Humanitext Reader

亚里士多德 · 动物志 §5.19#1

昆虫的产生以及由幼虫向成虫的变态

第 82 段,共 189 段 · 希腊语

内容简介

作者讨论了昆虫的生殖和多样化的发生路径,详细描述了它们如何从幼虫发育成熟,并解释了蝴蝶、蜂类及蚕等具体的变态过程。

§5.19#1Τὰ δ’ ἔντομα τῶν ζῴων ὅτι μὲν ἐλάττω ἐστὶ τὰ ἄρρενα τῶν θηλειῶν καὶ ἐπιβαίνει ἄνωθεν, καὶ πῶς ποιεῖται τὴν ὀχείαν, καὶ ὅτι διαλύεται μόλις, εἴρηται πρότερον·
在昆虫类动物中,雄性比雌性小,并从上方跨上进行交尾,以及它们如何交配,且交配后难以分离,这些在先前已经说过了。
ὅταν δ’ ὀχευθῇ, ταχέως ποιεῖται τὰ πλεῖστα τὸν τόκον ὅσα ὀχεύεται.
一旦完成了交配,绝大多数进行交配的昆虫都会迅速产下后代。
Τίκτει δὲ πάντα σκώληκας πλὴν γένος τι ψυχῶν· αὗται δὲ σκληρόν, ὅμοιον κνήκου σπέρματι, ἔσω δὲ χύμα.
所有这些昆虫都产下幼虫,只有某一类蝴蝶除外;这些蝴蝶则产下硬的、类似于红花种子的、内部含有液体的[卵]。
Ἐκ δὲ τῶν σκωλήκων οὐκ ἐκ μέρους τινὸς γίνεται τὸ ζῷον, ὥσπερ ἐκ τῶν ᾠῶν, ἀλλ’ ὅλον αὐξάνεται καὶ διαρθρούμενον γίνεται τὸ ζῷον.
从幼虫中,动物并不是像从卵中那样由其某一部分发育而成的,而是整个幼虫通过生长和分节而变成该动物。
Γίνεται δὲ αὐτῶν τὰ μὲν ἐκ ζῴων τῶν συγγενῶν, οἷον φαλάγγιά τε καὶ ἀράχνια ἐκ φαλαγγίων καὶ ἀραχνίων, καὶ ἀττέλαβοι καὶ ἀκρίδες καὶ τέττιγες· τὰ δ’ οὐκ ἐκ ζῴων ἀλλ’ αὐτόματα, τὰ μὲν ἐκ τῆς δρόσου τῆς ἐπὶ τοῖς φύλλοις πιπτούσης, κατὰ φύσιν μὲν ἐν τῷ ἔαρι, πολλάκις δὲ καὶ τοῦ χειμῶνος, ὅταν εὐδία καὶ νοτία γένηται πλείω χρόνον· τὰ δ’ ἐν βορβόρῳ καὶ κόπρῳ σηπομένοις, τὰ δ’ ἐν ξύλοις, τὰ μὲν φυτῶν, τὰ δ’ ἐν αὔοις ἤδη, τὰ δ’ ἐν θριξὶ ζῴων, τὰ δὲ ἐν σαρκὶ τῶν ζῴων, τὰ δ’ ἐν τοῖς περιττώμασι, καὶ τούτων τὰ μὲν ἐκκεχωρισμένων, τὰ δ’ ἔτι ὄντων ἐν τοῖς ζῴοις, οἷον αἱ καλούμεναι ἕλμινθες.
在它们之中,有些是由同类的动物产生的,例如毒蛛和蜘蛛来自于毒蛛和蜘蛛,蝗虫、蚱蜢和蝉也是如此;另一些则不是由动物产生,而是自然发生的,有些产生于落在叶子上的露水,通常在春季,但如果温和潮湿的天气持续较长时间,也常常在冬季产生;有些产生于腐烂的泥土和粪便中,有些产生于木头中(有些在活的植物中,有些在已经枯干的木头中),有些产生于动物的毛发中,有些产生于动物的肉中,有些产生于排泄物中,而在这些排泄物中,有些是已经排出体外了,有些则仍在动物体内,例如所谓的寄生虫。
Ἔστι δ’ αὐτῶν γένη τρία, ἥ τε ὀνομαζομένη πλατεῖα, καὶ αἱ στρογγύλαι, καὶ τρίται αἱ ἀσκαρίδες.
它们有三个种类:被称为扁虫的、圆虫,以及第三种蛲虫。
Ἐκ μὲν οὖν τούτων ἕτερον οὐθὲν γίνεται· ἡ δὲ πλατεῖα προσπέφυκέ τε μόνη τῷ ἐντέρῳ καὶ ἀποτίκτει οἷον σικύου σπέρμα, ᾧ γινώσκουσι σημείῳ οἱ ἰατροὶ τοὺς ἔχοντας αὐτήν.
那么,从这些寄生虫中不会产生任何其他生物;而唯独扁虫附着在肠道上,并产下类似黄瓜种子的东西,医生们正是根据这一特征来诊断那些体内有扁虫的患者。
Γίνονται δ’ αἱ μὲν καλούμεναι ψυχαὶ ἐκ τῶν καμπῶν, αἳ γίνονται ἐπὶ τῶν φύλλων τῶν χλωρῶν, καὶ μάλιστα ἐπὶ τῆς ῥαφάνου, ἣν καλοῦσί τινες κράμβην, πρῶτον μὲν ἔλαττον κέγχρου, εἶτα μικροὶ σκώληκες αὐξανόμενοι, ἔπειτα ἐν τρισὶν ἡμέραις κάμπαι μικραί· μετὰ δὲ ταῦτα αὐξηθεῖσαι ἀκινητίζουσι, καὶ μεταβάλλουσι τὴν μορφήν, καὶ καλοῦνται χρυσαλλίδες, καὶ σκληρὸν ἔχουσι τὸ κέλυφος, ἁπτομένου δὲ κινοῦνται.
此外,所谓的蝴蝶是由毛虫产生的,这些毛虫产生在绿色的叶子上,特别是在某些人称为甘蓝的卷心菜上。 起初它们比小米粒还要小,然后变成生长中的微小幼虫,接着在三天内变成小毛虫;此后,在它们长大后,它们便停止活动,并改变形状,被称为蛹,它们拥有坚硬的外壳,但一经触碰就会蠕动。
Προσέχονται δὲ πόροις ἀραχνιώδεσιν οὔτε στόμα ἔχουσαι οὔτ’ ἄλλο τῶν μορίων διάδηλον οὐθέν.
它们通过像蜘蛛网一样的丝线附着着,既没有口,也没有其他任何明显的部位。
Χρόνου δ’ οὔ πολλοῦ διελθόντος περιρρήγνυται τὸ κέλυφος, καὶ ἐκπέτεται ἐξ αὐτῶν πτερωτὰ ζῷα, ἃς καλοῦμεν ψυχάς.
没过多久,外壳就破裂开来,有翅膀的动物从中飞出,我们称之为蝴蝶。
Τὸ μὲν οὖν πρῶτον, ὅταν ὦσι κάμπαι, τρέφονται καὶ περίττωμα ἀφιᾶσιν· ὅταν δὲ γένωνται χρυσαλλίδες, οὐθενὸς οὔτε γεύονται οὔτε προΐενται περίττωμα.
起初当它们是毛虫时,它们进食并排泄;但当它们变成蛹时,它们既不吃任何东西,也不排泄。
Τὸν αὐτὸν δὲ τρόπον καὶ τἆλλα ὅσα γίνεται ἐκ σκωλήκων, καὶ ὅσοι ἐκ συνδυασμοῦ γίνονται ζῴων σκώληκες, καὶ ὅσοι ἄνευ ὀχείας.
其他所有由幼虫产生的生物,以及通过动物交配产生的幼虫,和无需交配而产生的幼虫,都以同样的方式发育。
Καὶ γὰρ οἱ τῶν μελιττῶν καὶ ἀνθρηνῶν καὶ σφηκῶν ὅταν μὲν νέοι σκώληκες ὦσι, τρέφονταί τε καὶ κόπρον ἔχοντες φαίνονται· ὅταν δ’ ἐκ τῶν σκωλήκων εἰς τὴν διατύπωσιν ἔλθωσι, καλοῦνται μὲν νύμφαι τότε, οὐ λαμβάνουσι δὲ τροφὴν οὐδὲ κόπρον ἔτ’ ἔχουσιν, ἀλλὰ περιειργμένοι ἀκινητίζουσιν ἕως ἂν αὐξηθῶσιν· τότε δ’ ἐξέρχονται διακόψαντες ᾧ καταλήλειπται ὁ κύτταρος.
因为蜜蜂、野蜂和黄蜂的幼虫,在它们还年轻时,不仅进食,而且能看到体内含有粪便;但当它们从幼虫阶段进入形态塑造阶段时,那时它们被称为蛹,它们便不再进食,体内也不再存有粪便,而是被包裹着停止活动,直到它们长大;那时,它们咬破封闭巢室的物质,从中出来。
Γίνονται δὲ καὶ τὰ ὕπερα καὶ τὰ πηνία ἔκ τινων τοιούτων ἄλλων, αἳ κυμαίνουσι τῇ πορείᾳ καὶ προβᾶσαι τῷ ἑτέρῳ κάμψασαι ἐπιβαίνουσιν· ἕκαστον δὲ τῶν γιγνομένων τὸ οἰκεῖον χρῶμα λαμβάνει ἀπὸ τῆς κάμπης.
而尺蠖和纺织虫则产生于某些其他类似的[毛虫],这些毛虫在爬行时呈现波浪状起伏,它们向前移动时,弯曲身体的另一部分并跨步向前;而每一个由此产生的昆虫都从毛虫那里获得其固有的颜色。
Ἐκ δέ τινος σκώληκος μεγάλου, ὃς ἔχει οἷον κέρατα καὶ διαφέρει τῶν ἄλλων, γίνεται πρῶτον μὲν μεταβαλόντος τοῦ σκώληκος κάμπη, ἔπειτα βομβύλιος, ἐκ δὲ τούτου νεκύδαλος· ἐν ἓξ δὲ μησὶ μεταβάλλει ταύτας τὰς μορφὰς πάσας.
由某一种体型巨大、长着类似触角且与众不同的幼虫,在幼虫发生变化时,首先产生毛虫,接着变成茧,再从此茧变成蚕蛾;在六个月内,它会经历所有这些形态的变化。
Ἐκ δὲ τούτου τοῦ ζῴου καὶ τὰ βομβύκια ἀναλύουσι τῶν γυναικῶν τινὲς ἀναπηνιζόμεναι, κἄπειτα ὑφαίνουσιν· πρώτη δὲ λέγεται ὑφῆναι ἐν Κῷ Παμφίλη Πλάτεω θυγάτηρ.
从这种动物身上,一些妇女通过拆解并卷绕来理出蚕丝,然后进行编织;据说在科斯岛,普拉特阿斯之女潘菲拉是第一个编织此物的人。
Ἐκ δὲ τῶν σκωλήκων τῶν ἐν τοῖς ξύλοις τοῖς αὔοις οἱ κάραβοι γίνονται τὸν αὐτὸν τρόπον· πρῶτον μὲν ἀκινητισάντων τῶν σκωλήκων, εἶτα περιρραγέντος τοῦ κελύφους ἐξέρχονται οἱ κάραβοι.
而从枯木中的幼虫,天牛也以同样的方式产生;首先幼虫停止活动,接着外壳破裂,天牛便出来了。
Ἐκ δὲ τῶν καράβων γίνονται αἱ πρασοκουρίδες· ἴσχουσι δὲ πτερὰ καὶ αὐταί.
而从天牛中产生出韭菜害虫;它们自己也拥有翅膀。
Ἐκ δὲ τῶν ἐν τοῖς ποταμοῖς πλατέων ζωδαρίων τῶν ἐπιθεόντων οἱ οἶστροι· διὸ καὶ οἱ πλεῖστοι περὶ τὰ ὕδατα γίνονται οὗ τὰ τοιαῦτά ἐστὶ ζῷα.
从在河水表面奔跑的扁平小虫中产生牛虻;因此,牛虻也最常产生在有此类小虫存在的水域周围。

词汇与语法注释

  1. 5.19#1αὗται δὲ σκληρόν — 省略了前句中的动词 τίκτει,或者根据前文的 ᾠὸν ἴσχει 补全为“[产下或怀有]硬的[卵]”。αὗται 指代前文的阴性名词 ψυχῶν(蝴蝶或蛾)。
  2. 5.19#1ἁπτομένου — 属格单数现在中动/被动分词的属格独立结构。因其逻辑主语(施动者)为一般人或不特定的人而省略,表示“当[人]触碰它时”的条件或时间。
  3. 5.19#1τὸν αὐτὸν δὲ τρόπον — 副词性宾格(“以同样的方式”)。该句省略了主句动词(如 γίνεται 或 ἔχει),意在表明由幼虫产生的所有其他生物也以同样的方式发育或具有相同的情况。

引用这一段

亚里士多德, 动物志 §5.19#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:5.19%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。