Humanitext Reader

亚里士多德 · 动物志 §5.22#2

蜜蜂幼虫的发育采蜜时期与寿命

第 86 段,共 189 段 · 希腊语

内容简介

本节详细阐述了蜂蜜的采收时期、幼虫的发育过程与领袖(蜂王)的特殊产生方式,随后说明了蜜蜂的寿命以及波恩托斯等不同地区特殊蜂蜜与巢房的特性。

§5.22#2Βλίττεται δὲ τὰ σμήνη, ὅταν ἐρινεὸν σῦκον φανῇ· σχάδονας δ’ ἀρίστας ποιοῦσιν, ὅταν μέλι ἐργάζωνται.
当野无花果成熟时,养蜂人便从蜂箱中采收蜂蜜;当它们制造蜜时,会筑造出最优秀的幼虫房。
Φέρει δὲ κηρὸν μὲν καὶ ἐριθάκην περὶ τοῖς σκέλεσι, τὸ δὲ μέλι ἐμεῖ εἰς τὸν κύτταρον.
蜜蜂将蜡和蜂粮裹在腿部运送,而将蜂蜜吐回巢房中。
Τὸν δὲ γόνον ὅταν ἀφῇ, ἐπῳάζει ὥσπερ ὄρνις.
当它产下幼子后,便像鸟类一样伏在上面孵化。
Ἐν δὲ τῷ κηρίῳ τὸ σκωλήκιον μικρὸν μὲν ὂν κεῖται πλάγιον, ὕστερον δ’ ἀνίσταται αὐτὸ ὑφ’ ἑαυτοῦ καὶ τρέφεται, πρὸς δὲ τῷ κηρίῳ ἔχεται ὥστε καὶ ἀντειλῆφθαι.
在巢房中,幼虫微小时呈横卧状态,随后它会自行站立并接受喂养,并附着在巢房上,以便紧紧固定。
Ὁ δὲ γόνος ἐστὶ τῶν μελιττῶν καὶ τῶν κηφήνων λευκός, ἐξ οὗ τὰ σκωλήκια γίνεται· αὐξανόμενα δὲ γίνονται μέλιτται καὶ κηφῆνες.
蜜蜂和雄蜂的幼子是白色的,幼虫由此产生;它们长大后便成为蜜蜂和雄蜂。
Ὁ δὲ τῶν βασιλέων γόνος τὴν χρόαν γίνεται ὑπόπυρρος, τὴν δὲ λεπτότητά ἐστιν οἷον μέλι παχύ· τὸν δ’ ὄγκον εὐθέως ἔχει παραπλήσιον τῷ γιγνομένῳ ἐξ αὐτοῦ.
而领袖的幼子在颜色上呈微红色,在质地上如同浓稠的蜂蜜;它的体积从一开始就几乎与由此发育而成的成虫相等。
Σκώληξ δ’ οὐ γίνεται πρότερον ἐκ τούτου, ἀλλ’ εὐθέως ἡ μέλιττα, ὡς φασίν.
由此并不会先产生幼虫,而是据人们所说,直接产生出蜜蜂。
Ὅταν δὲ τέκῃ ἐν τῷ κηρίῳ, μέλι ἐκ τοῦ ἀπαντικρὺ γίνεται.
当它在巢房中产卵后,对面的巢房便会产生蜂蜜。
Φύει δ’ ἡ σχάδων πόδας καὶ πτερά, ὅταν καταλειφθῇ· ὅταν δὲ λάβῃ τέλος, τὸν ὑμένα περιρρήξας ἐκπέταται.
幼虫房在被封盖留存时会生出足和翅膀;当发育完成时,它会破膜飞出。
Κόπρον δὲ προΐεται, ἕως ἂν ᾖ σκωλήκιον, ὕστερον δ’ οὐκέτι, πλὴν ἐὰν μὴ ἐξέλθῃ, ὥσπερ ἐλέχθη πρότερον.
在还是幼虫时它会排泄粪便,但之后便不再排泄,除非它无法出巢,正如前文所述。
Ἐὰν δέ τις ἀφέλῃ τὰς κεφαλὰς τῆς σχάδονος πρὶν πτερὰ ἔχειν, ἐξεσθίουσιν αὐτὰ αἱ μέλιτται· καὶ κηφῆνος πτερὸν ἂν ἀποκνίσας ἀφῇ τις, τῶν λοιπῶν αὐταὶ τὰ πτερὰ ἀπεσθίουσιν.
如果有人在幼虫长出翅膀前切断其头部,蜜蜂就会将其吃掉;如果有人撕下雄蜂的翅膀并将其放回,它们自己就会吃掉其余雄蜂的翅膀。
Βίος δὲ τῶν μελιττῶν ἔτη ἕξ· ἔνιαι δ’ ἑπτὰ ζῶσιν.
蜜蜂的寿命为六年,有些能活七年。
Σμῆνος δ’ ἂν διαμείνῃ ἔτη ἐννέα ἢ δέκα, εὖ δοκεῖ διαγεγενῆσθαι.
如果一个蜂群能维持九年或十年,便被认为存活得很好了。
Ἐν δὲ τῷ Πόντῳ εἰσί τινες μέλιτται λευκαὶ σφόδρα, αἳ τὸ μέλι ποιοῦσι δὶς τοῦ μηνός.
在波恩托斯有一些极白的蜜蜂,它们一个月制造两次蜂蜜。
Αἱ δ’ ἐν Θεμισκύρᾳ περὶ τὸν Θερμώδοντα ποταμὸν ἐν τῇ γῇ καὶ ἐν τοῖς σμήνεσι ποιοῦνται κηρία οὐκ ἔχοντα κηρὸν πολὺν ἀλλὰ πάνυ σμικρόν, μέλι δὲ παχύ· τὸ δὲ κηρίον λεῖον καὶ ὁμαλόν ἐστιν.
而在特耳摩冬河畔的忒弥斯库拉,地中和蜂巢中的蜜蜂所筑造的巢房中没有多少蜡,而是极少,但蜂蜜却很浓稠;其巢房光滑而平整。
Οὐκ ἀεὶ δὲ τοῦτο ποιοῦσιν, ἀλλὰ τοῦ χειμῶνος· ὁ γὰρ κιττὸς πολὺς ἐν τῷ τόπῳ ἐστίν, ἀνθεῖ δὲ ταύτην τὴν ὥραν, ἀφ’ οὗ φέρουσι τὸ μέλι.
它们并不一直制造这种蜜,而是在冬季;因为该地区长有大量的常春藤,且在这一季节开花,它们便从中采集蜂蜜。
Κατάγεται δὲ καὶ εἰς Ἀμισὸν μέλι ἄνωθεν λευκὸν καὶ παχὺ σφόδρα, ὃ ποιοῦσιν αἱ μέλιτται ἄνευ κηρίων πρὸς τοῖς δένδρεσιν· γίνεται δὲ καὶ ἄλλοθι τοιοῦτον ἐν τῷ Πόντῳ.
也有极白且非常浓稠的蜂蜜从内地运往阿米索斯,这是蜜蜂不用巢房而直接在树木上筑造的;在波恩托斯的其它地方也有此类蜂蜜产生。
Εἰσὶ δὲ καὶ μέλιτται αἳ ποιοῦσι κηρία τριπλᾶ ἐν τῇ γῇ· ταῦτα δὲ μέλι μὲν ἴσχει, σκώληκας δ’ οὐκ ἴσχει.
还有些蜜蜂在地中筑造三重复合巢房;这些巢房藏有蜂蜜,但不藏幼虫。
Ἔστι δ’ οὔτε τὰ κηρία πάντα τοιαῦτα, οὔτε πᾶσαι αἱ μέλιτται τοιαῦτα ποιοῦσιν.
然而,并非所有的巢房都是如此,也不是所有的蜜蜂都会筑造此类巢房。

词汇与语法注释

  1. ¦p.170¦ὥστε καὶ ἀντειλῆφθαι — 连词 ὥστε 后接不定式的结构。ἀντειλῆφθαι 是 ἀντιλαμβάνομαι(抓紧、固定)的完成中动意不定式,表示结果(以至于被牢牢固定)或状态。
  2. ¦p.170¦τὴν χρόαν / τὴν δὲ λεπτότητα — 关系宾格(或限定宾格),修饰动词或形容词,表示“在颜色上”和“在质地(细薄)上”的限定含义。
  3. ¦p.171¦τῶν λοιπῶν — 属格复数。既可以解释为指代被拔去翅膀个体之外的“其他(雄蜂)”(τῶν λοιπῶν κηφήνων),也可以解释为指代该个体的“其余(翅膀)”(τῶν λοιπῶν πτερῶν)。通常采取前者,指代群落中的其他个体。
  4. ¦p.171¦ἄνωθεν — 副词,意为“从上面”。在地理语境中,相对于沿海城市阿米索斯,它指的是“从内地”或“从上游”运来蜂蜜。

引用这一段

亚里士多德, 动物志 §5.22#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:5.22%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。