§5.31Τῶν δ’ ἐντόμων ὅσα σαρκοφάγα μὲν μή ἐστι, ζῇ δὲ χυμοῖς σαρκὸς ζώσης, οἷον οἵ τε φθεῖρες καὶ αἱ ψύλλαι καὶ κόρεις, ἐκ μὲν τῆς ὀχείας πάντα γεννᾷ τὰς καλουμένας κόνιδας, ἐκ δὲ τούτων ἕτερον οὐθὲν γίνεται πάλιν.
昆虫のうちで、肉食ではなく、生きている肉の汁によって生きているもの(例えば、シラミ、ノミ、トコジラミ)は、交尾からすべて、いわゆる「ニツ」を生み出すが、これらからは再び別のものは何も生じない。
Αὐτῶν δὲ γίνονται τούτων αἱ μὲν ψύλλαι ἐξ ἐλαχίστης σηπεδόνος (ὅπου γὰρ ἂν κόπρος ξηρὰ γένηται, ἐνταῦθα συνίστανται), αἱ δὲ κόρεις ἐκ τῆς ἰκμάδος τῆς ἀπὸ τῶν ζῴων συνισταμένης ἐκτός, οἱ δὲ φθεῖρες ἐκ τῶν σαρκῶν.
しかし、これら自体は以下のようにして生じる。 ノミはごくわずかな腐敗物から生じ(乾燥した糞がある場所ならどこでも、そこに発生する)、トコジラミは動物の体の外側に生じる湿気から生じ、シラミは肉から生じる。
Γίνονται δ’ ὅταν μέλλωσιν, οἷον ἴονθοι μικροί, οὐκ ἔχοντες πύον·
これらがまさに生じようとするときには、膿を持たない小さな吹き出物のようなものが現れる。
τούτους ἄν τις κεντήσῃ, ἐξέρχονται φθεῖρες.
これを突つくと、シラミが出てくる。
Ἐνίοις δὲ τοῦτο συμβαίνει τῶν ἀνθρώπων νόσημα, ὅταν ὑγρασία πολλὴ ἐν τῷ σώματι ᾖ·
一部の人々には、体内に多くの水分があるときに、これが病気として起こる。
καὶ διεφθάρησάν τινες ἤδη τοῦτον τὸν τρόπον, ὥσπερ Ἀλκμᾶνά τέ φασι τὸν ποιητὴν καὶ Φερεκύδην τὸν Σύριον.
そして、すでに何人かがこの方法で滅ぼされたと言われており、例えば詩人アルクマーンやシロスのペレキュデースがそうであったと人々は言う。
Καὶ ἐν νόσοις δέ τισι γίνεται πλῆθος φθειρῶν.
また、特定の病気においても多数のシラミが生じる。
Ἔστι δὲ γένος φθειρῶν οἳ καλοῦνται ἄγριοι, καὶ σκληρότεροι τῶν ἐν τοῖς πολλοῖς γιγνομένων·
また、「野生の」と呼ばれるシラミの一種があり、一般的な人々に生じるものよりも硬い。
εἰσὶ δ’ οὗτοι καὶ δυσαφαίρετοι ἀπὸ τοῦ χρωτός.
これらは皮膚から取り除くのも困難である。
Παισὶ μὲν οὖν οὖσιν αἱ κεφαλαὶ γίνονται φθειρώδεις, τοῖς δ’ ἀνδράσιν ἧττον.
それゆえ、子供であるときは頭にシラミがわきやすいが、大人の男にはそれほどでもない。
Γίνονται δὲ καὶ αἱ γυναῖκες τῶν ἀνδρῶν μᾶλλον φθειρώδεις.
また、女性は男性よりもシラミがわきやすい。
Ὅσοις δ’ ἂν ἐγγίνωνται ἐν τῇ κεφαλῇ, ἧττον πονοῦσι τὰς κεφαλάς.
頭にシラミがわいている人々は、頭痛に悩まされることが少ない。
Ἐγγίνονται δὲ καὶ τῶν ἄλλων ζῴων ἐν πολλοῖς φθεῖρες.
他の多くの動物にもシラミは生じる。
Καὶ γὰρ οἱ ὄρνιθες ἔχουσι, καὶ οἱ καλούμενοι φασιανοὶ ἐὰν μὴ κονιῶνται, διαφθείρονται ὑπὸ τῶν φθειρῶν.
鳥たちもシラミを持っており、いわゆるキジなどは、砂浴びをしなければ、シラミによって滅ぼされてしまう。
Καὶ τῶν ἄλλων δὲ ὅσα πτερὰ ἔχει, τῶν ἐχόντων καυλὸν καὶ τῶν ἐχόντων τρίχας.
また、羽を持つ他の動物(羽軸を持つもの)や、毛を持つ動物のすべてがそうである。
Πλὴν ὄνος οὐκ ἔχει οὔτε φθεῖρας οὔτε κρότωνας.
ただし、ロバはシラミもダニも持たない。
Οἱ δὲ βόες ἔχουσιν ἄμφω·
牛は両方を持つ。
τὰ δὲ πρόβατα καὶ αἶγες κρότωνας, φθεῖρας δ’ οὐκ ἔχουσιν·
羊と山羊はダニを持つが、シラミは持たない。
καὶ αἱ ὕες φθεῖρας μεγάλους καὶ σκληρούς.
そして豚は、大きくて頑丈なシラミを持つ。
Ἐν δὲ τοῖς κυσὶν οἱ καλούμενοι γίνονται κυνοραῖσται.
犬には、いわゆるイヌダニが生じる。
Πάντες δ’ οἱ φθεῖρες ἐν τοῖς ἔχουσιν ἐξ αὐτῶν γίνονται τῶν ζῴων.
すべてのシラミは、それらを宿している動物自身から生じる。
Γίνονται δ’ οἱ φθεῖρες μᾶλλον ὅταν μεταβάλλωσι τὰ ὕδατα οἷς λούονται, ὅσα ἔχει τῶν λουομένων φθεῖρας.
シラミを宿している動物が、体を洗う水を替えるとき、シラミはより多く発生する。
Ἐν δὲ τῇ θαλάττῃ γίνονται μὲν ἐν τοῖς ἰχθύσι φθεῖρες, οὗτοι δ’ οὐκ ἐξ αὐτῶν τῶν ἰχθύων ἀλλ’ ἐκ τῆς ἰλύος·
海の中では、魚にシラミが生じるが、これらは魚自体からではなく、泥から生じる。
εἰσὶ δὲ τὰς ὄψεις ὅμοιοι τοῖς ὄνοις τοῖς πολύποσι, πλὴν τὴν οὐρὰν ἔχουσι πλατεῖαν.
それらの姿は、多足のワラジムシに似ているが、尾が平たい。
Ἕν δ’ εἶδός ἐστι τῶν φθειρῶν τῶν θαλαττίων, καὶ γίνονται πανταχοῦ, μάλιστα δὲ περὶ τὰς τρίγλας.
海のシラミは一種類であり、至る所に発生するが、特にヒメジの周囲に多い。
Πάντα δὲ πολύποδα ταῦτ’ ἐστὶ καὶ ἄναιμα τὰ ἔντομα.
これらの虫はすべて多足であり、無血である。
Ὁ δὲ τῶν θύννων οἶστρος γίνεται μὲν περὶ τὰ πτερύγια, ἔστι δ’ ὅμοιος τοῖς σκορπίοις, καὶ τὸ μέγεθος ἡλίκος ἀράχνης.
マグロの「アブ」は鰭の周囲に発生し、サソリに似ており、大きさはクモほどである。
Ἐν δὲ τῇ θαλάττῃ τῇ ἀπὸ Κυρήνης πρὸς Αἴγυπτον ἔστι περὶ τὸν δελφῖνα ἰχθὺς ὃν καλοῦσι φθεῖρα·
キュレネからエジプトにかけての海には、イルカの周囲に「シラミ」と呼ばれる魚がいる。
ὃς γίνεται πάντων πιότατος διὰ τὸ ἀπολαύειν τροφῆς ἀφθόνου θηρεύοντος τοῦ δελφῖνος.
これは、イルカが狩りをするときに豊富な食物を享受できるため、あらゆる魚の中で最も肥えている。