Humanitext Reader

アリストテレス · 動物誌 §5.32-5.34

微小昆虫の発生と卵生四肢動物および蛇類の生殖

90 / 189 箇所 · ギリシア語

要旨

毛織物や蝋、本の中に発生する様々な極小の昆虫や、木食い虫、イチジクコバチの生態が語られ、続いて卵生の四肢動物(カメ、トカゲ、クロコダイル)および蛇類の産卵と孵化、とりわけクサリヘビの卵胎生的特徴が説明される。

§5.32Γίνεται δὲ καὶ ἄλλα ζῳδάρια, ὥσπερ ἐλέχθη καὶ πρότερον, τὰ μὲν ἐν ἐρίοις καὶ ὅσα ἐξ ἐρίων ἐστίν, οἷον οἱ σῆτες, οἳ ἐμφύονται μᾶλλον ὅταν κονιορτώδη ᾖ τὰ ἔρια, μάλιστα δὲ γίνονται ἂν ἀράχνης συγκατακλεισθῇ·
また、前にも言われたように、他の小動物も生じる。 あるものは羊毛や羊毛製品の中に生じるが、例えば衣類のシミ(衣魚)がそうであり、これは羊毛に塵がたまっているときにより発生しやすく、特にクモが一緒に閉じ込められると発生する。
ἐκπίνων γάρ, ἐάν τι ἐνῇ ὑγρόν, ξηραίνει.
というのも、クモは(羊毛の中に)湿気があればそれを吸い尽くして乾燥させるからである。
Γίνεται δὲ καὶ ἐν χιτῶνι ὁ σκώληξ οὗτος.
また、この虫はシャツ(衣類)の中にも生じる。
Καὶ ἐν κηρῷ δὲ γίνεται παλαιουμένῳ, ὥσπερ ἐν ξύλῳ ζῷον, ὃ δὴ δοκεῖ ἐλάχιστον εἶναι τῶν ζῴων πάντων καὶ καλεῖται ἀκαρί, λευκὸν καὶ μικρόν.
また、古くなった蝋の中には、木の中と同様に、あらゆる動物の中で最小であると思われる動物が生じ、これはアカリ(ダニ)と呼ばれ、白くて小さい。
Καὶ ἐν τοῖς βιβλίοις ἄλλα γίνεται, τὰ μὲν ὅμοια τοῖς ἐν τοῖς ἱματίοις, τὰ δὲ τοῖς σκορπίοις ἄνευ τῆς οὐρᾶς, μικρὰ πάμπαν·
また、本の中にも別のものが生じるが、あるものは衣類の中のものに似ており、別のものは尾のないサソリに似て、極めて小さい。
καὶ ὅλως ἐν πᾶσιν ὡς εἰπεῖν, ἔν τε τοῖς ξηροῖς ὑγραινομένοις καὶ ἐν τοῖς ὑγροῖς ξηραινομένοις, ὅσα ἔχει αὐτῶν ζωήν.
そして一般的に、言うなればすべてのものにおいて、乾燥したものが湿り、また湿ったものが乾くとき、それらのうちで生命(生気)を持つすべてのものの中に生じる。
Ἔστι δέ τι σκωλήκιον ὃ καλεῖται ξυλοφθόρον, οὐθενὸς ἧττον ἄτοπον τῶν ζῴων.
また、木食い虫と呼ばれる小さな虫がいるが、これは他のどんな動物にも劣らず奇妙である。
Ἡ μὲν γὰρ κεφαλὴ ἔξω τοῦ κελύφους προέρχεται ποικίλη, καὶ οἱ πόδες ἐπ’ ἄκρου, ὥσπερ τοῖς ἄλλοις σκώληξιν, ἐν χιτῶνι δὲ τὸ ἄλλο σῶμα ἀραχνιώδει, καὶ περὶ αὐτὸ κάρφη, ὥστε δοκεῖν προσέχεσθαι βαδίζοντι·
というのも、まだら模様の頭部が殻の外に突き出ており、脚は他の虫と同様に先端にあるが、体の他の部分はクモの糸のような鞘の中にあり、その周囲には枯れ枝があって、歩くときにそれが付着しているように見えるからである。
ταῦτα δὲ σύμφυτα τῷ χιτῶνί ἐστιν, ὥσπερ κοχλίᾳ τὸ ὄστρακον, οὕτω τὸ ἅπαν τῷ σκώληκι, καὶ οὐκ ἀποπίπτει ἀλλ’ ἀποσπᾶται ὥσπερ προσπεφυκότα·
これらは鞘と一体になっており、カタツムリにとっての殻がそうであるように、全体がこの虫と一体であって、脱落することはなく、まるで生着しているかのように引き剥がされる。
καὶ ἐάν τις τὸν χιτῶνα περιέλῃ, ἀποθνήσκει καὶ γίνεται ὁμοίως ἀχρεῖος ὥσπερ ὁ κοχλίας περιαιρεθέντος τοῦ ὀστράκου.
そして、もしこの鞘を取り去ると、死んでしまい、カタツムリの殻を取り去ったときと同様に使い物にならなくなる。
Χρόνου δὲ προϊόντος γίνεται καὶ οὗτος ὁ σκώληξ χρυσαλλὶς ὥσπερ αἱ κάμπαι, καὶ ζῇ ἀκινητίζων·
時間が経つと、この虫もまた毛虫のように蛹になり、動かずに生きる。
ὅ τι δ’ ἐξ αὐτοῦ γίνεται τῶν πτερωτῶν ζῴων, οὔπω συνῶπται.
それからどのような羽のある動物が生じるかは、まだ観察されていない。
Οἱ δ’ ἐρινεοὶ οἱ ἐν τοῖς ἐρινεοῖς ἔχουσι τοὺς καλουμένους ψῆνας.
また、野生のイチジクの中には、プセーン(イチジクコバチ)と呼ばれるものがいる。
Γίνεται δὲ τοῦτο πρῶτον σκωλήκιον, εἶτα περιρραγέντος τοῦ δέρματος ἐκπέτεται τοῦτο ἐγκαταλιπὼν ὁ ψήν, καὶ εἰσδύεται εἰς τὰ τῶν συκῶν ἐρινᾶ, καὶ διὰ στομάτων ποιεῖ μὴ ἀποπίπτειν τὰ ἐρινᾶ·
これは最初は小さな虫として生じ、それから皮が破れると、このプセーンが飛び立ち、イチジクの実の中に潜り込む。 そして(花の)開口部を通じてイチジクの実が落ちないようにする。
διὸ περιάπτουσί τε τὰ ἐρινᾶ πρὸς τὰς συκᾶς οἱ γεωργοί, καὶ φυτεύουσι πλησίον ταῖς συκαῖς ἐρινεούς.
それゆえ、農夫たちは野生のイチジクを栽培種のイチジクに結びつけたり、イチジクの木の近くに野生のイチジクを植えたりするのである。
§5.33Τῶν δὲ τετραπόδων καὶ ἐναίμων καὶ ᾠοτόκων αἱ μὲν γενέσεις εἰσὶ τοῦ ἔαρος, ὀχεύεται δ’ οὐ πάντα τὴν αὐτὴν ὥραν, ἀλλὰ τὰ μὲν ἔαρος τὰ δὲ θέρους τὰ δὲ περὶ τὸ μετόπωρον, ὡς ἑκάστοις πρὸς τὴν γένεσιν τῶν ἐκγόνων ἡ ἐπιοῦσα ὥρα συμφέρει.
四肢があり、血があり、卵生である動物の誕生は春に行われる。 しかし、交尾はすべてが同じ時期に行われるわけではなく、あるものは春に、別のものは夏に、また別のものは秋の時期に行われる。 それは、それぞれの動物にとって、子供の誕生に対して次の季節が適しているからである。
Ἡ μὲν οὖν χελώνη τίκτει ᾠὰ σκληρόδερμα καὶ δίχροα ὥσπερ τὰ τῶν ὀρνίθων, τεκοῦσα δὲ κατορύττει καὶ τὸ ἄνω ποιεῖ ἐπίκροτον·
さて、カメは鳥の卵のように硬い殻を持った二色の卵を産む。 産み落とすと、地中に埋めて、その上をしっかりと踏み固める。
ὅταν δὲ τοῦτο ποιήσῃ, φοιτῶσα ἐπῳάζει ἄνωθεν·
これを行うと、そこへ通って上から抱卵する。
ἐκλέπεται δὲ τὰ ᾠὰ τῷ ὑστέρῳ ἔτει.
卵は翌年に孵化する。
Ἡ δ’ ἑμὺς ἐξιοῦσα ἐκ τοῦ ὕδατος τίκτει, ὀρύξασα βόθυνον πιθώδη, καὶ ἐντεκοῦσα καταλείπει·
他方、ヌマガメは水から上がってきて、壷のような穴を掘って卵を産み、産み落とすとそのまま去る。
ἐάσασα δ’ ἡμέρας ἐλάττους ἢ τριάκοντα ἀνορύττει καὶ ἐκλέπει ταχύ, καὶ ἀπάγει τοὺς νεοττοὺς εὐθὺς εἰς τὸ ὕδωρ.
そして三十日未満の期間放置した後、掘り起こして速やかに孵化させ、子供たちを直ちに水へと連れて行く。
Τίκτουσι δὲ καὶ αἱ θαλάττιαι χελῶναι ἐν τῇ γῇ ᾠὰ ὅμοια τοῖς ὄρνισι τοῖς ἡμέροις, καὶ κατορύξασαι ἐπῳάζουσι τὰς νύκτας.
また、ウミガメも陸地に卵を産むが、これは家禽の卵に似ており、穴を埋めた後に夜間に抱卵する。
Τίκτουσι δὲ πολὺ πλῆθος ᾠῶν·
そして、非常に多くの数の卵を産む。
καὶ γὰρ εἰς ἑκατὸν τίκτουσιν ᾠά.
実際、百個に及ぶ卵を産む。
Τίκτουσι δὲ καὶ σαῦροι καὶ κροκόδειλοι οἱ χερσαῖοι καὶ οἱ ποτάμιοι εἰς τὴν γῆν.
また、トカゲや、陸生および川生のクロコダイルも、陸地に卵を産む。
Ἐκλέπεται δὲ τὰ τῶν σαύρων αὐτόματα ἐν τῇ γῇ·
トカゲの卵は地中で自然に孵化する。
οὐ γὰρ διετίζει ὁ σαῦρος·
トカゲは年を越さない(一年以上生きない)からである。
λέγεται γὰρ ἕκμηνος εἶναι βίος σαύρας.
実際、トカゲの寿命は六ヶ月であると言われている。
Ὁ δὲ ποτάμιος κροκόδειλος τίκτει μὲν ᾠὰ πολλά, τὰ πλεῖστα περὶ ἑξήκοντα, λευκὰ τὴν χρόαν, καὶ ἐπικάθηται δ’ ἡμέρας ἑξήκοντα (καὶ γὰρ καὶ βιοῖ χρόνον πολύν), ἐξ ἐλαχίστων δ’ ᾠῶν ζῷον μέγιστον γίνεται ἐκ τούτων·
一方、川のクロコダイルは多くの卵を産み、その数は最大で約六十個、色は白色であり、六十日間その上に座って抱卵する(というのも、この動物は長寿だからである)。 そして、これらは極めて小さな卵から、最も巨大な動物へと成長する。
τὸ μὲν γὰρ ᾠὸν οὐ μεῖζόν ἐστι χηνείου, καὶ ὁ νεοττὸς τούτου κατὰ λόγον, αὐξανόμενος δὲ γίνεται καὶ ἑπτακαίδεκα πήχεων.
卵自体はガチョウの卵より大きくなく、幼体もそれに比例して小さいが、成長すると十七ペーキュスに達する。
Λέγουσι δέ τινες ὅτι καὶ αὐξάνεται ἕως ἂν ζῇ.
生きている限り成長し続けると言う人々もいる。
§5.34Τῶν δὲ ὄφεων ὁ μὲν ἔχις ζῳοτοκεῖ ἔξω, ἐν αὑτῷ πρῶτον ᾠοτοκήσας·
蛇のうち、クサリヘビは、体内でまず卵を形成した後に、外には生きた幼体を産む(卵胎生である)。
τὸ δ’ ᾠόν, ὥσπερ τῶν ἰχθύων, μονόχρουν ἐστὶ καὶ μαλακόδερμον.
その卵は魚の卵と同様に単色で柔らかい殻を持つ。
Ὁ δὲ νεοττὸς ἄνω ἐπιγίνεται, καὶ οὐ περιέχει φλοιὸς ὀστρακώδης, ὥσπερ οὐδὲ τὰ τῶν ἰχθύων.
そして幼体はその上部に形成され、魚の卵と同様に、貝殻のような外皮がそれを取り囲むことはない。
Τίκτει δὲ μικρὰ ἐχίδια ἐν ὑμέσιν, οἳ περιρρήγνυνται τριταῖοι·
クサリヘビは、三日目に破れる膜の中に小さな幼体を産む。
ἐνίοτε δὲ καὶ τὰ ἔσω διαφαγόντα αὐτὰ ἐξέρχεται.
また、時には子供たちが(母親の)内部を食い破って自ら出てくることもある。
Τίκτει δ’ ἐν μιᾷ ἡμέρᾳ καθ’ ἕν, τίκτει δὲ πλείω ἢ εἴκοσιν·
一日で一匹ずつ、二十匹以上を産む。
οἱ δ’ ἄλλοι ὄφεις ᾠοτοκοῦσιν ἔξω, τὰ δ’ ᾠὰ ἀλλήλοις συνεχῆ ἐστὶν ὥσπερ αἱ τῶν γυναικῶν ὑποδερίδες·
しかし、他の蛇は外に卵を産み、その卵は女性の首飾りのように互いに連結している。
ὅταν δὲ τέκῃ εἰς τὴν γῆν, ἐπῳάζει.
地面に産み落とすと、それを抱卵する。
Ἐκλέπεται δὲ καὶ ταῦτα τῷ ὑστέρῳ ἔτει.
これらもまた翌年に孵化する。

語釈・文法注

  1. 5.32ἂν ἀράχνης συγκατακλεισθῇ — 接続法受動態三人称単数形 συγκατακλεισθῇ を伴う条件節。ἀράχνης は主格(ἀράχνη の後期・俗格的な異綴り)として機能しており、「クモが(羊毛と)共に閉じ込められるならば」という意味になる。
  2. 5.32ὥστε δοκεῖν προσέχεσθαι βαδίζοντι — 結果節 ὥστε に続く不定詞句。現在分詞男性単数与格の βαδίζοντι は、主節の与格名詞(σκώληκι、虫)と一致してその歩行動作を表し、「(虫が)歩くときに、[枯れ枝が]付着しているように見えるほどである」という意味を構成する。
  3. 5.34τὰ ἔσω διαφαγόντα — 中性複数対格の代名詞的表現 τὰ ἔσω(内部のもの、内臓)は、能動態分詞 διαφαγόντα(食い破って)の直接目的語である。クサリヘビの幼体が母親の胎内を食い破って生まれてくるという、古代に広く信じられていた生態観を反映している。

この箇所を引用する

アリストテレス, 動物誌 §5.32-5.34. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:5.32-5.34

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。