Humanitext Reader

亚里士多德 · 动物志 §5.28-5.30

蝗虫与蝉的交尾、产卵及发育

第 88 段,共 189 段 · 希腊语

内容简介

本章描述了蝗虫与翅虱在不同气候条件下的交尾、产卵和孵化过程,并详细阐述了两种蝉的分类、交尾与产卵方式、在土中的发育羽化及生态习性。

§5.28Αἱ δ’ ἀκρίδες ὀχεύονται μὲν τὸν αὐτὸν τρόπον τοῖς ἄλλοις ἐντόμοις, ἐπιβαίνοντος τοῦ ἐλάττονος ἐπὶ τὸ μεῖζον (τὸ γὰρ ἄρρεν ἔλαττόν ἐστι), τίκτουσι δ’ εἰς τὴν γῆν καταπήξασαι τὸν πρὸς τῇ κέρκῳ καυλόν, ὃν οἱ ἄρρενες οὐκ ἔχουσιν.
而蝗虫也以与其他昆虫相同的方式交尾,较小者爬到较大者之上(因为雄性较小),它们通过将尾部附近的管状物插入土中来产卵,而雄性没有这种管状物。
Ἀθρόαι δὲ τίκτουσι καὶ κατὰ τὸν αὐτὸν τόπον, ὥστε εἶναι καθαπερεὶ κηρίον.
它们成群地在同一个地方产卵,以至于就像蜂巢一样。
Εἶθ’ ὅταν τέκωσιν, ἐνταῦθα γίνονται σκώληκες ᾠοειδεῖς, οἳ περιλαμβάνονται ὑπό τινος γῆς λεπτῆς ὥσπερ ὑμένος· ἐκ ταύτης δ’ ἐκπέττονται.
当它们产卵后,该处便产生出卵形的幼虫,它们被一层像膜一样的薄土所包围;并从中孵化出来。
Γίνεται δὲ μαλακὰ τὰ κυήματα οὕτως ὥστ’ ἄν τις ἅψηται συνθλίβεσθαι.
这些胚胎非常柔软,以至于人一碰就会被捏碎。
Ταῦτα δ’ οὐκ ἐπιπολῆς ἀλλὰ μικρὸν ὑπὸ γῆς ἐστίν.
而这些并不是在地面上,而是在泥土稍下处。
Ὅταν δὲ πεφθῶσιν, ἐκδύνουσιν ἐκ τοῦ γεοειδοῦς τοῦ περιέχοντος ἀκρίδες μικραὶ καὶ μέλαιναι· εἶτα περιρρήγνυται αὐταῖς τὸ δέρμα, καὶ γίνονται εὐθὺς μείζους.
当它们成熟时,便从包围着它们的泥土状外壳中脱壳而出,成为微小而黑的蝗虫;然后它们的皮层破裂,随即变得更大。
Τίκτουσι δὲ λήγοντος τοῦ θέρους, καὶ τεκοῦσαι ἀποθνήσκουσιν· ἅμα γὰρ τικτούσαις σκώληκες ἐγγίνονται περὶ τὸν τράχηλον.
它们在夏末产卵,产卵后便死去;因为在它们产卵的同时,颈部周围会产生出蠕虫。
Καὶ οἱ ἄρρενες δὲ ἀποθνήσκουσι περὶ τὸν αὐτὸν χρόνον.
而雄性也在同一时期死去。
Ἐκδύνουσι δ’ ἐκ τῆς γῆς τοῦ ἔαρος.
它们在春季从土中钻出。
Οὐ γίνονται δ’ ἀκρίδες οὔτ’ ἐν τῇ ὀρεινῇ οὔτ’ ἐν τῇ λυπρᾷ, ἀλλ’ ἐν τῇ πεδιάδι καὶ κατερρωγυίᾳ· ἐν ταῖς ῥωγμαῖς γὰρ ἐκτίκτουσιν.
而无论在山区还是贫瘠的土地上都不产生蝗虫,而是在平原和开裂的土地上产生;因为它们在裂缝中产卵。
Διαμένει δὲ τὰ ᾠὰ τὸν χειμῶνα ἐν τῇ γῇ· ἅμα δὲ τῷ θέρει γίνονται ἐκ τῶν περυσινῶν κυημάτων ἀκρίδες.
卵在冬季留存在泥土中;随着夏季的到来,便从去年的胚胎中产生出蝗虫。
§5.29Ὁμοίως δὲ τίκτουσι καὶ οἱ ἀττέλαβοι, καὶ τεκόντες ἀποθνήσκουσιν.
翅虱也以同样的方式产卵,产卵后便死去。
Φθείρεται δ’ αὐτῶν τὰ ᾠὰ ὑπὸ τῶν μετοπωρινῶν ὑδάτων, ὅταν πολλὰ γένηται· ἂν δ’ αὐχμὸς συμβῇ, τότε γίνονται μᾶλλον πολλοὶ οἱ ἀττέλαβοι διὰ τὸ μὴ φθείρεσθαι ὁμοίως, ἐπεὶ ἄτακτός γε δοκεῖ ἡ φθορὰ αὐτῶν, καὶ γίνεσθαι ὅπως αν τύχῃ.
当秋雨连绵时,它们的卵就会被秋雨毁坏;但如果发生干旱,由于不曾遭到同样程度的毁坏,那时翅虱就会变得更多,因为它们的毁灭似乎是无规律的,且其发生完全是偶然的。
§5.30Τῶν δὲ τεττίγων γένη μέν ἐστι δύο, οἱ μὲν μικροί, οἳ πρῶτοι φαίνονται καὶ τελευταῖοι ἀπόλλυνται, οἱ δὲ μεγάλοι, οἱ ᾄδοντες, οἳ καὶ ὕστερον γίνονται καὶ πρότερον ἀπόλλυνται.
而蝉有两种:一种是小的,它们最先出现并最后消失;另一种是大的,即鸣叫的那些,它们较晚产生并较早消失。
Ὁμοίως δ’ ἔν τε τοῖς μικροῖς καὶ τοῖς μεγάλοις οἱ μὲν διῃρημένοι εἰσὶ τὸ ὑπόζωμα, οἱ ᾄδοντες, οἱ δὲ ἀδιαίρετοι, οἱ οὐκ ᾄδοντες.
在小的和大的蝉中都一样,有的横膈膜是分开的,这些是鸣叫的,而有的没有分开,这些是不鸣叫的。
Καλοῦσι δέ τινες τοὺς μὲν μεγάλους καὶ ᾄδοντας ἀχέτας, τοὺς δὲ μικροὺς τεττιγόνια· ᾄδουσι δὲ μικρὸν καὶ τούτων οἱ διῃρημένοι.
有些人称那些大而鸣叫的为“鸣蝉”,而称那些小的为“小蝉”;而在后者中,那些分开的也稍微鸣叫。
Οὐ γίνονται δὲ τέττιγες ὅπου μὴ δένδρα ἐστίν· διὸ καὶ ἐν Κυρήνῃ οὐ γίνονται ἐν τῷ πεδίῳ, περὶ δὲ τὴν πόλιν πολλοί, μάλιστα δ’ οὗ ἐλαῖαι·
而在没有树木的地方不产生蝉;因此在昔兰尼,平原上不产生蝉,但在城市周围却很多,尤其是种植橄榄树的地方;因为它们不产生在浓荫之中。
οὐ γὰρ γίνονται παλίνσκιοι. Ἐν γὰρ τοῖς ψυχροῖς οὐ γίνονται τέττιγες, διὸ οὐδ’ ἐν τοῖς συσκίοις ἄλσεσιν.
因为在寒冷的地方不产生蝉,所以也不在浓荫蔽日的林木中产生。
Ὀχεύονται δ’ ὁμοίως οἱ μεγάλοι ἀλλήλοις καὶ οἱ μικροί, ὕπτιοι συνδυαζόμενοι πρὸς ἀλλήλους· ἐναφίησι δ’ ὁ ἄρρην εἰς τὴν θήλειαν, ὥσπερ καὶ τἆλλα ἔντομα.
大蝉和小蝉交尾的方式相同,它们互相仰卧着结合;雄性排入雌性体内,正如其他昆虫一样。
Ἔχει δὲ καὶ ἡ θήλεια αἰδοῖον ἐσχισμένον· θήλεια δ’ ἐστὶν εἰς ἣν ἀφίησιν ὁ ἄρρην.
而雌性也具有裂开的生殖器官;雌性就是雄性排入的一方。
Τίκτουσι δ’ ἐν τοῖς ἀργοῖς, τρυπῶντες ᾧ ἔχουσιν ὄπισθεν ὀξεῖ, καθάπερ καὶ οἱ ἀττέλαβοι· καὶ γὰρ οἱ ἀττέλαβοι τίκτουσιν ἐν τοῖς ἀργοῖς, διὸ πολλοὶ ἐν τῇ Κυρηναίᾳ γίνονται.
它们在荒地中产卵,用它们后部拥有的尖锐器官钻孔,正如翅虱一样;因为翅虱也在荒地中产卵,因此在昔兰尼地区产生得很多。
Ἐντίκτουσι δὲ καὶ ἐν τοῖς καλάμοις ἐν οἷς ἱστᾶσι τὰς ἀμπέλους· διατρυπῶντες τοὺς καλάμους, καὶ ἐν τοῖς τῆς σκίλλης καυλοῖς.
它们也在支撑葡萄藤的芦苇中产卵,钻透这些芦苇,以及在海葱的茎里产卵。
Ταῦτα δὲ τὰ κυήματα καταρρεῖ εἰς τὴν γῆν.
而这些胚胎会滑落到地里。
Γίνονται δὲ πολλοὶ ὅταν ἐπομβρία γένηται.
当雨水充足时,它们便会大量产生。
Ὁ δὲ σκώληξ αὐξηθεὶς ἐν τῇ γῇ γίνεται τεττιγομήτρα· καὶ εἰσὶ τότε ἥδιστοι, πρὶν περιρραγῆναι τὸ κέλυφος.
在泥土中长大的幼虫变成“蝉母”;而在外壳破裂之前,它们此时最为美味。
Ὅταν δ’ ἡ ὥρα ἔλθῃ περὶ τροπάς, ἐξέρχονται νύκτωρ, καὶ εὐθὺς ῥήγνυταί τε τὸ κέλυφος καὶ γίνονται τέττιγες ἐκ τῆς τεττιγομήτρας, καὶ γίνονται μέλανες καὶ σκληρότεροι εὐθὺς καὶ μείζους, καὶ ᾄδουσιν.
当至点左右的时节到来时,它们在夜间钻出,随即外壳破裂,蝉从“蝉母”中脱壳而出,并且它们立刻变黑、变硬、变大,然后开始鸣叫。
Εἰσὶ δ’ ἄρρενες μὲν οἱ ᾄδοντες ἐν ἀμφοτέροις τοῖς γένεσι, θήλεις δ’ οἱ ἕτεροι.
在这两个种类中,鸣叫的都是雄性,而其他的是雌性。
Καὶ τὸ μὲν πρῶτον ἡδίους οἱ ἄρρενες, μετὰ δὲ τὴν ὀχείαν αἱ θήλειαι· ἔχουσι γὰρ ᾠὰ λευκά.
起初雄性较为美味,而在交尾后则是雌性;因为它们怀有白色的卵。
Ἀναπετόμεναι δ’ ὅταν σοβήσῃ τις, ἀφιᾶσιν ὑγρὸν οἷον ὕδωρ, ὃ λέγουσιν οἱ γεωργοὶ ὡς κατουρούντων καὶ ἐχόντων περίττωμα καὶ τρεφομένων τῇ δρόσῳ.
当有人惊吓它们而它们飞起时,会排出像水一样的液体,农民们说这表明它们在排尿、有排泄物,并且是以露水为食。
Ἐὰν δέ τις κινῶν τὸν δάκτυλον προσίῃ ἀπ’ ἄκρου ἐπικάμπτων τε καὶ ἐκτείνων πάλιν, μᾶλλον ὑπομένουσιν ἢ ἐὰν εὐθὺς ἐκτείνας, καὶ ἀναβαίνουσιν ἐπὶ τὸν δάκτυλον· διὰ τὸ ἀμυδρῶς γὰρ ὁρᾶν ὡς ἐπὶ φύλλον ἀναβαίνουσι κινούμενον.
如果有人弯曲并再次伸出手指,从指尖开始移动着接近它们,比起直接伸出手指,它们更容易静止不动,并爬上手指;因为它们视力模糊,会像爬上移动的叶子一样爬上来。

词汇与语法注释

  1. 5.28τικτούσαις — 由表示同时性的 ἅμα 引导的现在分词与格。虽然译为“在它们产卵的同时”,但语法上其阴性复数与格形式与作为产卵主体的雌性蝗虫(αἱ ἀκρίδες)在性、数、格上相一致。
  2. 5.30τὸ ὑπόζωμα — 表示“在……方面”的限定性关系宾格(关系对格)。它修饰形容词性被动完成分词 διῃρημένοι(被分开的),限定了它们在身体结构上的腹部(相当于横膈膜的部分)是呈分开状态的。
  3. 5.30διὰ τὸ ἀμυδρῶς γὰρ ὁρᾶν — 由前置词 διά 支配的表示原因的带冠词不定式(关节不定式)结构。不定式 ὁρᾶν(看)的逻辑主语因与主句主语“蝉”(τέττιγες)一致而省略。小词 γάρ 起到了加强说明原因的作用。

引用这一段

亚里士多德, 动物志 §5.28-5.30. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:5.28-5.30

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。