§5.22#2Βλίττεται δὲ τὰ σμήνη, ὅταν ἐρινεὸν σῦκον φανῇ·
巣箱からハチミツが採集されるのは、野生のイチジクの実が現れるときである。
σχάδονας δ’ ἀρίστας ποιοῦσιν, ὅταν μέλι ἐργάζωνται.
彼らが最も優れた幼虫房を作るのは、ハチミツを作っているときである。
Φέρει δὲ κηρὸν μὲν καὶ ἐριθάκην περὶ τοῖς σκέλεσι, τὸ δὲ μέλι ἐμεῖ εἰς τὸν κύτταρον.
ミツバチは蝋とエリタケを脚の周りに付けて運び、ハチミツは巣房の中に吐き戻す。
Τὸν δὲ γόνον ὅταν ἀφῇ, ἐπῳάζει ὥσπερ ὄρνις.
また、子を放したときには、鳥のようにその上で抱卵する。
Ἐν δὲ τῷ κηρίῳ τὸ σκωλήκιον μικρὸν μὲν ὂν κεῖται πλάγιον, ὕστερον δ’ ἀνίσταται αὐτὸ ὑφ’ ἑαυτοῦ καὶ τρέφεται, πρὸς δὲ τῷ κηρίῳ ἔχεται ὥστε καὶ ἀντειλῆφθαι.
巣板の中の幼虫は、小さい間は横向きに横たわっているが、後には自ら立ち上がって養われ、巣板にしっかりと固定されているように、そこに付着している。
Ὁ δὲ γόνος ἐστὶ τῶν μελιττῶν καὶ τῶν κηφήνων λευκός, ἐξ οὗ τὰ σκωλήκια γίνεται·
ミツバチと雄バチの子は白く、そこから幼虫が生じる。
αὐξανόμενα δὲ γίνονται μέλιτται καὶ κηφῆνες.
それらは成長するとミツバチや雄バチになる。
Ὁ δὲ τῶν βασιλέων γόνος τὴν χρόαν γίνεται ὑπόπυρρος, τὴν δὲ λεπτότητά ἐστιν οἷον μέλι παχύ·
一方、王たちの子は、色については赤みがかっており、質感については濃いハチミツのようである。
τὸν δ’ ὄγκον εὐθέως ἔχει παραπλήσιον τῷ γιγνομένῳ ἐξ αὐτοῦ.
また、その大きさは、最初からそこから生じるものとほぼ同じである。
Σκώληξ δ’ οὐ γίνεται πρότερον ἐκ τούτου, ἀλλ’ εὐθέως ἡ μέλιττα, ὡς φασίν.
これからは最初に幼虫が生じるのではなく、彼らが言うには、直接ミツバチが生じる。
Ὅταν δὲ τέκῃ ἐν τῷ κηρίῳ, μέλι ἐκ τοῦ ἀπαντικρὺ γίνεται.
ミツバチが巣板の中に卵を産むと、その向かい側からハチミツが生じる。
Φύει δ’ ἡ σχάδων πόδας καὶ πτερά, ὅταν καταλειφθῇ·
幼虫房は、そのまま残されると、脚と羽を生やす。
ὅταν δὲ λάβῃ τέλος, τὸν ὑμένα περιρρήξας ἐκπέταται.
そして成長が完了すると、膜を破って飛び立つ。
Κόπρον δὲ προΐεται, ἕως ἂν ᾖ σκωλήκιον, ὕστερον δ’ οὐκέτι, πλὴν ἐὰν μὴ ἐξέλθῃ, ὥσπερ ἐλέχθη πρότερον.
幼虫である間は糞を排出するが、後には、前に述べたように出てこない場合を除いて、もはや排出しない。
Ἐὰν δέ τις ἀφέλῃ τὰς κεφαλὰς τῆς σχάδονος πρὶν πτερὰ ἔχειν, ἐξεσθίουσιν αὐτὰ αἱ μέλιτται·
もし羽が生える前に幼虫房の頭を取り去ると、ミツバチたちはそれを食べ尽くしてしまう。
καὶ κηφῆνος πτερὸν ἂν ἀποκνίσας ἀφῇ τις, τῶν λοιπῶν αὐταὶ τὰ πτερὰ ἀπεσθίουσιν.
また、もし誰かが雄バチの羽をちぎって放すと、ミツバチたちは他の雄バチたちの羽を食べ尽くしてしまう。
Βίος δὲ τῶν μελιττῶν ἔτη ἕξ· ἔνιαι δ’ ἑπτὰ ζῶσιν.
ミツバチの寿命は6年であるが、なかには7年生きるものもある。
Σμῆνος δ’ ἂν διαμείνῃ ἔτη ἐννέα ἢ δέκα, εὖ δοκεῖ διαγεγενῆσθαι.
巣が9年か10年存続すれば、よく持ちこたえたと考えられる。
Ἐν δὲ τῷ Πόντῳ εἰσί τινες μέλιτται λευκαὶ σφόδρα, αἳ τὸ μέλι ποιοῦσι δὶς τοῦ μηνός.
ポントス地方には非常に白いミツバチがおり、彼女らは月に2回ハチミツを作る。
Αἱ δ’ ἐν Θεμισκύρᾳ περὶ τὸν Θερμώδοντα ποταμὸν ἐν τῇ γῇ καὶ ἐν τοῖς σμήνεσι ποιοῦνται κηρία οὐκ ἔχοντα κηρὸν πολὺν ἀλλὰ πάνυ σμικρόν, μέλι δὲ παχύ·
テルモドン川のほとりのテミスキラにいるミツバチは、地中や巣の中で、蝋を多く含まず非常にわずかしか含まないが、濃いハチミツを含む巣板を作る。
τὸ δὲ κηρίον λεῖον καὶ ὁμαλόν ἐστιν.
その巣板は滑らかで平らである。
Οὐκ ἀεὶ δὲ τοῦτο ποιοῦσιν, ἀλλὰ τοῦ χειμῶνος·
彼らはこれを常に作るわけではなく、冬に作る。
ὁ γὰρ κιττὸς πολὺς ἐν τῷ τόπῳ ἐστίν, ἀνθεῖ δὲ ταύτην τὴν ὥραν, ἀφ’ οὗ φέρουσι τὸ μέλι.
というのも、その地方にはツタが多く、この季節に花が咲くからであり、そこから彼らはハチミツを運ぶのである。
Κατάγεται δὲ καὶ εἰς Ἀμισὸν μέλι ἄνωθεν λευκὸν καὶ παχὺ σφόδρα, ὃ ποιοῦσιν αἱ μέλιτται ἄνευ κηρίων πρὸς τοῖς δένδρεσιν·
また、アミソスへも内陸から非常に白く濃いハチミツが運ばれてくるが、これはミツバチが巣板を作らずに樹木に直接作るものである。
γίνεται δὲ καὶ ἄλλοθι τοιοῦτον ἐν τῷ Πόντῳ.
このようなものは、ポントスの他の場所でも生じる。
Εἰσὶ δὲ καὶ μέλιτται αἳ ποιοῦσι κηρία τριπλᾶ ἐν τῇ γῇ·
また、地中に3重の巣板を作るミツバチもいる。
ταῦτα δὲ μέλι μὲν ἴσχει, σκώληκας δ’ οὐκ ἴσχει.
これらはハチミツは蓄えるが、幼虫は蓄えない。
Ἔστι δ’ οὔτε τὰ κηρία πάντα τοιαῦτα, οὔτε πᾶσαι αἱ μέλιτται τοιαῦτα ποιοῦσιν.
しかし、すべての巣板がこのようであるわけではなく、すべてのミツバチがこのようなものを作るわけでもない。