§5.19#2Ἐκ δὲ μελαινῶν τινῶν καὶ δασειῶν οὐ μεγάλων καμπῶν πρῶτον γίνονται πυγολαμπίδες, οὐχ αἱ πετόμεναι· αὗται δὲ πάλιν μεταβάλλουσι, καὶ γίνονται πτερωτὰ ζῷα ἐξ αὐτῶν, οἱ καλούμενοι βόστρυχοι.
从某些黑色的、多毛的、体型不大的毛虫中,首先产生萤火虫(不是会飞的那种);而这些萤火虫会再次发生变化,并从中产生长有翅膀的动物,被称为bostrychoi。
Αἱ δ’ ἐμπίδες γίνονται ἐκ τῶν ἀσκαρίδων.
而蚊蚋则产生于“蛲虫”(孑孓)。
Αἱ δ’ ἀσκαρίδες γίνονται ἔν τε τῇ ἰλύϊ τῶν φρεάτων καὶ ὅπου ἂν σύρρευσις γένηται ὕδατος γεώδη ἔχουσα ὑπόστασιν.
而这些“蛲虫”既产生于井底的泥沙中,也产生于任何有含有泥土沉积物的水流汇集之处。
Τὸ μὲν οὖν πρῶτον αὐτὴ ἡ ἰλὺς σηπομένη χρῶμα λαμβάνει λευκόν, εἶτα μέλαν, τελευτῶσα δ’ αἱματῶδες· ὅταν δὲ τοιαύτη γένηται, φύεται ἐξ αὐτῆς ὥσπερ τὰ φυκία μικρὰ σφόδρα καὶ ἐρυθρά·
起初,腐烂的泥沙本身会变成白色,接着变成黑色,最后变成血红色;当变成这种状态时,泥中就会长出类似极小且呈红色的藻类植物。
ταῦτα δὲ χρόνον μέν τινα κινεῖται προσπεφυκότα, ἔπειτ’ ἀπορραγέντα φέρεται κατὰ τὸ ὕδωρ, αἱ καλούμεναι ἀσκαρίδες.
这些东西在一定时间内附着着并蠕动,随后断裂开来,在水中漂浮,这就是所谓的“蛲虫”。
Μεθ’ ἡμέρας δ’ ὀλίγας ἵστανται ὀρθαὶ ἐπὶ τοῦ ὕδατος ἀκινητίζουσαι καὶ σκληραί, κἄπειτα περιρραγέντος τοῦ κελύφους ἡ ἐμπὶς ἄνω ἐπικάθηται, ἕως ἂν ἥλιος ἢ πνεῦμα κινήσῃ· τότε δ’ ἤδη πέτεται.
几天后,它们直立在水面上,变得僵硬且无法活动,接着外壳破裂开来,蚊蚋便停留在其上,直到太阳或风使其活动,那时它就飞走了。
Πᾶσι δὲ καὶ τοῖς ἄλλοις σκώληξι καὶ τοῖς ζῴοις τοῖς ἐκ τῶν σκωλήκων περιρρηγνυμένοις ἡ ἀρχὴ γίγνεται τῆς γενέσεως ὑφ’ ἡλίου ἢ ὑπὸ πνεύματος.
对于所有其他幼虫以及从幼虫中破壳而出的动物来说,它们发生的开始都是由太阳或风引起的。
Μᾶλλον δὲ καὶ θᾶττον γίνονται αἱ ἀσκαρίδες ἐν τοῖς ἔχουσι παντοδαπὴν ὑπόστασιν, οἷον Μεγαροῖ τε γίνεται καὶ ἐν τοῖς ἔργοις· σήπεται γὰρ τὰ τοιαῦτα θᾶττον.
在含有各种沉积物的地方,“蛲虫”会产生得更多且更快,例如在麦加拉和渠道中就是如此,因为这类东西腐烂得更快。
Καὶ μετοπώρου δὲ γίνονται μᾶλλον· τότε γὰρ τὸ ὑγρὸν συμβαίνει εἶναι ἔλαττον.
在秋季它们也产生得更多;因为那时水分恰好较少。
Οἱ δὲ κρότωνες γίνονται ἐκ τῆς ἀγρώστεως, αἱ δὲ μηλολόνθαι ἐκ τῶν σκωλήκων τῶν ἐν τοῖς βολίτοις καὶ τῶν ὀνίδων.
壁虱产生于狗牙根草中,而金龟子则产生于牛粪和驴粪中的幼虫。
Οἱ δὲ κάνθαροι ἣν κυλίουσι κόπρον, ἐν ταύτῃ φωλεύουσί τε τὸν χειμῶνα καὶ ἐντίκτουσι σκωλήκια, ἐξ ὧν γίνονται κάνθαροι.
而蜣螂则在它们所滚的粪便中过冬,并在其中产下小幼虫,蜣螂就是从这些幼虫中产生的。
Γίνονται δὲ καὶ ἐκ τῶν σκωλήκων τῶν ἐν τοῖς ὀσπρίοις πτερωτὰ ζῷα ὁμοίως τοῖς εἰρημένοις.
从豆类植物中的幼虫中,也同样产生出类似前述的带翅膀的动物。
Αἱ δὲ μυῖαι ἐκ τῶν σκωλήκων τῶν ἐν τῇ κόπρῳ τῇ χωριζομένῃ κατὰ μέρος· διὸ καὶ οἱ περὶ ταύτην τὴν ἐργασίαν ὄντες μάχονται χωρίζειν τὴν ἄλλην τὴν μεμιγμένην, καὶ λέγουσι τότε κατειργάσθαι τὴν κόπρον.
而蝇类则产生于分块的粪便中的幼虫;因此,从事这项工作的人努力将其他混合在一起的粪便分离开来,并称此时粪便已处理完毕。
Ἡ δ’ ἀρχὴ τῶν σκωληκίων μικρά· πρῶτον μὲν γὰρ καὶ ἐνταῦθα ἐρυθραίνεται καὶ ἐξ ἀκινησίας λαμβάνει κίνησιν οἷον πεφυκότα· εἶτα σκωλήκιον ἀποβαίνει ἀκίνητον· εἶτα κινηθὲν ὕστερον γίνεται ἀκίνητον πάλιν· ἐκ δὲ τούτου μυῖα ἀποτελεῖται, καὶ κινεῖται πνεύματος ἢ ἡλίου γενομένου.
小幼虫的开始是微小的;因为在这里起初它也会变红,并从静止状态中获得运动,就像生长着的东西一样;接着它变成一个不动的微小幼虫;随后在活动之后,它后来又再次变得不动;由此,蝇类便发育完全,并在风或太阳出现时开始活动。
Οἱ δὲ μύωπες γίνονται ἐκ τῶν ξύλων.
而牛虻则产生于木头中。
Αἱ δὲ ὀρσοδάκναι ἐκ τῶν σκωληκίων μεταβαλλόντων· τὰ δὲ σκωλήκια ταῦτα γίνεται ἐν τοῖς καυλοῖς τῆς κράμβης.
而orsodacnae则产生于发生变化的幼虫;这些幼虫产生在甘蓝的茎部。
Αἱ δὲ κανθαρίδες ἐκ τῶν πρὸς ταῖς συκαῖς καμπῶν καὶ ταῖς ἀπίοις καὶ ταῖς πεύκαις (πρὸς πᾶσι γὰρ τούτοις γίνονται σκώληκες) καὶ ἐκ τῶν ἐν τῇ κυνακάνθῃ· ὁρμῶσι δὲ καὶ πρὸς τὰ δυσώδη διὰ τὸ ἐκ τοιαύτης γεγονέναι ὕλης.
而斑蝥则产生于无花果树、梨树和松树旁的毛虫(因为在所有这些树旁都会产生幼虫),以及产生于犬蔷薇中的毛虫;由于它们是由此类物质产生的,所以它们也趋向于恶臭之物。
Οἱ δὲ κώνωπες ἐκ σκωλήκων οἳ γίνονται ἐκ τῆς περὶ τὸ ὄξος ἰλύος· καὶ γὰρ ἐν τοῖς δοκοῦσιν ἀσηπτοτάτοις εἶναι ἐγγίγνονται ζῷα, οἷον ἐν χιόνι τῇ παλαιᾷ.
而蚋(或果蝇)则产生于醋周围泥沙中的幼虫;因为即使在那些看似最不易腐烂的东西中,也会产生动物,例如在积雪中。
Γίνεται δ’ ἡ παλαιὰ ἐρυθροτέρα, διὸ καὶ οἱ σκώληκες τοιοῦτοι καὶ δασεῖς· οἱ δ’ ἐκ τῆς ἐν Μηδίᾳ χιόνος μεγάλοι καὶ λευκοί· δυσκίνητοι δὲ πάντες.
陈雪会变得较红,因此其中的幼虫也是这种颜色且多毛;而源于米底亚积雪中的幼虫则体型巨大且呈白色;但它们都行动迟缓。
Ἐν δὲ Κύπρῳ, οὗ ἡ χαλκῖτις λίθος καίεται, ἐπὶ πολλὰς ἡμέρας ἐμβαλλόντων, ἐνταῦθα γίνεται θηρία ἐν τῷ πυρί, τῶν μεγάλων μυιῶν μικρόν τι μείζονα, ὑπόπτερα, ἃ διὰ τοῦ πυρὸς πηδᾷ καὶ βαδίζει.
在塞浦路斯,那里煅烧黄铜矿石,当人们一连投料许多天时,火中就会产生小动物,比大蝇稍微大一点,长着翅膀,在火中跳跃和爬行。
Ἀποθνήσκουσι δὲ καὶ οἱ σκώληκες καὶ ταῦτα χωριζόμενα τὰ μὲν τοῦ πυρός, οἱ δὲ τῆς χιόνος.
这些幼虫和那些动物一旦被分离开来就会死亡,前者离开火,而后者离开雪。
Ὅτι δ’ ἐνδέχεται μὴ κάεσθαι συστάσεις τινὰς ζῴων, ἡ σαλαμάνδρα ποιεῖ φανερόν· αὕτη γάρ, ὡς φασί, διὰ πυρὸς βαδίζουσα κατασβέννυσι τὸ πῦρ.
至于某些动物的机体有可能不被烧毁,沙罗曼蛇(蝾螈)使这一点变得显而易见;因为正如人们所说,它在火中行走时能将火熄灭。
Περὶ δὲ τὸν Ὕπανιν ποταμὸν τὸν περὶ Βόσπορον τὸν Κιμμέριον ὑπὸ τροπὰς θερινὰς καταφέρονται ὑπὸ τοῦ ποταμοῦ οἷον θύλακοι μείζους ῥαγῶν, ἐξ ὧν ῥηγνυμένων ἐξέρχεται ζῷον πτερωτὸν τετράπουν· ζῇ δὲ καὶ πέτεται μέχρι δείλης, καταφερομένου δὲ τοῦ ἡλίου ἀπομαραίνεται, καὶ ἅμα δυομένου ἀποθνήσκει βιῶσαν ἡμέραν μίαν, διὸ καὶ καλεῖται ἐφήμερον.
而在辛梅里安博斯普鲁斯附近的希帕尼斯河周围,在夏至时节,会有类似比葡萄粒还要大的囊袋被河流冲下来,当这些囊袋破裂时,会从中出来一种长有翅膀的、四足的动物;它存活并飞翔到傍晚,但随着太阳西下,它便衰弱,并在日落时同时死去,仅活了一天,因此它也被称为“蜉蝣”。
Τὰ πλεῖστα δὲ τῶν γινομένων ἔκ τε καμπῶν καὶ σκωλήκων ὑπὸ ἀραχνίων κατέχεται τὸ πρῶτον.
而大多数由毛虫和幼虫产生的昆虫,起初都会被蜘蛛网所捕获。
Ταῦτα μὲν οὖν γίνεται τοῦτον τὸν τρόπον·
那么,这些生物就是以这种方式产生的;