§5.32Γίνεται δὲ καὶ ἄλλα ζῳδάρια, ὥσπερ ἐλέχθη καὶ πρότερον, τὰ μὲν ἐν ἐρίοις καὶ ὅσα ἐξ ἐρίων ἐστίν, οἷον οἱ σῆτες, οἳ ἐμφύονται μᾶλλον ὅταν κονιορτώδη ᾖ τὰ ἔρια, μάλιστα δὲ γίνονται ἂν ἀράχνης συγκατακλεισθῇ·
正如先前所说,其他小动物也会产生,有些产生在羊毛及羊毛制品中,例如衣蛾,当羊毛多尘时它们更容易滋生,尤其是如果把蜘蛛一起关在里面时更容易产生;因为蜘蛛会吸尽其中含有的任何水分,使其干燥。
ἐκπίνων γάρ, ἐάν τι ἐνῇ ὑγρόν, ξηραίνει. Γίνεται δὲ καὶ ἐν χιτῶνι ὁ σκώληξ οὗτος.
这种虫子也产生在衬衫中。
Καὶ ἐν κηρῷ δὲ γίνεται παλαιουμένῳ, ὥσπερ ἐν ξύλῳ ζῷον, ὃ δὴ δοκεῖ ἐλάχιστον εἶναι τῶν ζῴων πάντων καὶ καλεῖται ἀκαρί, λευκὸν καὶ μικρόν.
在陈旧的蜡中,就像在木头中一样,也会产生一种动物,这确实被认为是所有动物中最小的,被称为‘阿卡里’(螨虫),呈白色且微小。
Καὶ ἐν τοῖς βιβλίοις ἄλλα γίνεται, τὰ μὲν ὅμοια τοῖς ἐν τοῖς ἱματίοις, τὰ δὲ τοῖς σκορπίοις ἄνευ τῆς οὐρᾶς, μικρὰ πάμπαν· καὶ ὅλως ἐν πᾶσιν ὡς εἰπεῖν, ἔν τε τοῖς ξηροῖς ὑγραινομένοις καὶ ἐν τοῖς ὑγροῖς ξηραινομένοις, ὅσα ἔχει αὐτῶν ζωήν.
在书籍中也会产生其他的虫子,有些类似于衣服里的虫子,另一些则像没有尾巴的蝎子,极其微小;总的来说,可以说在所有事物中,不论是在变潮湿的干燥物中,还是在变干燥的潮湿物中,只要它们其中含有生命(生机),就会产生这些虫子。
Ἔστι δέ τι σκωλήκιον ὃ καλεῖται ξυλοφθόρον, οὐθενὸς ἧττον ἄτοπον τῶν ζῴων.
还有一种被称为‘蚀木虫’的小虫,其奇异程度不亚于任何动物。
Ἡ μὲν γὰρ κεφαλὴ ἔξω τοῦ κελύφους προέρχεται ποικίλη, καὶ οἱ πόδες ἐπ’ ἄκρου, ὥσπερ τοῖς ἄλλοις σκώληξιν, ἐν χιτῶνι δὲ τὸ ἄλλο σῶμα ἀραχνιώδει, καὶ περὶ αὐτὸ κάρφη, ὥστε δοκεῖν προσέχεσθαι βαδίζοντι· ταῦτα δὲ σύμφυτα τῷ χιτῶνί ἐστιν, ὥσπερ κοχλίᾳ τὸ ὄστρακον, οὕτω τὸ ἅπαν τῷ σκώληκι, καὶ οὐκ ἀποπίπτει ἀλλ’ ἀποσπᾶται ὥσπερ προσπεφυκότα· καὶ ἐάν τις τὸν χιτῶνα περιέλῃ, ἀποθνήσκει καὶ γίνεται ὁμοίως ἀχρεῖος ὥσπερ ὁ κοχλίας περιαιρεθέντος τοῦ ὀστράκου.
因为它的头部呈斑驳色,伸出壳外,脚在末端,正如其他幼虫一样,但身体的其余部分处于一个蜘蛛网状的鞘中,周围环绕着枯枝,以至于走动时看起来像是附着在上面;这些与鞘长在一起,就像蜗牛的贝壳一样,整个鞘与幼虫一体,不会脱落,而是像生在上面一样被撕开;如果有人剥去这个鞘,它就会死亡,并且变得像被剥去贝壳的蜗牛一样无用。
Χρόνου δὲ προϊόντος γίνεται καὶ οὗτος ὁ σκώληξ χρυσαλλὶς ὥσπερ αἱ κάμπαι, καὶ ζῇ ἀκινητίζων· ὅ τι δ’ ἐξ αὐτοῦ γίνεται τῶν πτερωτῶν ζῴων, οὔπω συνῶπται.
随着时间推移,这种幼虫也会像毛虫一样变成蛹,并在不活动的状态下存活;但它会变成什么样的有翼动物,目前尚未被观察到。
Οἱ δ’ ἐρινεοὶ οἱ ἐν τοῖς ἐρινεοῖς ἔχουσι τοὺς καλουμένους ψῆνας.
野生无花果树的野果中含有被称为“榕小蜂”的昆虫。
Γίνεται δὲ τοῦτο πρῶτον σκωλήκιον, εἶτα περιρραγέντος τοῦ δέρματος ἐκπέτεται τοῦτο ἐγκαταλιπὼν ὁ ψήν, καὶ εἰσδύεται εἰς τὰ τῶν συκῶν ἐρινᾶ, καὶ διὰ στομάτων ποιεῖ μὴ ἀποπίπτειν τὰ ἐρινᾶ· διὸ περιάπτουσί τε τὰ ἐρινᾶ πρὸς τὰς συκᾶς οἱ γεωργοί, καὶ φυτεύουσι πλησίον ταῖς συκαῖς ἐρινεούς.
这最初产生为小虫,然后当外皮破裂时,这只小蜂飞出,留下外皮,并钻入栽培无花果树的果实中,通过果实的小口防止无花果脱落;因此,农夫们将野无花果绑在无花果树上,并在无花果树附近种植野无花果树。
§5.33Τῶν δὲ τετραπόδων καὶ ἐναίμων καὶ ᾠοτόκων αἱ μὲν γενέσεις εἰσὶ τοῦ ἔαρος, ὀχεύεται δ’ οὐ πάντα τὴν αὐτὴν ὥραν, ἀλλὰ τὰ μὲν ἔαρος τὰ δὲ θέρους τὰ δὲ περὶ τὸ μετόπωρον, ὡς ἑκάστοις πρὸς τὴν γένεσιν τῶν ἐκγόνων ἡ ἐπιοῦσα ὥρα συμφέρει.
在有血且卵生的四足动物中,生育发生在春季,但它们并非都在同一季节交尾,而是有的在春季,有的在夏季,有的在秋季前后,因为接下来的季节对于它们各自后代的诞生是有益的。
Ἡ μὲν οὖν χελώνη τίκτει ᾠὰ σκληρόδερμα καὶ δίχροα ὥσπερ τὰ τῶν ὀρνίθων, τεκοῦσα δὲ κατορύττει καὶ τὸ ἄνω ποιεῖ ἐπίκροτον· ὅταν δὲ τοῦτο ποιήσῃ, φοιτῶσα ἐπῳάζει ἄνωθεν· ἐκλέπεται δὲ τὰ ᾠὰ τῷ ὑστέρῳ ἔτει.
陆龟产下硬壳且呈双色的蛋,就像鸟蛋一样,产下后它将蛋掩埋,并把上面的泥土拍实;做好这些后,它会经常前来在上面孵卵;蛋在第二年孵化。
Ἡ δ’ ἑμὺς ἐξιοῦσα ἐκ τοῦ ὕδατος τίκτει, ὀρύξασα βόθυνον πιθώδη, καὶ ἐντεκοῦσα καταλείπει· ἐάσασα δ’ ἡμέρας ἐλάττους ἢ τριάκοντα ἀνορύττει καὶ ἐκλέπει ταχύ, καὶ ἀπάγει τοὺς νεοττοὺς εὐθὺς εἰς τὸ ὕδωρ.
而泽龟则从水中爬出来产卵,它掘出一个坛子状的坑,产下蛋后便离去;在搁置少于三十天后,它又将其掘出并迅速孵化,随即把幼龟带入水中。
Τίκτουσι δὲ καὶ αἱ θαλάττιαι χελῶναι ἐν τῇ γῇ ᾠὰ ὅμοια τοῖς ὄρνισι τοῖς ἡμέροις, καὶ κατορύξασαι ἐπῳάζουσι τὰς νύκτας.
海龟也在陆地上产卵,其蛋类似于家禽的蛋,掩埋后它们在夜间孵卵。
Τίκτουσι δὲ πολὺ πλῆθος ᾠῶν· καὶ γὰρ εἰς ἑκατὸν τίκτουσιν ᾠά.
它们产下数量极多的蛋;事实上,它们能产下多达一百个蛋。
Τίκτουσι δὲ καὶ σαῦροι καὶ κροκόδειλοι οἱ χερσαῖοι καὶ οἱ ποτάμιοι εἰς τὴν γῆν.
蜥蜴、陆地鳄鱼和河流鳄鱼也在陆地上产卵。
Ἐκλέπεται δὲ τὰ τῶν σαύρων αὐτόματα ἐν τῇ γῇ· οὐ γὰρ διετίζει ὁ σαῦρος· λέγεται γὰρ ἕκμηνος εἶναι βίος σαύρας.
蜥蜴的蛋在泥土中自然孵化;因为蜥蜴不能活过一年,据说蜥蜴的寿命只有六个月。
Ὁ δὲ ποτάμιος κροκόδειλος τίκτει μὲν ᾠὰ πολλά, τὰ πλεῖστα περὶ ἑξήκοντα, λευκὰ τὴν χρόαν, καὶ ἐπικάθηται δ’ ἡμέρας ἑξήκοντα (καὶ γὰρ καὶ βιοῖ χρόνον πολύν), ἐξ ἐλαχίστων δ’ ᾠῶν ζῷον μέγιστον γίνεται ἐκ τούτων· τὸ μὲν γὰρ ᾠὸν οὐ μεῖζόν ἐστι χηνείου, καὶ ὁ νεοττὸς τούτου κατὰ λόγον, αὐξανόμενος δὲ γίνεται καὶ ἑπτακαίδεκα πήχεων.
而河流鳄鱼产卵很多,最多可达六十个左右,颜色呈白色,它在上面孵卵六十天(因为它的寿命也很长),在这些动物中,最庞大的动物是从最小的蛋中产生出来的;因为它的蛋不比鹅蛋大,幼体也与此相应地小,但随着生长,它甚至能达到十七肘长。
Λέγουσι δέ τινες ὅτι καὶ αὐξάνεται ἕως ἂν ζῇ.
也有人说,它只要活着就会一直生长。
§5.34Τῶν δὲ ὄφεων ὁ μὲν ἔχις ζῳοτοκεῖ ἔξω, ἐν αὑτῷ πρῶτον ᾠοτοκήσας· τὸ δ’ ᾠόν, ὥσπερ τῶν ἰχθύων, μονόχρουν ἐστὶ καὶ μαλακόδερμον.
在蛇类中,毒蛇在体内先形成蛋,然后将活的幼仔产在体外(属于卵胎生);其蛋就像鱼蛋一样,是单色的且皮质柔软。
Ὁ δὲ νεοττὸς ἄνω ἐπιγίνεται, καὶ οὐ περιέχει φλοιὸς ὀστρακώδης, ὥσπερ οὐδὲ τὰ τῶν ἰχθύων.
幼仔在其上部形成,并且没有贝壳状的外皮包裹着它,就像鱼类的蛋一样。
Τίκτει δὲ μικρὰ ἐχίδια ἐν ὑμέσιν, οἳ περιρρήγνυνται τριταῖοι· ἐνίοτε δὲ καὶ τὰ ἔσω διαφαγόντα αὐτὰ ἐξέρχεται.
它在包膜中产下微小的幼蛇,这些包膜在第三天破裂;有时它们甚至咬穿内部器官而自行爬出。
Τίκτει δ’ ἐν μιᾷ ἡμέρᾳ καθ’ ἕν, τίκτει δὲ πλείω ἢ εἴκοσιν· οἱ δ’ ἄλλοι ὄφεις ᾠοτοκοῦσιν ἔξω, τὰ δ’ ᾠὰ ἀλλήλοις συνεχῆ ἐστὶν ὥσπερ αἱ τῶν γυναικῶν ὑποδερίδες· ὅταν δὲ τέκῃ εἰς τὴν γῆν, ἐπῳάζει.
它在一天之内一只接一只地产出,共产下二十多只;但其他蛇类则在体外产卵,它们的蛋彼此相连,就像妇女的项链一样;当它把蛋产在泥土中后,就会进行孵卵。
Ἐκλέπεται δὲ καὶ ταῦτα τῷ ὑστέρῳ ἔτει.
这些蛋也是在第二年孵化。