Humanitext Reader

アリストテレス · 動物誌 §5.19#1

昆虫類の発生と幼虫からの変態過程

82 / 189 箇所 · ギリシア語

要旨

昆虫類の生殖と多様な発生経路について述べ、幼虫(ウジ)から不完全・完全な形態への成長プロセスや、チョウ、ハチ、カイコなどの具体的な変態過程を説明する。

§5.19#1Τὰ δ’ ἔντομα τῶν ζῴων ὅτι μὲν ἐλάττω ἐστὶ τὰ ἄρρενα τῶν θηλειῶν καὶ ἐπιβαίνει ἄνωθεν, καὶ πῶς ποιεῖται τὴν ὀχείαν, καὶ ὅτι διαλύεται μόλις, εἴρηται πρότερον·
昆虫類においては、オスがメスよりも小さく、上から乗ること、そしてどのように交尾を行い、また容易には離れないことについては、以前に述べられた。
ὅταν δ’ ὀχευθῇ, ταχέως ποιεῖται τὰ πλεῖστα τὸν τόκον ὅσα ὀχεύεται.
交尾を終えると、交尾をするもののほとんどは速やかに産卵を行う。
Τίκτει δὲ πάντα σκώληκας πλὴν γένος τι ψυχῶν·
そして、ある種のチョウの類を除いて、すべてはウジを産む。
αὗται δὲ σκληρόν, ὅμοιον κνήκου σπέρματι, ἔσω δὲ χύμα.
このチョウの類は、ベニバナの種子に似た、内部に流体を含んだ硬いものを産む。
Ἐκ δὲ τῶν σκωλήκων οὐκ ἐκ μέρους τινὸς γίνεται τὸ ζῷον, ὥσπερ ἐκ τῶν ᾠῶν, ἀλλ’ ὅλον αὐξάνεται καὶ διαρθρούμενον γίνεται τὸ ζῷον.
ウジからは、卵から時のようにその一部から動物が形成されるのではなく、全体が成長し、分節されることによって動物となる。
Γίνεται δὲ αὐτῶν τὰ μὲν ἐκ ζῴων τῶν συγγενῶν, οἷον φαλάγγιά τε καὶ ἀράχνια ἐκ φαλαγγίων καὶ ἀραχνίων, καὶ ἀττέλαβοι καὶ ἀκρίδες καὶ τέττιγες·
そしてそれらのうち、あるものは同類の動物から生じる。 例えば、ドクグモやクモはドクグモやクモから、またバッタやイナゴやセミも同様である。
τὰ δ’ οὐκ ἐκ ζῴων ἀλλ’ αὐτόματα, τὰ μὲν ἐκ τῆς δρόσου τῆς ἐπὶ τοῖς φύλλοις πιπτούσης, κατὰ φύσιν μὲν ἐν τῷ ἔαρι, πολλάκις δὲ καὶ τοῦ χειμῶνος, ὅταν εὐδία καὶ νοτία γένηται πλείω χρόνον·
他のものは動物からではなく自然発生し、あるものは葉の上に降りる露から生じる。 これは通常は春に起こるが、穏やかで湿り気のある天候が長く続くときには冬にもしばしば起こる。
τὰ δ’ ἐν βορβόρῳ καὶ κόπρῳ σηπομένοις, τὰ δ’ ἐν ξύλοις, τὰ μὲν φυτῶν, τὰ δ’ ἐν αὔοις ἤδη, τὰ δ’ ἐν θριξὶ ζῴων, τὰ δὲ ἐν σαρκὶ τῶν ζῴων, τὰ δ’ ἐν τοῖς περιττώμασι, καὶ τούτων τὰ μὲν ἐκκεχωρισμένων, τὰ δ’ ἔτι ὄντων ἐν τοῖς ζῴοις, οἷον αἱ καλούμεναι ἕλμινθες.
また、あるものは腐敗した泥や糞尿の中に、あるものは木の中に(あるものは生木に、あるものはすでに枯れた木に)、あるものは動物の毛の中に、あるものは動物の肉の中に、あるものは排泄物の中に生じる。 そしてこれらの排泄物のうち、あるものは体外に排出されたものであり、あるものは動物の体内にまだあるものであって、いわゆる寄生虫のようなものである。
Ἔστι δ’ αὐτῶν γένη τρία, ἥ τε ὀνομαζομένη πλατεῖα, καὶ αἱ στρογγύλαι, καὶ τρίται αἱ ἀσκαρίδες.
それらには三つの種類があり、扁平虫と呼ばれるもの、丸虫、および第三にギョウチュウである。
Ἐκ μὲν οὖν τούτων ἕτερον οὐθὲν γίνεται·
さて、これらからは他のいかなるものも生じない。
ἡ δὲ πλατεῖα προσπέφυκέ τε μόνη τῷ ἐντέρῳ καὶ ἀποτίκτει οἷον σικύου σπέρμα, ᾧ γινώσκουσι σημείῳ οἱ ἰατροὶ τοὺς ἔχοντας αὐτήν.
しかし、扁平虫だけは腸に固着しており、キュウリの種子のようなものを産み落とす。 医師たちはこの徴候によって、患者がそれを宿していることを知る。
Γίνονται δ’ αἱ μὲν καλούμεναι ψυχαὶ ἐκ τῶν καμπῶν, αἳ γίνονται ἐπὶ τῶν φύλλων τῶν χλωρῶν, καὶ μάλιστα ἐπὶ τῆς ῥαφάνου, ἣν καλοῦσί τινες κράμβην, πρῶτον μὲν ἔλαττον κέγχρου, εἶτα μικροὶ σκώληκες αὐξανόμενοι, ἔπειτα ἐν τρισὶν ἡμέραις κάμπαι μικραί·
また、いわゆるチョウはアオムシから生じる。 アオムシは緑の葉、特に、ある人々がクランベーと呼ぶキャベツの上に生じる。 最初はキビの粒よりも小さく、次に成長する小さなウジとなり、それから三日のうちに小さなアオムシとなる。
μετὰ δὲ ταῦτα αὐξηθεῖσαι ἀκινητίζουσι, καὶ μεταβάλλουσι τὴν μορφήν, καὶ καλοῦνται χρυσαλλίδες, καὶ σκληρὸν ἔχουσι τὸ κέλυφος, ἁπτομένου δὲ κινοῦνται.
その後、これらは成長すると動きを止め、その姿を変えてサナギと呼ばれるようになり、硬い殻を持つが、触れると動く。
Προσέχονται δὲ πόροις ἀραχνιώδεσιν οὔτε στόμα ἔχουσαι οὔτ’ ἄλλο τῶν μορίων διάδηλον οὐθέν.
それらはクモの糸のような管によって付着しており、口も他の部位も何一つ明瞭ではない。
Χρόνου δ’ οὔ πολλοῦ διελθόντος περιρρήγνυται τὸ κέλυφος, καὶ ἐκπέτεται ἐξ αὐτῶν πτερωτὰ ζῷα, ἃς καλοῦμεν ψυχάς.
それほど長くない時間が経過すると、殻が破れ、それらから私たちがチョウと呼ぶ、羽のある動物が飛び去る。
Τὸ μὲν οὖν πρῶτον, ὅταν ὦσι κάμπαι, τρέφονται καὶ περίττωμα ἀφιᾶσιν·
さて、最初はアオムシであるとき、彼らは食物を摂取し、排泄物を出す。
ὅταν δὲ γένωνται χρυσαλλίδες, οὐθενὸς οὔτε γεύονται οὔτε προΐενται περίττωμα.
しかしサナギになると、何一つ味わうこともなく、排泄物を出すこともない。
Τὸν αὐτὸν δὲ τρόπον καὶ τἆλλα ὅσα γίνεται ἐκ σκωλήκων, καὶ ὅσοι ἐκ συνδυασμοῦ γίνονται ζῴων σκώληκες, καὶ ὅσοι ἄνευ ὀχείας.
ウジから生じる他のすべてのもの、および交配によって生じるウジ、交尾なしに生じるウジも同様の経過をたどる。
Καὶ γὰρ οἱ τῶν μελιττῶν καὶ ἀνθρηνῶν καὶ σφηκῶν ὅταν μὲν νέοι σκώληκες ὦσι, τρέφονταί τε καὶ κόπρον ἔχοντες φαίνονται·
なぜなら、ミツバチやマルハナバチやスズメバチのものも、若いウジであるときには、食物を摂取し、糞を持っているのが見えるからである。
ὅταν δ’ ἐκ τῶν σκωλήκων εἰς τὴν διατύπωσιν ἔλθωσι, καλοῦνται μὲν νύμφαι τότε, οὐ λαμβάνουσι δὲ τροφὴν οὐδὲ κόπρον ἔτ’ ἔχουσιν, ἀλλὰ περιειργμένοι ἀκινητίζουσιν ἕως ἂν αὐξηθῶσιν·
しかし、ウジから形態形成の段階に入ると、そのときはサナギと呼ばれ、もはや食物を摂ることもなく、糞を持つこともなく、囲われた中で動きを止め、成長を終えるまで留まる。
τότε δ’ ἐξέρχονται διακόψαντες ᾧ καταλήλειπται ὁ κύτταρος.
そしてそのとき、細胞が塞がれているところを切り開いて外に出てくる。
Γίνονται δὲ καὶ τὰ ὕπερα καὶ τὰ πηνία ἔκ τινων τοιούτων ἄλλων, αἳ κυμαίνουσι τῇ πορείᾳ καὶ προβᾶσαι τῷ ἑτέρῳ κάμψασαι ἐπιβαίνουσιν·
また、シャクトリムシや糸繰り虫も、ある種の他のそのようなものから生じる。 これらは移動するときにうねるように進み、一歩進んでは他方を折り曲げて上に乗せる。
ἕκαστον δὲ τῶν γιγνομένων τὸ οἰκεῖον χρῶμα λαμβάνει ἀπὸ τῆς κάμπης.
そして生じるもののそれぞれは、アオムシから固有の色を受け取る。
Ἐκ δέ τινος σκώληκος μεγάλου, ὃς ἔχει οἷον κέρατα καὶ διαφέρει τῶν ἄλλων, γίνεται πρῶτον μὲν μεταβαλόντος τοῦ σκώληκος κάμπη, ἔπειτα βομβύλιος, ἐκ δὲ τούτου νεκύδαλος·
ある大きなウジ、すなわち、ツノのようなものを持ち、他とは異なっているものからは、まずウジが変化してアオムシが生じ、次に繭となり、これからカイコガが生じる。
ἐν ἓξ δὲ μησὶ μεταβάλλει ταύτας τὰς μορφὰς πάσας.
六ヶ月のうちに、それはこれらすべての姿に変化する。
Ἐκ δὲ τούτου τοῦ ζῴου καὶ τὰ βομβύκια ἀναλύουσι τῶν γυναικῶν τινὲς ἀναπηνιζόμεναι, κἄπειτα ὑφαίνουσιν·
この動物から、ある女性たちは糸を巻き戻して繭を解き、それから織る。
πρώτη δὲ λέγεται ὑφῆναι ἐν Κῷ Παμφίλη Πλάτεω θυγάτηρ.
コース島のプラテアースの娘パンピレーが、最初にこれを織ったと言われている。
Ἐκ δὲ τῶν σκωλήκων τῶν ἐν τοῖς ξύλοις τοῖς αὔοις οἱ κάραβοι γίνονται τὸν αὐτὸν τρόπον·
また、枯れ木の中にいるウジからは、カミキリムシが同様の方法で生じる。
πρῶτον μὲν ἀκινητισάντων τῶν σκωλήκων, εἶτα περιρραγέντος τοῦ κελύφους ἐξέρχονται οἱ κάραβοι.
まずウジが動きを止め、次に殻が破れてカミキリムシが出てくる。
Ἐκ δὲ τῶν καράβων γίνονται αἱ πρασοκουρίδες·
カミキリムシからはプラソクーリスが生じる。
ἴσχουσι δὲ πτερὰ καὶ αὐταί.
これらもまた翅を持っている。
Ἐκ δὲ τῶν ἐν τοῖς ποταμοῖς πλατέων ζωδαρίων τῶν ἐπιθεόντων οἱ οἶστροι·
また、川の上を走り回る扁平な小さな虫からは、アブが生じる。
διὸ καὶ οἱ πλεῖστοι περὶ τὰ ὕδατα γίνονται οὗ τὰ τοιαῦτά ἐστὶ ζῷα.
それゆえ、そのような虫がある水辺の周りで最も多く発生するのである。

語釈・文法注

  1. 5.19#1αὗται δὲ σκληρόν — 前の文の動詞 τίκτει の省略。あるいは直前の ᾠὸν ἴσχει に基づいて「硬い卵を体内に宿す(あるいは産む)」と補って解釈する。αὗται は先行の女性名詞 ψυχῶν(チョウ、ガ)を指す。
  2. 5.19#1ἁπτομένου — 現在分詞中道・受動相の属格単数形による属格独立構文。意味上の主語(行為者)が一般の人や不特定多数であるため省略されており、「(人が)それに触れると」という条件・時の意味を表す。
  3. 5.19#1τὸν αὐτὸν δὲ τρόπον — 副詞的対格(「同じ方法で」)。この句に続く主節の動詞(γίνεται または ἔχει など)が省略されており、「ウジから生じる他のすべてのものも同様の経過をたどる(あるいは同様である)」という文脈を構成する。

この箇所を引用する

アリストテレス, 動物誌 §5.19#1. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:5.19%231

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。