάτραχος καὶ πάντα τὰ γαλεώδη.
软骨鱼包括已经提到的那些,以及蝠鲼、噬人鲨、鹞鲼、电鳐、鮟鱇和所有的鲛类。
Τὰ μὲν οὖν σελάχη πάντα τεθεώρηται ὑπὸ πολλῶν τούτους ποιούμενα τοὺς τρόπους τὴν ὀχείαν· χρονιωτέρα γὰρ ἡ συμπλοκὴ πάντων τῶν ζῳοτόκων ἢ τῶν ᾠοτόκων.
许多人已经观察到,所有这些软骨鱼都是以这些方式进行交配的;因为所有胎生动物的结合比卵生动物更持久。
Καὶ δελφῖνες δὲ καὶ πάντα τὰ κητώδη τὸν αὐτὸν τρόπον· παραπίπτοντα γὰρ ὀχεύει παρὰ τὸ θῆλυ τὸ ἄρρεν, καὶ χρόνον οὔτε ὀλίγον οὔτε λίαν πολύν.
海豚和所有鲸类也以同样的方式交配;因为雄性通过并排躺在雌性身旁来进行交配,持续的时间既不短也不算太长。
Διαφέρουσι δ’ ἔνιοι τῶν σελαχωδῶν ἰχθύων οἱ ἄρρενες τῶν θηλειῶν τῷ τοὺς μὲν ἔχειν ἀποκρεμώμενα ἄττα δύο περὶ τὴν ἔξοδον τῆς περιττώσεως, τὰς δὲ θηλείας ταῦτα μὴ ἔχειν, οἷον ἐν τοῖς γαλεώδεσιν· ἐπὶ γὰρ τούτων ὑπάρχει πάντων τὸ εἰρημένον.
某些雄性软骨鱼与雌性的不同之处在于,雄性的排泄口周围有两个悬挂的附肢,而雌性则没有,例如在鲛类中;因为在所有这些鱼中,上述情况都是存在的。
Ὄρχεις μὲν οὖν οὔτε ἰχθὺς οὔτε ἄλλο τῶν ἀπόδων ἔχει οὐθέν, πόρους δὲ δύο καὶ οἱ ὄφεις καὶ οἱ ἰχθύες οἱ ἄρρενες ἔχουσιν, οἳ γίνονται θοροῦ πλήρεις περὶ τὴν τῆς ὀχείας ὥραν, καὶ προΐενται ὑγρότητα γαλακτώδη πάντες.
鱼类和任何其他无足动物都没有睾丸,但蛇和雄鱼都有两条通道,在交配期这两条通道会充满精液,并且它们都会排出乳白色的液体。
Οὗτοι δ’ οἱ πόροι εἰς ἓν συνάπτουσιν, ὥσπερ καὶ τοῖς ὄρνισιν· οἱ γὰρ ὄρνιθες ἐντὸς ἔχουσι τοὺς ὄρχεις, καὶ τὰ ἄλλα πάντα ὅσα ᾠοτοκεῖ πόδας ἔχοντα.
这些通道汇合为一,就像在鸟类中一样;因为鸟类的睾丸在体内,所有其他产卵且有足的动物也是如此。
Τοῦτο δὴ συμπεραίνει καὶ ἐπεκτείνεται εἰς τὴν τοῦ θήλεος χώραν καὶ ὑποδοχήν.
这一结构确实终结并延伸至雌性的部位和容纳腔。
Ἔστι δὲ τοῖς μὲν ζῳοτόκοις καὶ πεζοῖς ὁ αὐτὸς πόρος τοῦ τε σπέρματος καὶ τῆς τοῦ ὑγροῦ περιττώσεως ἔξωθεν, ἔσωθεν δ’ ἕτερος πόρος, ὥσπερ ἐλέχθη καὶ πρότερον ἐν τῇ διαφορᾷ τῇ τῶν μορίων.
在胎生陆生动物中,精液和液体排泄物在外部共用同一通道,但在内部则是不同的通道,正如先前在论述器官差异时所说的那样。
Τοῖς δὲ μὴ ἔχουσι κύστιν ὁ αὐτὸς καὶ τῆς ξηρᾶς περιττώσεως πόρος ἔξωθεν· ἔσωθεν δὲ σύνεγγυς ἀλλήλων.
在没有膀胱的动物中,外部通道与固体排泄物的通道相同;但在内部它们彼此靠近。
Ὁμοίως δὲ ταῦτα ἔχει τοῖς θήλεσιν αὐτῶν καὶ τοῖς ἄρρεσιν·
这些情况在它们的雌性和雄性中是相似的;因为除了陆龟之外,它们都没有膀胱。
οὐ γὰρ ἔχουσι κύστιν πλὴν ἐπὶ χελώνης, τούτων δ’ ἡ θήλεια ἕνα πόρον ἔχει, καίτοι κύστιν ἔχουσα· αἱ χελῶναι δὲ τῶν ᾠοτόκων εἰσίν.
在陆龟中,尽管雌性有膀胱,但它只有一个排泄通道;陆龟属于卵生动物。
Ἡ δὲ τῶν ᾠοτόκων ἰχθύων ὀχεία ἧττον γίνεται κατάδηλος· διόπερ οἱ πλεῖστοι νομίζουσι πληροῦσθαι τὰ θήλεα τῶν ἀρρένων ἀνακάπτοντα τὸν θορόν.
另一方面,卵生鱼类的交配较不明显;因此大多数人认为,雌鱼是通过吞食雄鱼的精液而受孕的。
Τοῦτο γὰρ πολλάκις ὁρᾶται γινόμενον· περὶ μὲν γὰρ τὴν τῆς ὀχείας ὥραν αἱ θήλειαι τοῖς ἄρρεσιν ἑπόμεναι τοῦτο δρῶσι, καὶ κόπτουσιν ὑπὸ τὴν γαστέρα τοῖς στόμασιν, οἱ δὲ θᾶττον προΐενται καὶ μᾶλλον· κατὰ δὲ τὸν τόκον οἱ ἄρρενες τοῖς θήλεσι, καὶ ἀποτικτουσῶν δ’ ἀνακάπτουσι τὰ ᾠά· ἐκ δὲ τῶν παραλειπομένων γίνονται οἱ ἰχθύες.
因为这经常被观察到发生;在交配期,雌鱼会跟随雄鱼并这样做,用嘴轻碰雄鱼的腹部,雄鱼则更迅速且更大量地排出精液;而在产卵时,雄鱼则跟随雌鱼,并在雌鱼产卵时吞食鱼卵;而鱼是从那些遗留未被吞食的卵中产生的。
Περὶ δὲ τὴν Φοινίκην καὶ θήραν ποιοῦνται δι’ ἀλλήλων· ἄρρενας μὲν γὰρ ὑπάγοντες κεστρέας τὰς θηλείας περιβάλλονται συνάγοντες, θηλείας δὲ τοὺς ἄρρενας.
在腓尼基附近,人们甚至利用彼此进行捕鱼;因为通过牵引雄鲻鱼,它们可以围拢并聚集雌鱼,而通过雌鱼则可以聚集雄鱼。
Τοῦτο μὲν οὖν διὰ τὸ πολλάκις ὁρᾶσθαι τὴν δόξαν ἐποίησε τῆς ὀχείας ταύτην, ποιεῖ δὲ τοῦτο καὶ τὰ τετράποδα τῶν ζῴων· περὶ γὰρ τὴν ὥραν τῆς ὀχείας ἀπορραίνουσι καὶ τὰ ἄρρενα καὶ τὰ θήλεα, καὶ τῶν αἰδοίων ὀσμῶνται ἀλλήλων.
由于这种情况经常被看到,从而产生了关于它们交配的这种看法,但动物中的四足动物也会做类似的事情;因为在交配期,雄性和雌性都会分泌出液体,并闻彼此生殖器的气味。
Αἱ δὲ πέρδικες ἂν κατὰ ἄνεμον στῶσιν αἱ θήλειαι τῶν ἀρρένων, ἔγκυοι γίνονται· πολλάκις δὲ καὶ τῆς φωνῆς, ἐὰν ὀργῶσαι τύχωσι, καὶ ὑπερπετομένων ἐκ τοῦ καταπνεῦσαι τὸν ἄρρενα· χάσκει δὲ καὶ ἡ θήλεια καὶ ὁ ἄρρην, καὶ τὴν γλῶτταν ἔξω ἔχουσι περὶ τὴν τῆς ὀχείας ποίησιν.
此外,对于石鸡来说,如果雌鸟站在雄鸟的下风处,就会怀孕;而且如果它们正好发情,往往仅凭声音,或者在雄鸟飞过时因其吹拂的风也会怀孕;而且在交配期间,雌鸟和雄鸟都会张开嘴并把舌头伸出来。
Ἡ δὲ ἀληθινὴ σύνοδος τῶν ᾠοτόκων ἰχθύων ὀλιγάκις ὁρᾶται διὰ τὸ ταχέως ἀπολύεσθαι παραπεσόντας, ἐπεὶ ὦπται καὶ ἡ ἐπὶ τούτων ὀχεία γινομένη τὸν εἰρημένον τρόπον.
然而,由于卵生鱼类在并排躺下后会迅速分离,它们真正的结合很少被看到,尽管在这些动物中也已观察到交配是以所述方式进行的。

词汇与语法注释

  1. p.137συμπεραίνει — 作不及物动词,意为“(末端)到达、终结”,主语是前一句中“汇合为一的管道(或汇合处)”。它与 ἐπεκτείνεται(延伸)并列,用以描述通往雌性容纳器官的结构。
  2. p.138ἀποτικτουσῶν δ’ — 这是一个属格独立(绝对属格)结构,分词的主语阴性名词(此处指“雌鱼” αἱ θήλειαι)被省略。它在时间上表示雌鱼产卵的行为。
  3. p.138ἂν κατὰ ἄνεμον στῶσιν — 这是一个表示一般前提的条件从句(流风,ἄν + 虚拟语气)。短语 κατὰ ἄνεμον 意为“顺风”或“在下风处”,指雌鸟处于接受从雄鸟方向吹来的风的空间位置。

引用这一段

亚里士多德, 动物志 §5.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:5.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。