§5.28Αἱ δ’ ἀκρίδες ὀχεύονται μὲν τὸν αὐτὸν τρόπον τοῖς ἄλλοις ἐντόμοις, ἐπιβαίνοντος τοῦ ἐλάττονος ἐπὶ τὸ μεῖζον (τὸ γὰρ ἄρρεν ἔλαττόν ἐστι), τίκτουσι δ’ εἰς τὴν γῆν καταπήξασαι τὸν πρὸς τῇ κέρκῳ καυλόν, ὃν οἱ ἄρρενες οὐκ ἔχουσιν.
バッタは他の昆虫と同様の方法で交尾する。 小さい方が大きい方の体に乗る(雄の方が小さいからである)。 そして、雄が持っていない、尾の近くにある管を土中に突き刺して卵を産む。
Ἀθρόαι δὲ τίκτουσι καὶ κατὰ τὸν αὐτὸν τόπον, ὥστε εἶναι καθαπερεὶ κηρίον.
彼らは群がって同じ場所に卵を産むので、まるで蜂の巣のようになる。
Εἶθ’ ὅταν τέκωσιν, ἐνταῦθα γίνονται σκώληκες ᾠοειδεῖς, οἳ περιλαμβάνονται ὑπό τινος γῆς λεπτῆς ὥσπερ ὑμένος·
そして産卵すると、そこには卵形の幼虫が生じ、それらは膜のような薄い土によって包まれる。
ἐκ ταύτης δ’ ἐκπέττονται.
そして、この中から孵化する。
Γίνεται δὲ μαλακὰ τὰ κυήματα οὕτως ὥστ’ ἄν τις ἅψηται συνθλίβεσθαι.
この卵は非常に柔らかく、触れるとつぶれてしまうほどである。
Ταῦτα δ’ οὐκ ἐπιπολῆς ἀλλὰ μικρὸν ὑπὸ γῆς ἐστίν.
これらは地表ではなく、土の少し下にある。
Ὅταν δὲ πεφθῶσιν, ἐκδύνουσιν ἐκ τοῦ γεοειδοῦς τοῦ περιέχοντος ἀκρίδες μικραὶ καὶ μέλαιναι·
それらが成熟すると、それらを取り囲んでいる土のような包みから、小さくて黒いバッタが抜け出てくる。
εἶτα περιρρήγνυται αὐταῖς τὸ δέρμα, καὶ γίνονται εὐθὺς μείζους.
その後、彼女たちの皮が破れ、すぐに大きくなる。
Τίκτουσι δὲ λήγοντος τοῦ θέρους, καὶ τεκοῦσαι ἀποθνήσκουσιν·
彼らは夏の終わりに卵を産み、産卵すると死んでしまう。
ἅμα γὰρ τικτούσαις σκώληκες ἐγγίνονται περὶ τὸν τράχηλον.
産卵するのと同時に、首の周りに虫が生じるからである。
Καὶ οἱ ἄρρενες δὲ ἀποθνήσκουσι περὶ τὸν αὐτὸν χρόνον.
雄たちも同じ時期に死ぬ。
Ἐκδύνουσι δ’ ἐκ τῆς γῆς τοῦ ἔαρος.
そして春になると土から抜け出てくる。
Οὐ γίνονται δ’ ἀκρίδες οὔτ’ ἐν τῇ ὀρεινῇ οὔτ’ ἐν τῇ λυπρᾷ, ἀλλ’ ἐν τῇ πεδιάδι καὶ κατερρωγυίᾳ·
バッタは山地や痩せた土地には生じず、平野やひび割れた土地に生じる。
ἐν ταῖς ῥωγμαῖς γὰρ ἐκτίκτουσιν.
彼らはそのひび割れの中に卵を産むからである。
Διαμένει δὲ τὰ ᾠὰ τὸν χειμῶνα ἐν τῇ γῇ· ἅμα δὲ τῷ θέρει γίνονται ἐκ τῶν περυσινῶν κυημάτων ἀκρίδες.
卵は冬の間、土の中で過ごし、夏になると前年の卵からバッタが生じる。
§5.29Ὁμοίως δὲ τίκτουσι καὶ οἱ ἀττέλαβοι, καὶ τεκόντες ἀποθνήσκουσιν.
アッテラボスも同様に卵を産み、産卵すると死ぬ。
Φθείρεται δ’ αὐτῶν τὰ ᾠὰ ὑπὸ τῶν μετοπωρινῶν ὑδάτων, ὅταν πολλὰ γένηται·
彼らの卵は、秋の雨が多く降ると、それによって滅ぼされる。
ἂν δ’ αὐχμὸς συμβῇ, τότε γίνονται μᾶλλον πολλοὶ οἱ ἀττέλαβοι διὰ τὸ μὴ φθείρεσθαι ὁμοίως, ἐπεὶ ἄτακτός γε δοκεῖ ἡ φθορὰ αὐτῶν, καὶ γίνεσθαι ὅπως αν τύχῃ.
しかし干ばつが起こると、同様に滅ぼされることがないため、そのときアッテラボスはより多く発生する。 彼らの消滅は不規則であり、偶然に左右されるように思われるからである。
§5.30Τῶν δὲ τεττίγων γένη μέν ἐστι δύο, οἱ μὲν μικροί, οἳ πρῶτοι φαίνονται καὶ τελευταῖοι ἀπόλλυνται, οἱ δὲ μεγάλοι, οἱ ᾄδοντες, οἳ καὶ ὕστερον γίνονται καὶ πρότερον ἀπόλλυνται.
セミの種類には2つあり、一方は小型で、最初に現れて最後に消え、他方は大型で、鳴くものであり、後に現れて先に消える。
Ὁμοίως δ’ ἔν τε τοῖς μικροῖς καὶ τοῖς μεγάλοις οἱ μὲν διῃρημένοι εἰσὶ τὸ ὑπόζωμα, οἱ ᾄδοντες, οἱ δὲ ἀδιαίρετοι, οἱ οὐκ ᾄδοντες.
小型のものにも大型のものにも同様に、横隔膜が分かれているものがあり、これらが鳴くものであり、分かれていないものは鳴かないものである。
Καλοῦσι δέ τινες τοὺς μὲν μεγάλους καὶ ᾄδοντας ἀχέτας, τοὺς δὲ μικροὺς τεττιγόνια·
ある人々は、大型で鳴くものをアケタースと呼び、小型のものをテッティゴニアと呼ぶ。
ᾄδουσι δὲ μικρὸν καὶ τούτων οἱ διῃρημένοι.
後者の中でも、分かれているものは少し鳴く。
Οὐ γίνονται δὲ τέττιγες ὅπου μὴ δένδρα ἐστίν·
セミは樹木のない場所には生じない。
διὸ καὶ ἐν Κυρήνῃ οὐ γίνονται ἐν τῷ πεδίῳ, περὶ δὲ τὴν πόλιν πολλοί, μάλιστα δ’ οὗ ἐλαῖαι·
それゆえ、キュレネでは平野には生じず、市の周辺には多く生じるが、とりわけオリーブの木がある場所に多い。
οὐ γὰρ γίνονται παλίνσκιοι.
なぜなら、彼らは深い陰には生じないからである。
Ἐν γὰρ τοῖς ψυχροῖς οὐ γίνονται τέττιγες, διὸ οὐδ’ ἐν τοῖς συσκίοις ἄλσεσιν.
寒い場所にはセミは生じない。 そのため、陰の多い密林にも生じない。
Ὀχεύονται δ’ ὁμοίως οἱ μεγάλοι ἀλλήλοις καὶ οἱ μικροί, ὕπτιοι συνδυαζόμενοι πρὸς ἀλλήλους·
大型のものも小型のものも同様に交尾するが、互いに仰向けになって結合する。
ἐναφίησι δ’ ὁ ἄρρην εἰς τὴν θήλειαν, ὥσπερ καὶ τἆλλα ἔντομα.
そして雄が雌の中に放ち、それは他の昆虫と同様である。
Ἔχει δὲ καὶ ἡ θήλεια αἰδοῖον ἐσχισμένον·
雌もまた裂けた生殖器を持っている。
θήλεια δ’ ἐστὶν εἰς ἣν ἀφίησιν ὁ ἄρρην.
そして、雄が放ち入れる相手が雌である。
Τίκτουσι δ’ ἐν τοῖς ἀργοῖς, τρυπῶντες ᾧ ἔχουσιν ὄπισθεν ὀξεῖ, καθάπερ καὶ οἱ ἀττέλαβοι·
彼らは休耕地に卵を産むが、アッテラボスと同様に、後部にある尖った器官で穴を開けて産む。
καὶ γὰρ οἱ ἀττέλαβοι τίκτουσιν ἐν τοῖς ἀργοῖς, διὸ πολλοὶ ἐν τῇ Κυρηναίᾳ γίνονται.
アッテラボスもまた休耕地に産むため、キュレネ地方には多く生じる。
Ἐντίκτουσι δὲ καὶ ἐν τοῖς καλάμοις ἐν οἷς ἱστᾶσι τὰς ἀμπέλους· διατρυπῶντες τοὺς καλάμους, καὶ ἐν τοῖς τῆς σκίλλης καυλοῖς.
また、葡萄の木を支えるために立てる葦にも、葦に穴を開けて産みつけ、さらにカイソウの茎の中にも産む。
Ταῦτα δὲ τὰ κυήματα καταρρεῖ εἰς τὴν γῆν.
これらの卵は土の中へ滑り落ちる。
Γίνονται δὲ πολλοὶ ὅταν ἐπομβρία γένηται.
雨が多く降ると、彼らは多く発生する。
Ὁ δὲ σκώληξ αὐξηθεὶς ἐν τῇ γῇ γίνεται τεττιγομήτρα· καὶ εἰσὶ τότε ἥδιστοι, πρὶν περιρραγῆναι τὸ κέλυφος.
土の中で成長した幼虫はテッティゴメートラになり、殻が破れる前のこの時期が最も美味しい。
Ὅταν δ’ ἡ ὥρα ἔλθῃ περὶ τροπάς, ἐξέρχονται νύκτωρ, καὶ εὐθὺς ῥήγνυταί τε τὸ κέλυφος καὶ γίνονται τέττιγες ἐκ τῆς τεττιγομήτρας, καὶ γίνονται μέλανες καὶ σκληρότεροι εὐθὺς καὶ μείζους, καὶ ᾄδουσιν.
至点の頃にその時期が来ると、彼らは夜間に出てきて、すぐに殻が破れてテッティゴメートラからセミが現れ、すぐに黒く、より硬く、より大きくなって鳴き始める。
Εἰσὶ δ’ ἄρρενες μὲν οἱ ᾄδοντες ἐν ἀμφοτέροις τοῖς γένεσι, θήλεις δ’ οἱ ἕτεροι.
どちらの種類においても鳴くのは雄であり、もう一方は雌である。
Καὶ τὸ μὲν πρῶτον ἡδίους οἱ ἄρρενες, μετὰ δὲ τὴν ὀχείαν αἱ θήλειαι·
そして最初は雄の方が美味しいが、交尾の後は雌の方が美味しい。
ἔχουσι γὰρ ᾠὰ λευκά.
彼女たちは白い卵を宿しているからである。
Ἀναπετόμεναι δ’ ὅταν σοβήσῃ τις, ἀφιᾶσιν ὑγρὸν οἷον ὕδωρ, ὃ λέγουσιν οἱ γεωργοὶ ὡς κατουρούντων καὶ ἐχόντων περίττωμα καὶ τρεφομένων τῇ δρόσῳ.
誰かが追い払って飛び立つとき、彼らは水のような液体を放出するが、農夫たちは彼らが尿を漏らしているのだとか、排泄物を持っているのだとか、露を食べて生きているのだなどと言う。
Ἐὰν δέ τις κινῶν τὸν δάκτυλον προσίῃ ἀπ’ ἄκρου ἐπικάμπτων τε καὶ ἐκτείνων πάλιν, μᾶλλον ὑπομένουσιν ἢ ἐὰν εὐθὺς ἐκτείνας, καὶ ἀναβαίνουσιν ἐπὶ τὸν δάκτυλον· διὰ τὸ ἀμυδρῶς γὰρ ὁρᾶν ὡς ἐπὶ φύλλον ἀναβαίνουσι κινούμενον.
もし人が指を曲げたり伸ばしたりしながら、先端からゆっくり近づけると、すぐに指を伸ばして近づけるよりも、彼らはそのままとどまりやすく、指の上に登ってくる。 なぜなら、彼らは視力が弱いため、動いている葉の上に登るかのように登ってくるからである。