§6.1## Ζ.
Αἱ μὲν οὖν τῶν ὄφεων καὶ τῶν ἐντόμων γενέσεις, ἔτι δὲ τῶν τετραπόδων καὶ ᾠοτόκων, τοῦτον ἔχουσι τὸν τρόπον.
さて、蛇や昆虫、さらには四肢があって卵生の動物の誕生は、このようである。
Οἱ δ’ ὄρνιθες ᾠοτοκοῦσι μὲν ἅπαντες, ἡ δ’ ὥρα τῆς ὀχείας καὶ οἱ τόκοι οὐ πᾶσιν ὁμοίως ἔχουσιν.
他方、鳥類はすべて卵を産むが、交尾の時期や産卵は、すべてにおいて同様というわけではない。
Τὰ μὲν γὰρ καὶ ὀχεύεται καὶ τίκτει κατὰ πάντα τὸν χρόνον ὡς εἰπεῖν, οἷον ἀλεκτορὶς καὶ περιστερά, ἡ μὲν ἀλεκτορὶς ὅλον τὸν ἐνιαυτὸν ἔξω δύο μηνῶν τῶν ἐν τῷ χειμῶνι τροπικῶν.
というのも、あるものは言ってみれば年中いつでも交尾して卵を産むからである。 例えばニワトリやハトがそうであり、ニワトリは冬の至点の時期の二ヶ月を除いて一年中産卵する。
Πλῆθος δὲ τίκτουσιν ἔνιαι καὶ τῶν γενναίων πρὸ ἐπῳασμοῦ καὶ ἑξήκοντα·
また、良質な品種のニワトリの中には、抱卵する前に六十個もの多くの卵を産むものもいる。
καίτοι ἧττον πολυτόκοι αἱ γενναῖαι τῶν ἀγεννῶν εἰσίν.
もっとも、良質な品種は普通の品種よりも多産ではないのであるが。
Αἱ δὲ Ἀδριαναὶ ἀλεκτορίδες εἰσὶ· μὲν μικραὶ τὸ μέγεθος, τίκτουσι δ’ ἀν’ ἑκάστην ἡμέραν·
アドリア産のニワトリは、体躯は小さいが、毎日卵を産む。
εἰσὶ δὲ χαλεπαί, καὶ κτείνουσι τοὺς νεοττοὺς πολλάκις·
しかし気性が荒く、しばしば自分の雛を殺してしまう。
χρώματα δὲ παντοδαπὰ ἔχουσιν.
羽の色は様々である。
Τίκτουσι δὲ καὶ οἰκογενεῖς ἔνιαι δὶς τῆς ἡμέρας·
また、家飼いのものの中には、一日に二度産むものもいる。
ἤδη δέ τινες λίαν πολυτοκήσασαι ἀπέθανον διὰ ταχέων.
あまりに多く産みすぎて、すぐに死んでしまったものさえこれまでにいた。
Αἱ μὲν οὖν ἀλεκτορίδες τίκτουσιν, ὥσπερ εἴρηται, συνεχῶς· περιστερὰ δὲ καὶ φάττα καὶ τρυγὼν καὶ οἰνὰς διτοκοῦσι μέν, ἀλλ’ αἱ περιστεραὶ καὶ δεκάκις τοῦ ἐνιαυτοῦ τίκτουσιν.
さて、ニワトリは言われたように絶えず産むが、ハト、モリバト、キジバト、ノバトは一度に二個の卵を産むものの、ハトは一年のうちに十回も産む。
Οἱ δὲ πλεῖστοι τῶν ὀρνίθων τίκτουσι τὴν ἐαρινὴν ὥραν, καὶ εἰσὶν οἱ μὲν πολύγονοι αὐτῶν, πολύγονοι δὲ διχῶς, οἱ μὲν τῷ πολλάκις, ὥσπερ αἱ περιστεραί, οἱ δὲ τῷ πολλά, ὥσπερ αἱ ἀλεκτορίδες.
しかし大半の鳥は春の時期に卵を産み、その中には多産なものもいるが、多産には二つの意味がある。 一つは度数が多いことによるもので、ハトのようであり、もう一つは量が多いことによるもので、ニワトリのようである。
Τὰ δὲ γαμψώνυχα πάντα ὀλιγόγονά ἐστιν, ἔξω κεγχρίδος·
他方、鉤爪を持つ鳥は、チョウゲンボウを除いてすべて少産である。
αὕτη δὲ πλεῖστα τίκτει τῶν γαμψωνύχων.
チョウゲンボウは鉤爪を持つ鳥の中で最も多く卵を産む。
Ὦπται μὲν οὖν καὶ τέτταρα ἤδη, τίκτει δὲ καὶ πλείω.
実際、これまでに四個が観察されたことがあるが、それ以上産むこともある。
Τίκτουσι δὲ τὰ μὲν ἄλλα ἐν νεοττιαῖς, τὰ δὲ μὴ πτητικὰ οὐκ ἐν νεοττιαῖς, οἷον αἵ τε πέρδικες καὶ οἱ ὄρτυγες, ἀλλ’ ἐν τῇ γῇ, ἐπηλυγαζόμενα ὕλην.
また、他の鳥は巣の中に産むが、飛行能力の低い鳥、例えばシャコやウズラなどは巣の中ではなく、藪で身を隠して地面の上に産む。
Ὡσαύτως δὲ καὶ κόρυδος καὶ τέτριξ.
ヒバリやテトリクスも同様である。
Ταῦτα μὲν οὖν ὑπηνέμους ποιεῖται τὰς νεοττεύσεις·
これらは風を避けた場所に巣を作る。
ὃν δ’ οἱ Βοιωτοὶ καλοῦσιν εἴροπα, εἰς τὰς ὀπὰς ἐν τῇ γῇ καταδυόμενος νεοττεύει μόνος.
他方、ボイオティア人がエイロプスと呼ぶ鳥は、地面の穴に潜り込んで、ただ一種だけで地中に巣を作る。
Αἱ δὲ κίχλαι νεοττιὰν μὲν ποιοῦνται ὥσπερ αἱ χελιδόνες ἐκ πηλοῦ ἐπὶ τοῖς ὑψηλοῖς τῶν δένδρων, ἐφεξῆς δὲ ποιοῦσιν ἀλλήλαις καὶ ἐχομένας, ὥστ’ εἶναι διὰ τὴν συνέχειαν ὥσπερ ὁρμαθὸν νεοττιῶν.
ツグミ類はツバメのように泥を使って高い木の上に巣を作るが、お互いに隣り合わせに連続して作るため、その連続性のために、まるで巣の数珠つなぎのようになる。
Ὁ δ’ ἔποψ μόνος οὐ ποιεῖται νεοττιὰν τῶν καθ’ ἑαυτὰ νεοττευόντων, ἀλλ’ εἰσδυόμενος εἰς τὰ στελέχη ἐν τοῖς κοίλοι αὐτῶν τίκτει, οὐδὲν συμφορούμενος·
ヤツガシラは、自ら巣作りをする鳥たちの中で、唯一自分では巣を作らず、幹の空洞の中に入り込んで卵を産み、何も材料を集めない。
Ὁ δὲ κόκκυξ καὶ ἐν οἰκίᾳ νεοττεύει καὶ ἐν πέτραις.
また、カッコウは家の中や岩の間にも営巣する。
Ἡ δὲ τέτριξ, ἣν καλοῦσιν Ἀθηναῖοι οὔραγα, οὔτ’ ἐπὶ τῆς γῆς νεοττεύει οὔτ’ ἐπὶ τοῖς δένδρεσιν, ἀλλ’ ἐπὶ τοῖς χαμαιζήλοις φυτοῖς.
また、アテナイ人がウーラクスと呼ぶテトリクスは、地上にも木の上にも巣を作らず、背の低い植物の上に作る。