§5.23Αἱ δ’ ἀνθρῆναι καὶ οἱ σφῆκες ποιοῦσι κηρία τῷ γόνῳ, ὅταν μὲν μὴ ἔχωσιν ἡγεμόνα ἀλλ’ ἀποπλανηθῶσι καὶ μὴ εὑρίσκωσιν, αἱ μὲν ἀνθρῆναι ἐπὶ μετεώρου τινός, οἱ δὲ σφῆκες ἐν τρώγλαις, ὅταν δ’ ἔχωσιν ἡγεμόνα, ὑπὸ γῆν.
野バチとスズメバチは、もし指導者を持たずに道に迷ってそれを見つけられないときには、子が生まれるための巣板を作るが、野バチは高い場所に、スズメバチは穴の中に作り、指導者を持っているときは地中に作る。
Ἑξάγωνα μὲν οὖν πάντα ἐστὶ τὰ κηρία αὐτῶν, ὥσπερ καὶ τὰ τῶν μελιττῶν, σύγκειται δ’ οὐκ ἐκ κηροῦ ἀλλ’ ἐκ φλοιώδους καὶ ἀραχνώδους ὕλης τὸ κηρίον·
それゆえ、彼らの巣板はすべて、ミツバチのものと同様に六角形であるが、その巣板は蝋からではなく、樹皮のような、またクモの巣のような物質から構成されている。
γλαφυρώτερον δὲ πολλῷ τὸ τῶν ἀνθρηνῶν ἐστὶν ἢ τὸ τῶν σφηκῶν κηρίον.
野バチの巣板はスズメバチのそれよりもはるかに精巧である。
Ἐναφιᾶσι δὲ γόνον, ὥσπερ αἱ μέλιτται, ὅσον σταλαγμὸν εἰς τὸ πλάγιον τοῦ κυττάρου, καὶ προσέχεται τῷ τοίχῳ.
彼らはミツバチのように、巣房の側面に一滴ほどの大きさの子を放ち、それは壁に付着する。
Οὐχ ἅμα δὲ πᾶσι τοῖς κυττάροις ἔνεστι γόνος, ἀλλ’ ἐνίοις μὲν ἤδη μεγάλα ἔνεστιν ὥστε καὶ πέτεσθαι, ἐνίοις δὲ νύμφαι, ἐν τοῖς δὲ σκώληκες ἔτι.
しかし、すべての巣房に同時に子が入っているわけではなく、あるものにはすでに飛び立てるほど大きくなったものが入り、あるものには蛹が入り、またあるものにはまだ幼虫が入っている。
Κόπρος δὲ μόνον περὶ τοῖς σκώληξιν, ὥσπερ καὶ ταῖς μελίτταις.
糞は、ミツバチの場合と同様に、幼虫の周りにだけある。
Καὶ ἔστ’ ἂν νύμφαι ὦσιν, ἀκινητίζουσι καὶ ἐπαλήλιπται ὁ κύτταρος.
そして蛹である間は、それらは動かず、巣房は覆われている。
Καταντικρὺ δ’ ἐν τῷ κυττάρῳ τοῦ γόνου ὅσον σταλαγμὸς ἐγγίνεται μέλιτος ἐν τοῖς τῆς ἀνθρήνης κηρίοις.
野バチの巣板においては、子の入った巣房の真向かいに、一滴ほどのハチミツが生じる。
Γίνονται δ’ αἱ σχάδονες οὐκ ἐν τῷ ἔαρι τούτων, ἀλλ’ ἐν τῷ μετοπώρῳ· τὴν δ’ αὔξησιν ἐπίδηλον λαμβάνουσι μάλιστ’ ἐν ταῖς πανσελήνοις.
これら(野バチやスズメバチ)の幼虫房が生じるのは春ではなく秋であり、その成長はとりわけ満月のときに顕著に見られる。
Ἔχεται δὲ καὶ ὁ γόνος καὶ οἱ σκώληκες οὐ κάτωθεν τοῦ κυττάρου, ἀλλ’ ἐκ τῶν πλαγίων.
また、子も幼虫も、巣房の底部からではなく、側面から付着している。
§5.24Ἔνια δὲ τῶν βομβυκίων πρὸς λίθῳ ἢ τοιούτῳ τινὶ ποιοῦσι πήλινον ὀξύ, ὥσπερ οἱ ἅλες καταλείφονται·
\n ある種のハチは、石やそのようなものの近くに、塩の山が残されるように、尖った粘土の巣を作る。
τοῦτο δὲ σφόδρα παχὺ καὶ σκληρόν· λόγχῃ γὰρ μόλις διαιροῦσιν.
これは非常に厚くて硬く、槍を使ってもかろうじて割ることができるほどである。
Ἐνταῦθα δὲ τίκτουσι, καὶ γίνεται σκωλήκια λευκὰ ἐν ὑμένι μέλανι.
そこに彼らは卵を産み、黒い膜の中に白い幼虫が生じる。
Χωρὶς δὲ τοῦ ὑμένος ἐν τῷ πηλῷ ἐγγίνεται κηρός·
そして膜とは別に、粘土の中に蝋が生じる。
οὗτος δ’ ὁ κηρὸς πολύ ἐστιν ὠχρότερος τοῦ τῶν μελιττῶν.
この蝋はミツバチのそれよりもはるかに青白い。
§5.25Ὀχεύονται δὲ καὶ οἱ μύρμηκες καὶ τίκτουσι σκωλήκια, ἃ οὐ προσπέφυκεν οὐδενί·
\n アリたちも交尾して幼虫を産むが、それらは何にも付着していない。
αὐξανόμενα δὲ ταῦτα ἐκ μικρῶν καὶ στρογγύλων τὸ πρῶτον μακρὰ γίνεται καὶ διαρθροῦται·
これらは成長するにつれて、最初は小さく丸かったものが長くなり、節がはっきりしてくる。
ἡ δὲ γένεσίς ἐστι τούτοις τοῦ ἔαρος.
彼らの誕生は春に起こる。
§5.26Τίκτουσι δὲ καὶ οἱ σκορπίοι οἱ χερσαῖοι σκωλήκια ᾠοειδῆ πολλά, καὶ ἐπῳάζουσιν.
\n 陸生のサソリも多くの卵形の幼虫を産み、それを抱く。
Ὅταν δὲ τελειωθῇ, ἐκβάλλονται, ὥσπερ οἱ ἀράχναι, καὶ ἀπόλλυνται ὑπὸ τῶν τέκνων·
そしてそれらが完成すると、クモのように外へ送り出されるが、彼らは自らの子供たちによって滅ぼされる。
πολλάκις γὰρ γίγνονται περὶ ἕνδεκα τὸν ἀριθμόν.
というのも、しばしばその数は11匹ほどになるからである。
§5.27Τὰ δ’ ἀράχνια ὀχεύεται μὲν πάντα τὸν εἰρημένον τρόπον, γεννᾷ δὲ σκωλήκια μικρὰ πρῶτον·
\n クモ類はすべて前述の方法で交尾し、最初は小さな幼虫を産む。
ὅλα γὰρ μεταβάλλοντα γίνεται ἀράχνια, καὶ οὐκ ἐκ μέρους, ἐπεὶ στρογγύλα ἐστὶ κατ’ ἀρχάς·
なぜなら、それらは部分的にではなく、全体が変化してクモになるからであり、最初は丸い形をしている。
ὅταν δὲ τέκῃ, ἐπῳάζει τε καὶ ἐν τρισὶν ἡμέραις διαρθροῦται.
そして卵を産むと、それを抱き、3日のうちに節がはっきりしてくる。
Τίκτει δὲ πάντα μὲν ἐν ἀραχνίῳ, ἀλλὰ τὰ μὲν ἐν λεπτῷ καὶ μικρῷ, τὰ δ’ ἐν παχεῖ, καὶ τὰ μὲν ὅλως ἐν κύτει στρογγύλῳ, τὰ δὲ μέχρι τινὸς περιέχεται ὑπὸ τοῦ ἀραχνίου.
それらはすべてクモの糸の中に産むが、あるものは薄くて小さいものの中に、あるものは厚いものの中に産み、あるものは完全に丸い容器の中に、あるものはある程度までクモの糸で取り囲まれている。
Οὐχ ἅμα δὲ πάντα ἀράχνια γίνεται·
そしてすべてのクモが同時に生まれるわけではない。
πηδᾷ δ’ εὐθὺς καὶ ἀφίησιν ἀράχνιον.
それらは生まれるとすぐに跳びはね、糸を放出する。
Ὁ δὲ χυμὸς ὅμοιος ἐν τοῖς σκώληξι θλιβομένοις καὶ ἐν αὐτοῖς νέοις οὖσι, παχὺς καὶ λευκός.
幼虫を押しつぶしたときに見られる液汁と、生まれたばかりの幼いクモの液汁は同様であり、濃くて白い。
Αἱ δὲ λειμώνιαι ἀράχναι προαποτίκτουσιν εἰς ἀράχνιον, οὗ τὸ μὲν ἥμισυ πρὸς αὐταῖς ἐστί, τὸ δ’ ἥμισυ ἔξω·
草地のクモたちは、あらかじめクモの糸の中に産み落とすが、その半分は自らの体にくっついており、半分は外に出ている。
καὶ ἐν τούτῳ ἐπῳάζουσαι ζῳοποιοῦσιν.
そしてその中で抱くことによって、生きた子を生み出す。
Τὰ δὲ φαλάγγια τίκτει εἰς γύργαθον πλεξάμενα παχύν, ἐφ’ ᾧ ἐπῳάζουσιν.
また、ファランギオンは、編み上げた厚い籠のようなものの中に産み、その上で抱く。
Τίκτουσι δ’ αἱ μὲν γλαφυραὶ ἐλάττω τὸ πλῆθος, τὰ δὲ φαλάγγια πολὺ πλῆθος·
精巧なクモは少数の子を産むが、ファランギオンは非常に多くの数を産む。
καὶ αὐξηθέντα περιέχει κύκλῳ τὸ φαλάγγιον, καὶ ἀποκτείνει τὴν τεκοῦσαν ἐκβάλλοντα, πολλάκις δὲ καὶ τὸν ἄρρενα, ἐὰν λάβωσιν·
そしてそれらは成長するとファランギオンを丸く取り囲み、彼女を追い出して殺し、捕まえることができれば、しばしば雄をも殺す。
συνεπῳάζει γὰρ τῇ θηλείᾳ.
なぜなら、雄は雌と一緒に抱卵するからである。
Ἐνίοτε δὲ τὸ πλῆθος γίνονται καὶ τριακόσια περὶ ἓν φαλάγγιον.
時には一つのファランギオンの周りに、その数が300匹にもなることがある。
Ἐκ δὲ μικρῶν τέλειοι οἱ ἀράχναι γίνονται περὶ τὰς ἑπτάδας τὰς τέτταρας.
そしてクモは小さなものから完全な姿になるまでに、およそ4つの7日を要する。