Humanitext Reader

アリストテレス · 動物誌 §5.2-5.4

多様な四足動物や蛇類における交尾の姿勢と習性

69 / 189 箇所 · ギリシア語

要旨

さまざまな有血の胎生・陸生動物(ライオン、ウサギ、クマ、ハリネズミ、シカ、牛、ネコ、ラクダ、ゾウなど)および卵生動物、無足で長い動物(ヘビやウツボ、トカゲなど)の、多様な交尾姿勢や交配習性について論じている。

§5.2Ὀχεύεται μὲν οὖν ταῦτα τῶν ζῴων ἐν οἷς ὑπάρχει τὸ θῆλυ καὶ τὸ ἄρρεν, εἰσὶ δ’ αἱ ὀχεῖαι οὔθ’ ὅμοιαι πᾶσιν οὔθ’ ὁμοίως ἔχουσαι.
さて、これらの動物のうち雌と雄が存在するものは交尾するが、その交尾はすべてにおいて同様でもなく、同様に行われるわけでもない。
Τὰ μὲν γὰρ ζῳοτόκα καὶ πεζὰ τῶν ἐναίμων ἔχει μὲν ὄργανα πάντα τὰ ἄρρενα πρὸς τὴν πρᾶξιν τὴν γεννητικήν, οὐ μὴν ὁμοίως γε πάντα πλησιάζουσιν, ἀλλὰ τὰ μὲν ὀπισθουρητικὰ συνιόντα πυγηδόν, οἷον λέοντες καὶ δασύποδες καὶ λύγκες·
有血の胎生・陸生動物は、雄がすべて生殖行為のための器官を持っているが、決してすべてが同様に交尾するわけではなく、あるもの、たとえばライオンやウサギ、オオヤマネコなどは、後方に放尿する動物であり、尻を合わせて交尾する。
τῶν δὲ δασυπόδων καὶ πολλάκις ἡ θήλεια προτέρα ἀναβαίνει ἐπὶ τὸν ἄρρενα.
ウサギにおいては、しばしば雌が先に雄の上に乗ることもある。
Τῶν δ’ ἄλλων τῶν μὲν πλείστων ὁ αὐτὸς τρόπος·
他のもののうち、大部分は同じ方法である。
τὸν ἐνδεχόμενον γὰρ ποιοῦνται συνδυασμὸν τά τε πλεῖστα τῶν τετραπόδων, ἐπιβαίνοντος ἐπὶ τὸ θῆλυ τοῦ ἄρρενος, καὶ τὸ τῶν ὀρνίθων ἅπαν γένος οὕτω τε καὶ μοναχῶς.
すなわち、四足動物の大部分は、雄が雌の上に乗ることで、可能な限りの交尾を行う。 また、鳥類の類全体もこのように、かつこの方法だけで交尾を行う。
Εἰσὶ δὲ διαφοραί τινες καὶ περὶ τοὺς ὄρνιθας·
しかし、鳥類の間にもいくつかの違いがある。
τὰ μὲν γὰρ συγκαθείσης τῆς θηλείας ἐπὶ τὴν γῆν ἐπιβαίνει τὸ ἄρρεν, ὥσπερ αἱ ὠτίδες καὶ οἱ ἀλεκτρυόνες, τὰ δ’ οὐ συγκαθείσης τῆς θηλείας, οἷον αἱ γέρανοι·
すなわち、あるものは雌が地面にかがみ込んで雄が乗るが、たとえばノガンや鶏がそうであり、あるものは雌がかがみ込まず、たとえばツルがそうである。
ἐν τούτοις γὰρ ὁ ἄρρην ἐπιπηδῶν ὀχεύει τὴν θήλειαν, καὶ συγγίνεται ὥσπερ καὶ τὰ στρουθία ὀξέως.
これらにおいては、雄が飛び乗って雌と交尾し、スズメのように素早く交わる。
Τῶν δὲ τετραπόδων αἱ ἄρκτοι παρακεκλιμέναι τὸν αὐτὸν τρόπον ὅνπερ τἆλλα ἐπὶ τῶν ποδῶν ποιούμενα τὴν ὀχείαν, πρὸς τὰ πρανῆ τῶν θηλειῶν τὰ ὕπτια τῶν ἀρρένων·
一方、四足動物のうちクマは、他の動物が足で立って交尾を行うのと、雌の背中に対して雄の腹を合わせるという点では同じ方法であるが、横たわって行う。
οἱ δὲ χερσαῖοι ἐχῖνοι ὀρθοὶ τὰ ὕπτια πρὸς ἄλληλα ἔχοντες.
また、陸生のハリネズミは、直立し、互いに腹を合わせる。
Τῶν δὲ ζῳοτόκων καὶ μέγεθος ἐχόντων οὔτε τοὺς ἄρρενας ἐλάφους αἱ θήλειαι ὑπομένουσιν, εἰ μὴ ὀλιγάκις, οὔτε τοὺς ταύρους αἱ βόες διὰ τὴν τοῦ αἰδοίου συντονίαν, ἀλλ’ ὑπάγοντα τὰ θήλεα δέχονται τὴν γονήν·
胎生で大型の動物のうち、雌ジカは雄ジカを(ごく稀にしか)じっと待つことをせず、雌牛も雄牛を、その陰茎の緊張のためにじっと待つことをしない。 むしろ、雌が歩きながら精液を受け取る。
καὶ γὰρ ἐπὶ τῶν ἐλάφων ὦπται τοῦτο συμβαῖνον, τῶν γε τιθασσῶν.
実際、シカにおいては、飼い慣らされたものにおいてこれが起こるのが目撃されている。
Λύκος δ’ ὀχεύει καὶ ὀχεύεται τὸν αὐτὸν τρόπον ὅνπερ καὶ κύων.
オオカミは犬と同じ方法で交尾する。
Οἱ δ’ αἴλουροι οὐκ ὄπισθεν συνιόντες, ἀλλ’ ὁ μὲν ὀρθός, ἡ δὲ θήλεια ὑποτίθησιν ἑαυτήν·
ネコは背後から合流するのではなく、雄は直立し、雌は自身をその下に差し入れる。
εἰσὶ δὲ τῇ φύσει αἱ θήλειαι ἀφροδισιαστικαί, καὶ προσάγονται τοὺς ἄρρενας εἰς τὰς ὀχείας, καὶ συνοῦσαι κράζουσιν.
雌ネコは生まれつき性欲が強く、雄を交尾へと誘い、交わっている間、声を上げる。
Αἱ δὲ κάμηλοι ὀχεύονται τῆς θηλείας καθημένης·
ラクダは雌が座った状態で交尾する。
περιβεβηκὼς δὲ ὁ ἄρρην ὀχεύει οὐκ ἀντίπυγος, ἀλλὰ καθάπερ καὶ τὰ ἄλλα τετράποδα·
雄はまたがって交尾するが、尻を合わせるのではなく、他の四足動物のようである。
καὶ διημερεύει τὸ μὲν ὀχεῦον τὸ δ’ ὀχευόμενον.
そして、交尾する側も交尾される側も丸一日を費やす。
Ἀποχωροῦσι δ’ εἰς ἐρημίαν, ὅταν ποιῶνται τὴν ὀχείαν, καὶ οὐκ ἔστι πλησιάσαι ἀλλ’ ἢ τῷ βόσκοντι.
彼らは交尾するときは荒野に退き、飼育者以外は近づくことができない。
Τὸ δ’ αἰδοῖον ἔχει ὁ κάμηλος νεῦρον οὕτως ὥστε καὶ νευρὰν ἐκ τούτου ποιεῖσθαι τοῖς τόξοις.
ラクダの陰茎は腱でできており、それから弓の弦が作られるほどである。
Οἱ δ’ ἐλέφαντες ὀχεύονται μὲν ἐν ταῖς ἐρημίαις, μάλιστα δὲ περὶ τοὺς ποταμοὺς καὶ οὗ διατρίβειν εἰώθασιν·
ゾウは荒野で、特に川の近くや普段過ごしている場所で交尾する。
ὀχεύεται δ’ ἡ μὲν θήλεια συγκαθιεῖσα καὶ διαβαίνουσα, ὁ δ’ ἄρρην ἐπαναβαίνων ὀχεύει.
雌はかがみ込んで脚を開き、雄は上に乗って交尾する。
Ὀχεύεται δὲ καὶ ἡ φώκη καθάπερ τὰ ὀπισθουρητικὰ τῶν ζῴων, καὶ συνέχονται ἐν τῇ ὀχείᾳ πολὺν χρόνον, ὥσπερ καὶ αἱ κύνες·
アザラシも後方尿放出型の動物のように交尾し、犬のように長い時間交尾を続ける。
ἔχουσι δὲ τὸ αἰδοῖον μέγα οἱ ἄρρενες.
雄は大きな陰茎を持つ。
§5.3Τὸν αὐτὸν δὲ τρόπον καὶ τῶν πεζῶν τὰ τετράποδα καὶ ᾠοτόκα ποιεῖται τὴν ὀχείαν.
同様の方法で、陸生の四足卵生動物も交尾を行う。
Τὰ μὲν γὰρ ἐπιβαίνοντα καθάπερ τὰ ζῳοτόκα, οἷον χελώνη καὶ ἡ θαλαττία καὶ ἡ χερσαία.
あるものは胎生動物のように上から乗る。 たとえばカメであり、海ガメも陸ガメもそうである。
Ἔχουσι δέ τι εἰς ὃ οἱ πόροι συνάπτουσιν καὶ ᾧ ἐν τῇ ὀχείᾳ πλησιάζουσιν, οἷον τρυγόνες καὶ βάτραχοι καὶ πᾶν τὸ τοιοῦτον γένος.
また、それらは管が合流する部分を持っており、それによって交尾の際につながる。 たとえばキジバトやカエル、およびその種のものすべてがそうである。
§5.4Τὰ δ’ ἄποδα καὶ μακρὰ τῶν ζῴων, οἷον ὄφεις τε καὶ σμύραιναι, περιπλεκόμενοι τοῖς ὑπτίοις πρὸς τὰ ὕπτια.
足がなく体が長い動物、たとえばヘビやウツボなどは、腹と腹を絡み合わせて交尾する。
Οὕτω δὲ σφόδρα οἱ ὄφεις περιελίττονται ἀλλήλοις, ὥστε δοκεῖν ἑνὸς ὄφεως δικεφάλου εἶναι τὸ σῶμα ἅπαν.
ヘビは互いに非常に激しく巻き付くので、体全体が一頭の双頭のヘビのようである。
Τὸν αὐτὸν δὲ τρόπον καὶ τὸ τῶν σαύρων γένος· ὁμοίᾳ γὰρ περιπλοκῇ ποιοῦνται τὴν ὀχείαν.
トカゲの類も同様であり、同様の絡み合いによって交尾を行う。

語釈・文法注

  1. §5.2τὸν αὐτὸν τρόπον ὅνπερ τἆλλα ἐπὶ τῶν ποδῶν ποιούμενα τὴν ὀχείαν, πρὸς τὰ πρανῆ τῶν θηλειῶν τὰ ὕπτια τῶν ἀρρένων — ποιούμενα は中性複数主格分詞で、先行する関係節内の主語となるべき τἆλλα(中性複数)に一致している。この文は動詞(おそらく ποιεῖται の形態)が省略されており、「他の動物が足で立って交尾を行うのと(雄の腹を雌の背に合わせるという点で)同じ方法で、ただし横たわって行う」というクマの交尾姿勢の特異性を説明している。
  2. §5.2ὑπάγοντα — 動詞 ὑπάγω の現在分詞中性複数主格で、主語である τὰ θήλεα(雌たち)に一致する。ここでは自動詞的に「少しずつ進む」「(逃げるように)歩き去る」の意味で使われており、雌がじっと立って雄を受け入れる(ὑπομένουσιν)のではなく、移動しながら精液を受け取る様子を表している。
  3. §5.3τρυγόνες — τρυγών(キジバト、あるいは海のエイ)は通常鳥類を指すが、本章は「陸生の四足卵生動物(爬虫類・両生類)」を扱っているため、文脈上きわめて不自然である。写本によっては φρῦνοι(ヒキガエル)の誤記とみなされることもあるが、ここでは提示された伝承本文の異読に従いそのまま訳している。

この箇所を引用する

アリストテレス, 動物誌 §5.2-5.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:5.2-5.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。