§5.18Τὰ δὲ μαλάκια ἐκ τοῦ συνδυασμοῦ καὶ τῆς ὀχείας ᾠὸν ἴσχει λευκόν·
軟体動物は交尾と交配の後に白い卵を体内に宿す。
τοῦτο δὲ γίνεται τῷ χρόνῳ, ὥσπερ τὰ τῶν σκληροδέρμων, ψαθυρόν.
これは時間が経つと、甲殻類の卵のように崩れやすくなる。
Καὶ ἀποτίκτει ὁ μὲν πολύπους εἰς τὰς θαλάμας ἢ εἰς κεράμιον ἤ τι ἄλλο κοῖλον ὅμοιον βοστρυχίοις οἰνάνθης καὶ λεύκης καρπῷ, καθάπερ εἴρηται πρότερον.
そして、タコは、以前に述べたように、巣穴や土器、あるいは他の空洞の中に、ブドウの若枝や白ポプラの実に似た形で産み落とす。
Ἐκκρεμάννυνται δὲ περὶ τὴν θαλάμην τὰ ᾠά, ὅταν ἐκτέκῃ.
産卵されると、卵は巣穴の周囲に吊り下がる。
Τὸ δὲ πλῆθος ἔχει τοσαῦτα ᾠὰ ὥστ’ ἐξαιρεθέντων ἐμπίπλαται ἀγγεῖον πολλῷ μεῖζον τῆς κεφαλῆς, ἐν ᾗ ἔχει τὰ ᾠά.
その数は非常に多くの卵を抱えているので、それらを取り出すと、卵を収めていた彼女の頭部よりもはるかに大きな器が満たされるほどである。
Τὰ μὲν οὖν τῶν πολυπόδων μεθ’ ἡμέρας μάλιστα πεντήκοντα γίνεται ἐκ τῶν ἀπορραγέντων πολυπόδια, καὶ ἐξέρπει, ὥσπερ τὰ φαλάγγια, πολλὰ τὸ πλῆθος·
さて、タコの卵からは、約五十日後に、殻が破れて小さなタコが生まれ、クモのように、おびたただしい数で這い出てくる。
ὧν ἡ μὲν καθ’ ἕκαστα φύσις τῶν μελῶν οὔπω διάδηλος, ἡ δ’ ὅλη μορφὴ φανερά.
それらの個々の肢の構造はまだ明瞭ではないが、全体の形態は明らかである。
Διὰ δὲ τὴν μικρότητα καὶ τὴν ἀσθένειαν φθείρεται τὸ πλῆθος αὐτῶν.
しかし、小さくて弱いために、その多くが死んでしまう。
Ἤδη δ’ ὦπται καὶ οὕτω πάμπαν μικρὰ ὥστ’ ἀδιάρθρωτα μὲν εἶναι, ἁπτομένων δὲ κινεῖσθαι.
すでに、きわめて小さく、分節もされていないのに、触れると動くものが観察されている。
Αἱ δὲ σηπίαι ἀποτίκτουσι, καὶ γίνεται ὅμοια μύρτοις μεγάλοις καὶ μέλασιν·
一方、コウイカが産む卵は、大きくて黒いミルトスの実に似ている。
καὶ ἀλλήλων ἐχόμενά ἐστιν, οἷον βότρυς τὸ πᾶν, περιπεπλεγμένα ἑνί τινι, καὶ οὐκ εὐαπόσπαστα ἀλλήλων.
そしてそれらは互いに固着しており、全体として葡萄の房のようであって、何か一つのものに絡みついており、互いに引き離しにくい。
Ἐπαφίησι γὰρ ὁ ἄρρην ὑγρότητά τινα μυξώδη·
なぜなら、オスがある種の粘液を放出し、これが粘着性を与えるからである。
ὃ τὴν γλισχρότητα παρέχει. Καὶ αὐξάνεται δὲ ταύτῃ τὰ ᾠά, καὶ εὐθὺς μέν ἐστι λευκά, ὅταν δ’ ἀφῇ τὸν θολόν, καὶ μείζω καὶ μέλανα.
そして卵はこの粘液の中で成長し、最初は白いが、メスが墨を吐き出すと、大きくなって黒くなる。
Ὅταν δὲ σηπίδιον γένηται, ὅλον ἐκ τοῦ λευκοῦ γενόμενον ἔσω, τούτου περιρραγέντος ἐξέρχεται.
そして、内部の白い部分から全体が形成されて子イカになると、この覆いが破れて外に出てくる。
Γίνεται δ’ ἂν τὸ πρῶτον ἀπορράνῃ ἡ θήλεια, οἷον χάλαζα·
メスが最初に産み落とすものは、雹のようである。
ἐκ γὰρ τούτου τὸ σηπίδιον φύεται ἐπὶ κεφαλήν, ὥσπερ οἱ ὄρνιθες κατὰ τὴν κοιλίαν προσηρτημένοι.
なぜなら、これから子イカが頭から成長し、それはまるで鳥が腹部で付着しているかのようだからである。
Ποία δέ τίς ἐστιν ἡ πρόσφυσις ἡ ὀμφαλώδης, οὔπω ὦπται, πλὴν ὅτι αὐξανομένου τοῦ σηπιδίου ἀεὶ ἔλαττον γίνεται τὸ λευκόν, καὶ τέλος, ὥσπερ τὸ ὠχρὸν τοῖς ὄρνισι, τούτοις τὸ λευκὸν ἀφανίζεται.
臍のような付着部がどのようなものであるかはまだ観察されていない。 ただ、子イカが成長するにつれて白い部分が常に小さくなり、最後には、鳥における卵黄のように、彼らにおいては白い部分が消え去るということだけである。
Μέγιστοι δὲ φαίνονται πρῶτον, ὥσπερ καὶ ἐν τοῖς ἄλλοις, καὶ ἐν τούτοις οἱ ὀφθαλμοί.
そして、他の動物たちと同様に、これらにおいても最初は目が最も大きく見える。
Ὠιὸν ἐφ’ οὖ τὸ Α, ὀφθαλμοὶ ἐφ’ ὧν τὸ ΒΓ, τὸ σηπίδιον αὐτὸ ἐφ’ οὖ Δ. Κύει δὲ τοῦ ἔαρος, ἀποτίκτει δ’ ἐν ἡμέραις πεντεκαίδεκα·
卵はAで示される位置に、目はBとCで示される位置に、子イカ自体はDで示される位置にある。 春に妊娠し、十五日間で産み落とす。
ὅταν δ’ ἀποτέκῃ τὰ ᾠά, γίνεται ἐν ἄλλαις πεντεκαίδεκα ἡμέραις οἷον ῥάγες βότρυος, ὧν περιρραγέντων ἐκδύεται ἔσωθεν τὰ σηπίδια.
卵を産み落とすと、さらに十五日のうちに葡萄の粒のようになり、これらが破れると、内側から子イカが抜け出てくる。
Ἐὰν δέ τις περισχίσῃ πρότερον ἤδη τετελειωμένων, προΐενται κόπρον τὰ σηπίδια, καὶ τὸ χρῶμα μετβάλλει ἐρυθρότερον γινόμενον ἐκ λευκοῦ διὰ τὸν φόβον.
もし誰かが、すでに十分形成されているのに、それより前に切り開くと、子イカは墨を放出し、恐れのために色が白からより赤へと変化する。
Τὰ μὲν οὖν μαλακόστρακα αὐτὰ ὑφ’ αὑτὰ θέμενα τὰ ᾠὰ ἐπῳάζει, ὁ δὲ πολύπους καὶ ἡ σηπία καὶ τἆλλα τὰ τοιαῦτα ἐκτεκόντα, οὗ ἂν τὰ κυήματα αὐτῶν ᾖ, μάλιστα μὲν ἡ σηπία·
さて、甲殻類は自ら卵を自分の下に置いて抱くが、タコやコウイカや他のそのようなものは、産卵した場所、すなわち彼らの卵がある場所に留まる。
πολλάκις γὰρ ὑπερφαίνεται πρὸς τῇ γῇ τὸ κύτος αὐτῆς.
特にコウイカがそうである。 なぜなら、しばしばその平らな体躯が底面の近くに浮かび上がって見えるからである。
Ὁ δὲ πολύπους ὁ θῆλυς ὁτὲ μὲν ἐπὶ τοῖς ᾠοῖς ὁτὲ δ’ ἐπὶ τῷ στόματι προκάθηται τῆς θαλάμης, τὴν πλεκτάνην ἐπέχων.
また、メスのタコは、ある時は卵の上に、またある時は巣穴の入り口の前に座り、触手を差し伸べて守っている。
Ἡ δὲ σηπία πρὸς τὴν γῆν ἐκτίκτει περὶ τὰ φυκία καὶ τὰ καλαμώδη, κἄν τι ᾖ τοιοῦτον ἐκβεβλημένον, οἷον ὕλη, κλήματα ἢ λίθοι·
コウイカは、海藻や葦のような植物、あるいは流されてきた木屑、小枝、石などの周りの、海底の近くに産卵する。
καὶ οἱ ἁλιεῖς δὲ κληματίδας τιθέασιν ἐπίτηδες· καὶ πρὸς ταῦτα ἐκτίκτει μακρὸν καὶ συνεχὲς ἐκ τῶν ᾠῶν, οἷον τὸ τῶν βοστρύχων.
漁師たちもまた、わざわざ小枝の束を沈めておき、彼女らはこれらに向かって、房のような、長くて連続した卵の束を産みつける。
Ἀποτίκτει δὲ καὶ ἀπορραίνει ἐξ ἀναγωγῆς, ὡς μετὰ πόνου γινομένης τῆς προέσεως.
彼女は、放出が苦痛を伴って行われるかのように、体をのけぞらせて産卵し、滴下する。
Αἱ δὲ τευθίδες πελάγιαι ἀποτίκτουσιν·
また、ヤリイカ類は沖合で産卵する。
τὸ δ’ ᾠόν, ὥσπερ ἡ σηπία, ἀποτίκτει συνεχές.
その卵は、コウイカと同様に、連続した塊として産み落とされる。
Ἔστι δὲ καὶ ὁ τεῦθος καὶ ἡ σηπία βραχύβιον·
また、大きなイカもコウイカも短命である。
οὐ γὰρ διετίζουσιν, εἰ μή τινες ὀλίγαι αὐτῶν·
それらのごく一部を除いて、二年とは生きられないからである。
ὁμοίως δὲ καὶ οἱ πολύποδες.
タコも同様である。
Γίνεται δ’ ἐξ ἑνὸς ᾠοῦ ἓν σηπίδιον·
一つの卵から一匹の子イカが生まれる。
ὁμοίως δὲ καὶ ἐπὶ τῶν τευθίδων ἔχει.
ヤリイカ類についても同様である。
Διαφέρει δ’ ἡ ἄρρην τευθὶς τῆς θηλείας·
オスのヤリイカはメスと異なっている。
ἔχει γὰρ ἡ θήλεια, ἐάν τις διαστείλας θεωρήσῃ τὴν κόμην εἴσω, ἐρυθρὰ δύο οἷον μαστούς, ὁ δ’ ἄρρην οὐκ ἔχει.
なぜなら、もし内部の触手部を押し広げて観察するなら、メスには二つの赤い乳房のようなものがあるが、オスにはないからである。
Ἡ δὲ σηπία τοῦτό τ’ ἔχει διάφορον, καὶ ὅτι ποικιλώτερός ἐστιν ὁ ἄρρην τῆς θηλείας, καθάπερ εἴρηται πρότερον.
コウイカもまたこの違いを有しており、また以前に述べられたように、オスはメスよりも模様が多彩である。