§5.20οἱ δὲ σφῆκες οἱ ἰχνεύμονες καλούμενοι (εἰσὶ δ’ ἐλάττους τῶν ἑτέρων) τὰ φαλάγγια ἀποκτείναντες φέρουσι πρὸς τειχίον ἤ τι τοιοῦτον τρώγλην ἔχον, καὶ πηλῷ προσκαταλείψαντες ἐντίκτουσιν ἐνταῦθα, καὶ γίνονται ἐξ αὐτῶν οἱ σφῆκες οἱ ἰχνεύμονες.
イクネウモーンと呼ばれるハエドクバチ(これらはもう一方のものより小さい)は、毒グモを殺して、壁か、あるいは穴のあるそのような別の場所へと運び、泥で塞いでそこに[卵を]産み付ける。 そしてそれらから、イクネウモーンと呼ばれるハエドクバチが生じる。
Ἔνια δὲ τῶν κολεοπτέρων καὶ μικρῶν καὶ ἀνωνύμων ζῴων τοῦ πηλοῦ τρώγλας ποιοῦνται μικρὰς ἢ πρὸς τάφοις ἢ τειχίοις, καὶ ἐνταῦθα τὰ σκωλήκια ἐντίκτουσιν.
また、鞘翅類や、小さく名前のない動物のいくつかは、泥を用いて、墓や壁のところに小さな穴を作り、そこに小さなウジを産み付ける。
Ὁ δὲ χρόνος τῆς γενέσεως ἀπὸ μὲν τῆς ἀρχῆς μέχρι τοῦ τέλους σχεδὸν τοῖς πλείστοις ἑπτάσι μετρεῖται τρισὶν ἢ τέτταρσιν.
発生にかかる時間は、始まりから終わりに至るまで、ほとんどの者において、およそ3つあるいは4つの7日間で測られる。
Τοῖς μὲν οὖν σκώληξι καὶ τοῖς σκωληκοειδέσι τοῖς πλείστοις τρεῖς γίνονται ἑπτάδες, τοῖς δὲ ᾠοτοκοῦσι τέτταρες ὡς ἐπὶ τὸ πολύ.
したがって、ウジやウジ状のものの大部分においては3つの7日間であり、卵生のものの大部分においては通例4つである。
Τούτων δ’ ἀπὸ μὲν τῆς ὀχείας ἐν ταῖς ἑπτὰ ἡ σύστασις γίνεται, ἐν δὲ ταῖς λοιπαῖς τρισὶν ἐπῳάζουσι καὶ ἐκλέπουσιν ὅσα γόνῳ τίκτεται, οἷον ὑπ’ ἀράχνου ἢ ἄλλου τινὸς τοιούτου.
これらのうち、交尾から最初の7日間で[胚の]形成が起こり、残りの3つの7日間で、クモや他のそのような動物によって産み落とされるもののように、抱卵し、孵化させる。
Αἱ δὲ μεταβολαὶ γίνονται τοῖς πλείστοις κατὰ τριήμερον ἢ τετραήμερον, ὥσπερ καὶ αἱ τῶν νόσων συμβαίνουσι κρίσεις.
また、変化は多くの者において3日または4日ごとに起こるが、これは病気の危機が訪れるのと同様である。
Τῶν μὲν οὖν ἐντόμων οὗτος ὁ τρόπος ἐστὶ τῆς γενέσεως·
さて、昆虫の発生の仕方は以上の通りである。
φθείρονται δ’ ἐρρικνωμένων τῶν μορίων, ὥσπερ γήρᾳ τὰ μείζω τῶν ζῴων·
彼らは、より大きな動物が老衰によって死ぬように、その器官がしなびることによって死ぬ。
ὅσα δὲ πτερωτά, καὶ τῶν πτερῶν συσπωμένων περὶ τὸ μετόπωρον· οἱ δὲ μύωπες καὶ τῶν ὀμμάτων ἐξυδρωπιώντων.
羽のあるものについては、秋のあたりに羽が縮むことによっても死に、アブについては、目から水がにじみ出ることによっても死ぬ。
§5.21Περὶ δὲ τὴν γένεσιν τὴν τῶν μελιττῶν οὐ τὸν αὐτὸν τρόπον πάντες ὑπολαμβάνουσιν.
ミツバチの発生については、すべての人が同じように考えているわけではない。
Οἱ μὲν γάρ φασιν οὐ τίκτειν οὐδ’ ὀχεύεσθαι τὰς μελίττας, ἀλλὰ φέρειν τὸν γόνον, καὶ φέρειν οἱ μὲν ἀπὸ τοῦ ἄνθους τοῦ καλλύντρου, οἱ δ’ ἀπὸ τοῦ ἄνθους τοῦ καλάμου, ἄλλοι δ’ ἀπὸ τοῦ ἄνθους τῆς ἐλαίας·
というのも、ある人々は、ミツバチは子を産みもせず交尾もしないが、その子を運んでくるのだと言っており、ある人々はホウキギの花から、他の人々はアシの花から、また別の人々はオリーブの花から運んでくるのだと言う。
καὶ σημεῖον λέγουσιν ὅτι ἂν ἐλαιῶν φορὰ γένηται, τότε καὶ ἐσμοὶ ἀφίενται πλεῖστοι.
そして、オリーブの豊作が起こると、そのときにはミツバチの群れも最も多く送り出されることを証拠として挙げている。
Οἱ δέ φασι τὸν μὲν τῶν κηφήνων γόνον αὐτὰς φέρειν ἀπό τινος ὕλης τῶν προειρημένων, τὸν δὲ τῶν μελιττῶν τίκτειν τοὺς ἡγεμόνας.
また別の人々は、雄バチの子はミツバチ自身が上述の材料のどれかから運んでくるが、ミツバチの子は指導者たちが産むのだと言っている。
Τῶν δ’ ἡγεμόνων ἐστὶ γένη δύο, ὁ μὲν βελτίων πυρρός, ὁ δ’ ἕτερος μέλας καὶ ποικιλώτερος, τὸ δὲ μέγεθος διπλάσιος τῆς χρηστῆς μελίττης·
指導者には二つの種類があり、優れた方は赤っぽく、もう一方は黒くてより斑があり、大きさは有益なミツバチの二倍である。
καὶ τὸ κάτω τοῦ διαζώματος ἔχουσιν ἡμιόλιον μάλιστα τῷ μήκει, καὶ καλοῦνται ὑπό τινων μητέρες ὡς γεννῶντες.
そして、彼らくびれから下の部分は、長さにおいてほぼ1.5倍あり、生み出す者であるとして、一部の人々からは「母」と呼ばれている。
Σημεῖον δὲ λέγουσιν ὅτι ὁ μὲν τῶν κηφήνων ἐγγίνεται γόνος κἂν μὴ ἐνῇ ἡγεμών, ὁ δὲ τῶν μελιττῶν οὐκ ἐγγίνεται.
彼らは、指導者がいなくても雄バチの子は生じるが、ミツバチの子は生じないことを証拠として挙げている。
Οἱ δέ φασιν ὀχεύεσθαι, καὶ εἶναι ἄρρενας μὲν τοὺς κηφῆνας, θηλείας δὲ τὰς μελίττας.
また別の人々は、彼らは交尾し、雄バチがオスであり、ミツバチがメスであると言っている。
Ἔστι δὲ τῶν μὲν ἄλλων ἡ γένεσις ἐν τοῖς κοίλοις τοῦ κηρίου, οἱ δέ γ’ ἡγεμόνες γίνονται κάτω πρὸς τῷ κηρίῳ, ἀποκρεμάμενοι χωρίς, ἓξ ἢ ἑπτά, ἐναντίως τῷ ἄλλῳ γόνῳ πεφυκότες.
他の者たちの発生は巣板のくぼみの中で行われるが、指導者たちは巣板の下部に向けて、別個に吊り下がって、6匹あるいは7匹が生じ、他の子とは反対の向きに位置している。
Κέντρον δ’ αἱ μὲν μέλιτται ἔχουσιν, οἱ δὲ κηφῆνες οὐκ ἔχουσιν·
ミツバチは針を持っているが、雄バチは持っていない。
οἱ δὲ βασιλεῖς καὶ ἡγεμόνες ἔχουσι μὲν κέντρον, ἀλλ’ οὐ τύπτουσι, διὸ ἔνιοι οὐκ οἴονται ἔχειν αὐτούς.
また、王や指導者たちは針を持っているが、刺すことはしない。 そのため、彼らは針を持っていないと考える者もいる。