Humanitext Reader

亚里士多德 · 动物志 §5.20-5.21

蜂类与甲虫的变态周期及蜜蜂繁殖说

第 84 段,共 189 段 · 希腊语

内容简介

文中阐述了姬蜂和甲虫等昆虫的发生过程、变态周期及死因,随后探讨了关于蜜蜂、雄蜂和蜂王(领袖)繁殖的各种古代假说及其身体特征。

§5.20οἱ δὲ σφῆκες οἱ ἰχνεύμονες καλούμενοι (εἰσὶ δ’ ἐλάττους τῶν ἑτέρων) τὰ φαλάγγια ἀποκτείναντες φέρουσι πρὸς τειχίον ἤ τι τοιοῦτον τρώγλην ἔχον, καὶ πηλῷ προσκαταλείψαντες ἐντίκτουσιν ἐνταῦθα, καὶ γίνονται ἐξ αὐτῶν οἱ σφῆκες οἱ ἰχνεύμονες.
被称为姬蜂的黄蜂(它们比另一种要小)在杀死毒蛛后,将它们带到墙壁或类似有孔洞的地方,用泥土封好并在其中产卵,从此便产生了被称为姬蜂的黄蜂。
Ἔνια δὲ τῶν κολεοπτέρων καὶ μικρῶν καὶ ἀνωνύμων ζῴων τοῦ πηλοῦ τρώγλας ποιοῦνται μικρὰς ἢ πρὸς τάφοις ἢ τειχίοις, καὶ ἐνταῦθα τὰ σκωλήκια ἐντίκτουσιν.
某些鞘翅类以及微小且无名的动物,也会在坟墓或墙壁旁用泥土筑起小孔,并在其中产下幼虫。
Ὁ δὲ χρόνος τῆς γενέσεως ἀπὸ μὲν τῆς ἀρχῆς μέχρι τοῦ τέλους σχεδὸν τοῖς πλείστοις ἑπτάσι μετρεῖται τρισὶν ἢ τέτταρσιν.
从开始到结束的发生时间,对大多数昆虫而言,几乎是用三个或四个“七天”来衡量的。
Τοῖς μὲν οὖν σκώληξι καὶ τοῖς σκωληκοειδέσι τοῖς πλείστοις τρεῖς γίνονται ἑπτάδες, τοῖς δὲ ᾠοτοκοῦσι τέτταρες ὡς ἐπὶ τὸ πολύ.
因此,对大多数幼虫和类幼虫而言是三个七天,而对卵生动物而言大抵是四个七天。
Τούτων δ’ ἀπὸ μὲν τῆς ὀχείας ἐν ταῖς ἑπτὰ ἡ σύστασις γίνεται, ἐν δὲ ταῖς λοιπαῖς τρισὶν ἐπῳάζουσι καὶ ἐκλέπουσιν ὅσα γόνῳ τίκτεται, οἷον ὑπ’ ἀράχνου ἢ ἄλλου τινὸς τοιούτου.
在这些动物中,从交尾开始,在第一个七天内形成胚胎,而在剩下的三个七天中,它们孵化并产出那些由种源产生出来的幼虫,例如蜘蛛或其他类似动物。
Αἱ δὲ μεταβολαὶ γίνονται τοῖς πλείστοις κατὰ τριήμερον ἢ τετραήμερον, ὥσπερ καὶ αἱ τῶν νόσων συμβαίνουσι κρίσεις.
大多数昆虫的变化每三天或四天发生一次,正如疾病的转折期发生的那样。
Τῶν μὲν οὖν ἐντόμων οὗτος ὁ τρόπος ἐστὶ τῆς γενέσεως· φθείρονται δ’ ἐρρικνωμένων τῶν μορίων, ὥσπερ γήρᾳ τὰ μείζω τῶν ζῴων· ὅσα δὲ πτερωτά, καὶ τῶν πτερῶν συσπωμένων περὶ τὸ μετόπωρον· οἱ δὲ μύωπες καὶ τῶν ὀμμάτων ἐξυδρωπιώντων.
那么,昆虫的发生方式就是如此;它们因器官萎缩而死亡,就像大型动物因衰老而死亡一样;长翅膀的昆虫在秋季左右也因翅膀收缩而死;牛虻则因眼睛流液而死。
§5.21Περὶ δὲ τὴν γένεσιν τὴν τῶν μελιττῶν οὐ τὸν αὐτὸν τρόπον πάντες ὑπολαμβάνουσιν.
关于蜜蜂的产生,人们的想法并不完全相同。
Οἱ μὲν γάρ φασιν οὐ τίκτειν οὐδ’ ὀχεύεσθαι τὰς μελίττας, ἀλλὰ φέρειν τὸν γόνον, καὶ φέρειν οἱ μὲν ἀπὸ τοῦ ἄνθους τοῦ καλλύντρου, οἱ δ’ ἀπὸ τοῦ ἄνθους τοῦ καλάμου, ἄλλοι δ’ ἀπὸ τοῦ ἄνθους τῆς ἐλαίας· καὶ σημεῖον λέγουσιν ὅτι ἂν ἐλαιῶν φορὰ γένηται, τότε καὶ ἐσμοὶ ἀφίενται πλεῖστοι.
有人说蜜蜂既不产卵也不交尾,而是运送它们的幼子,有人说从扫帚草的花中运来,有人说从芦苇的花中运来,还有人说从油橄榄的花中运来;他们提出的证据是,如果油橄榄丰收,那时放出的蜂群也最多。
Οἱ δέ φασι τὸν μὲν τῶν κηφήνων γόνον αὐτὰς φέρειν ἀπό τινος ὕλης τῶν προειρημένων, τὸν δὲ τῶν μελιττῶν τίκτειν τοὺς ἡγεμόνας.
另有人说,雄蜂的幼子是它们自己从前述的某种材料中运来的,而蜜蜂的幼子则是由蜂王(领袖)所产。
Τῶν δ’ ἡγεμόνων ἐστὶ γένη δύο, ὁ μὲν βελτίων πυρρός, ὁ δ’ ἕτερος μέλας καὶ ποικιλώτερος, τὸ δὲ μέγεθος διπλάσιος τῆς χρηστῆς μελίττης· καὶ τὸ κάτω τοῦ διαζώματος ἔχουσιν ἡμιόλιον μάλιστα τῷ μήκει, καὶ καλοῦνται ὑπό τινων μητέρες ὡς γεννῶντες.
蜂王有两种,较好的一种呈红色,另一种呈黑色且花纹较多,体型是普通蜜蜂的两倍;它们的腰部以下长度约为普通蜜蜂的一倍半,因其生育而被称为“母亲”。
Σημεῖον δὲ λέγουσιν ὅτι ὁ μὲν τῶν κηφήνων ἐγγίνεται γόνος κἂν μὴ ἐνῇ ἡγεμών, ὁ δὲ τῶν μελιττῶν οὐκ ἐγγίνεται.
他们提出的证据是,即使没有蜂王在内,雄蜂的幼子也会产生,而蜜蜂的幼子则不会产生。
Οἱ δέ φασιν ὀχεύεσθαι, καὶ εἶναι ἄρρενας μὲν τοὺς κηφῆνας, θηλείας δὲ τὰς μελίττας.
还有人说它们进行交尾,雄蜂是雄性,而蜜蜂是雌性。
Ἔστι δὲ τῶν μὲν ἄλλων ἡ γένεσις ἐν τοῖς κοίλοις τοῦ κηρίου, οἱ δέ γ’ ἡγεμόνες γίνονται κάτω πρὸς τῷ κηρίῳ, ἀποκρεμάμενοι χωρίς, ἓξ ἢ ἑπτά, ἐναντίως τῷ ἄλλῳ γόνῳ πεφυκότες.
其他蜜蜂的产生是在蜂巢的孔洞(巢房)中,而蜂王则产生在蜂巢下部,单独悬挂着,有六个或七个,生长的方向与其它幼子相反。
Κέντρον δ’ αἱ μὲν μέλιτται ἔχουσιν, οἱ δὲ κηφῆνες οὐκ ἔχουσιν· οἱ δὲ βασιλεῖς καὶ ἡγεμόνες ἔχουσι μὲν κέντρον, ἀλλ’ οὐ τύπτουσι, διὸ ἔνιοι οὐκ οἴονται ἔχειν αὐτούς.
蜜蜂有刺,而雄蜂没有刺;蜂王和领袖虽有刺,但不蜇人,因此有些人认为它们没有刺。

词汇与语法注释

  1. 5.20τοῦ πηλοῦ — 原料属格,修饰“ποιούνται τρώγλας”(制造孔洞),用以明示这些孔洞是用泥土筑成的。
  2. 5.20ἐν ταῖς ἑπτά — 此处虽使用不变格基数词 ἑπτά,但实则指代前文的 ἑπτάδες(七天周期),意为“在(最初的)七天里”,与后文的“ἐν δὲ ταῖς λοιπαῖς τρισίν”(在剩下的三个七天里)形成对比。
  3. 5.20ὅσα γόνῳ τίκτεται — 与格 γόνῳ 用作手段或方式与格,意为“通过生殖(或种源)产生出的东西”。以 ὅσα 引导的关系从句在此充当动词 ἐπῳάζουσι 和 ἐκλέπουσιν 的语义宾语。
  4. 5.21ὡς γεννῶντες — 连词 ὡς 与主动分词 γεννῶντες(生育者)结合。主格复数形式与前述主语 οἱ ἡγεμόνες(领袖/蜂王)的阴阳性及单复数一致,表示将其称为“母亲”的主观或传闻性原因。

引用这一段

亚里士多德, 动物志 §5.20-5.21. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:5.20-5.21

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。