§5.19#2Ἐκ δὲ μελαινῶν τινῶν καὶ δασειῶν οὐ μεγάλων καμπῶν πρῶτον γίνονται πυγολαμπίδες, οὐχ αἱ πετόμεναι·
黒くて毛深く、大きくないある種のアオムシからは、まずホタルが生じるが、これは飛ぶものではない。
αὗται δὲ πάλιν μεταβάλλουσι, καὶ γίνονται πτερωτὰ ζῷα ἐξ αὐτῶν, οἱ καλούμενοι βόστρυχοι.
これらは再び変化し、それらからボストリュコスと呼ばれる羽のある動物が生じる。
Αἱ δ’ ἐμπίδες γίνονται ἐκ τῶν ἀσκαρίδων.
また、カはアスカリスから生じる。
Αἱ δ’ ἀσκαρίδες γίνονται ἔν τε τῇ ἰλύϊ τῶν φρεάτων καὶ ὅπου ἂν σύρρευσις γένηται ὕδατος γεώδη ἔχουσα ὑπόστασιν.
そしてアスカリスは、井戸の泥の中、あるいは土の沈殿物を伴う水の流れ込みがあるところならどこにでも生じる。
Τὸ μὲν οὖν πρῶτον αὐτὴ ἡ ἰλὺς σηπομένη χρῶμα λαμβάνει λευκόν, εἶτα μέλαν, τελευτῶσα δ’ αἱματῶδες·
さて、最初は、腐敗するその泥自体が白い色になり、次に黒くなり、最後には血のような赤色になる。
ὅταν δὲ τοιαύτη γένηται, φύεται ἐξ αὐτῆς ὥσπερ τὰ φυκία μικρὰ σφόδρα καὶ ἐρυθρά·
そして、そのようになると、その泥から、きわめて小さく赤い、藻のようなものが生えてくる。
ταῦτα δὲ χρόνον μέν τινα κινεῖται προσπεφυκότα, ἔπειτ’ ἀπορραγέντα φέρεται κατὰ τὸ ὕδωρ, αἱ καλούμεναι ἀσκαρίδες.
これらはしばらくの間、付着した状態で動いているが、やがてちぎれて水中に漂うようになる。 これがいわゆるアスカリスである。
Μεθ’ ἡμέρας δ’ ὀλίγας ἵστανται ὀρθαὶ ἐπὶ τοῦ ὕδατος ἀκινητίζουσαι καὶ σκληραί, κἄπειτα περιρραγέντος τοῦ κελύφους ἡ ἐμπὶς ἄνω ἐπικάθηται, ἕως ἂν ἥλιος ἢ πνεῦμα κινήσῃ·
数日後、それらは水の上に直立し、動かなくなり硬くなる。 その後、殻が破れて、カがその上に留まるが、それは太陽または風がそれを動かすまでである。
τότε δ’ ἤδη πέτεται.
そのとき、それはすでに飛び立つ。
Πᾶσι δὲ καὶ τοῖς ἄλλοις σκώληξι καὶ τοῖς ζῴοις τοῖς ἐκ τῶν σκωλήκων περιρρηγνυμένοις ἡ ἀρχὴ γίγνεται τῆς γενέσεως ὑφ’ ἡλίου ἢ ὑπὸ πνεύματος.
他のすべてのウジや、ウジから破れて出てくる動物にとっても、発生の始まりは太陽または風によってもたらされる。
Μᾶλλον δὲ καὶ θᾶττον γίνονται αἱ ἀσκαρίδες ἐν τοῖς ἔχουσι παντοδαπὴν ὑπόστασιν, οἷον Μεγαροῖ τε γίνεται καὶ ἐν τοῖς ἔργοις· σήπεται γὰρ τὰ τοιαῦτα θᾶττον.
そしてアスカリスは、あらゆる種類の沈殿物がある場所で、より多く、またより速く発生する。 例えば、メガラや耕作地において発生するが、そのようなものはより速く腐敗するからである。
Καὶ μετοπώρου δὲ γίνονται μᾶλλον·
また、秋にもより多く発生する。
τότε γὰρ τὸ ὑγρὸν συμβαίνει εἶναι ἔλαττον.
その時期には水分が少なくなっているからである。
Οἱ δὲ κρότωνες γίνονται ἐκ τῆς ἀγρώστεως, αἱ δὲ μηλολόνθαι ἐκ τῶν σκωλήκων τῶν ἐν τοῖς βολίτοις καὶ τῶν ὀνίδων.
アグロスティスからはダニが生じ、コガネムシは牛糞やロバの糞の中のウジから生じる。
Οἱ δὲ κάνθαροι ἣν κυλίουσι κόπρον, ἐν ταύτῃ φωλεύουσί τε τὸν χειμῶνα καὶ ἐντίκτουσι σκωλήκια, ἐξ ὧν γίνονται κάνθαροι.
フンコロガシは、彼らが転がす糞の中で冬を越し、その中に小さなウジを産み、それらからフンコロガシが生じる。
Γίνονται δὲ καὶ ἐκ τῶν σκωλήκων τῶν ἐν τοῖς ὀσπρίοις πτερωτὰ ζῷα ὁμοίως τοῖς εἰρημένοις.
また、マメ科植物の中にいるウジからも、上述のものと同様に羽のある動物が生じる。
Αἱ δὲ μυῖαι ἐκ τῶν σκωλήκων τῶν ἐν τῇ κόπρῳ τῇ χωριζομένῃ κατὰ μέρος·
ハエは、部分ごとに分けられた糞の中のウジから生じる。
διὸ καὶ οἱ περὶ ταύτην τὴν ἐργασίαν ὄντες μάχονται χωρίζειν τὴν ἄλλην τὴν μεμιγμένην, καὶ λέγουσι τότε κατειργάσθαι τὴν κόπρον.
それゆえ、この作業に携わる人々は、混ざり合っている他の糞を分けることに努め、そのとき糞が処理されたと言うのである。
Ἡ δ’ ἀρχὴ τῶν σκωληκίων μικρά·
小さなウジの始まりは極小である。
πρῶτον μὲν γὰρ καὶ ἐνταῦθα ἐρυθραίνεται καὶ ἐξ ἀκινησίας λαμβάνει κίνησιν οἷον πεφυκότα·
なぜなら、ここでも最初は赤くなり、動かない状態から生えているもののように動きを得る。
εἶτα σκωλήκιον ἀποβαίνει ἀκίνητον·
次に、動かない小さなウジとなる。
εἶτα κινηθὲν ὕστερον γίνεται ἀκίνητον πάλιν·
それから後に動くようになり、再び動かなくなる。
ἐκ δὲ τούτου μυῖα ἀποτελεῖται, καὶ κινεῖται πνεύματος ἢ ἡλίου γενομένου.
そしてこれからハエが完成し、風または太陽が現れると動き出す。
Οἱ δὲ μύωπες γίνονται ἐκ τῶν ξύλων.
アブは木から生じる。
Αἱ δὲ ὀρσοδάκναι ἐκ τῶν σκωληκίων μεταβαλλόντων·
オルソダクナイは、変化するウジから生じる。
τὰ δὲ σκωλήκια ταῦτα γίνεται ἐν τοῖς καυλοῖς τῆς κράμβης.
これらのウジはキャベツの茎の中に生じる。
Αἱ δὲ κανθαρίδες ἐκ τῶν πρὸς ταῖς συκαῖς καμπῶν καὶ ταῖς ἀπίοις καὶ ταῖς πεύκαις (πρὸς πᾶσι γὰρ τούτοις γίνονται σκώληκες) καὶ ἐκ τῶν ἐν τῇ κυνακάνθῃ·
ハンミョウは、イチジクやナシやマツの木のそばにいるアオムシ(これらすべての木のそばにウジが生じるからである)から、またイヌバラの中にいるものから生じる。
ὁρμῶσι δὲ καὶ πρὸς τὰ δυσώδη διὰ τὸ ἐκ τοιαύτης γεγονέναι ὕλης.
また、それらはそのような物質から生じたものであるため、悪臭を放つものへと向かう傾向がある。
Οἱ δὲ κώνωπες ἐκ σκωλήκων οἳ γίνονται ἐκ τῆς περὶ τὸ ὄξος ἰλύος·
ショウジョウバエは、酢の周りの泥から生じるウジから生じる。
καὶ γὰρ ἐν τοῖς δοκοῦσιν ἀσηπτοτάτοις εἶναι ἐγγίγνονται ζῷα, οἷον ἐν χιόνι τῇ παλαιᾷ.
というのも、最も腐敗しにくいと思われるものの中においてさえ、動物が発生するからである。 例えば、古い雪の中がそうである。
Γίνεται δ’ ἡ παλαιὰ ἐρυθροτέρα, διὸ καὶ οἱ σκώληκες τοιοῦτοι καὶ δασεῖς·
古い雪はより赤みを帯びるため、ウジもそのような色で毛深い。
οἱ δ’ ἐκ τῆς ἐν Μηδίᾳ χιόνος μεγάλοι καὶ λευκοί·
一方、メディアの雪の中にいるものは大きくて白い。
δυσκίνητοι δὲ πάντες.
しかし、すべて動きにくい。
Ἐν δὲ Κύπρῳ, οὗ ἡ χαλκῖτις λίθος καίεται, ἐπὶ πολλὰς ἡμέρας ἐμβαλλόντων, ἐνταῦθα γίνεται θηρία ἐν τῷ πυρί, τῶν μεγάλων μυιῶν μικρόν τι μείζονα, ὑπόπτερα, ἃ διὰ τοῦ πυρὸς πηδᾷ καὶ βαδίζει.
キプロスでは、銅鉱石を焼くところで、何日も投入し続けていると、そこに、火の中に小動物が発生する。 それは大きなハエよりもわずかに大きく、翅があり、火の中を跳ねたり歩いたりする。
Ἀποθνήσκουσι δὲ καὶ οἱ σκώληκες καὶ ταῦτα χωριζόμενα τὰ μὲν τοῦ πυρός, οἱ δὲ τῆς χιόνος.
これらは、ウジもそれらも、引き離されると死んでしまう。 一方は火から、他方は雪から。
Ὅτι δ’ ἐνδέχεται μὴ κάεσθαι συστάσεις τινὰς ζῴων, ἡ σαλαμάνδρα ποιεῖ φανερόν·
ある種の動物の組織が燃えないことがあり得るということは、サラマンダーが明らかにしている。
αὕτη γάρ, ὡς φασί, διὰ πυρὸς βαδίζουσα κατασβέννυσι τὸ πῦρ.
なぜなら、サラマンダーは、言われているところでは、火の中を歩きながら火を消すからである。
Περὶ δὲ τὸν Ὕπανιν ποταμὸν τὸν περὶ Βόσπορον τὸν Κιμμέριον ὑπὸ τροπὰς θερινὰς καταφέρονται ὑπὸ τοῦ ποταμοῦ οἷον θύλακοι μείζους ῥαγῶν, ἐξ ὧν ῥηγνυμένων ἐξέρχεται ζῷον πτερωτὸν τετράπουν·
キムリア・ボスボロスの周辺のヒュπαニス川のあたりでは、夏至の頃に、ブドウの粒よりも大きな袋のようなものが川によって流されてくる。 それらが破れると、翅のある、四本足の動物が出てくる。
ζῇ δὲ καὶ πέτεται μέχρι δείλης, καταφερομένου δὲ τοῦ ἡλίου ἀπομαραίνεται, καὶ ἅμα δυομένου ἀποθνήσκει βιῶσαν ἡμέραν μίαν, διὸ καὶ καλεῖται ἐφήμερον.
それは午後まで生き、かつ飛び回るが、太陽が傾くにつれて衰え、日が沈むのと同時に死ぬ。 その寿命は一日であるため、エペーメロンと呼ばれる。
Τὰ πλεῖστα δὲ τῶν γινομένων ἔκ τε καμπῶν καὶ σκωλήκων ὑπὸ ἀραχνίων κατέχεται τὸ πρῶτον.
アオムシやウジから生じるもののほとんどは、最初はクモの巣に捕らえられる。
Ταῦτα μὲν οὖν γίνεται τοῦτον τὸν τρόπον·
さて、これらはこのような方法で生じるのである。