Humanitext Reader

亚里士多德 · 动物志 §5.18

头足类的产卵与孵化以及雌雄差异

第 81 段,共 189 段 · 希腊语

内容简介

本章描述了章鱼、乌贼和鱿鱼等头足类动物在交配后的产卵方式、卵的形状及孵化过程,以及它们在孵化期间的习性和雌雄之间的解剖学差异。

§5.18Τὰ δὲ μαλάκια ἐκ τοῦ συνδυασμοῦ καὶ τῆς ὀχείας ᾠὸν ἴσχει λευκόν·
软体动物在交合和交配后,体内产生白色的卵。
τοῦτο δὲ γίνεται τῷ χρόνῳ, ὥσπερ τὰ τῶν σκληροδέρμων, ψαθυρόν.
随着时间的推移,这种卵会变得易碎,就像甲壳动物的卵一样。
Καὶ ἀποτίκτει ὁ μὲν πολύπους εἰς τὰς θαλάμας ἢ εἰς κεράμιον ἤ τι ἄλλο κοῖλον ὅμοιον βοστρυχίοις οἰνάνθης καὶ λεύκης καρπῷ, καθάπερ εἴρηται πρότερον.
并且,正如先前所说,章鱼会将卵产在巢穴、陶罐或其他类似的空腔中,其形状类似于葡萄藤的嫩芽或白杨树的果实。
Ἐκκρεμάννυνται δὲ περὶ τὴν θαλάμην τὰ ᾠά, ὅταν ἐκτέκῃ.
当产下卵时,这些卵便悬挂在巢穴周围。
Τὸ δὲ πλῆθος ἔχει τοσαῦτα ᾠὰ ὥστ’ ἐξαιρεθέντων ἐμπίπλαται ἀγγεῖον πολλῷ μεῖζον τῆς κεφαλῆς, ἐν ᾗ ἔχει τὰ ᾠά.
其数量之多,以至于把卵取出后,能装满一个比容纳这些卵的头部还要大得多的器皿。
Τὰ μὲν οὖν τῶν πολυπόδων μεθ’ ἡμέρας μάλιστα πεντήκοντα γίνεται ἐκ τῶν ἀπορραγέντων πολυπόδια, καὶ ἐξέρπει, ὥσπερ τὰ φαλάγγια, πολλὰ τὸ πλῆθος· ὧν ἡ μὲν καθ’ ἕκαστα φύσις τῶν μελῶν οὔπω διάδηλος, ἡ δ’ ὅλη μορφὴ φανερά.
于是,在大约五十天后,章鱼的卵破壳而出,变成小章鱼,像蜘蛛一样成群结队地爬出来;它们的各个肢体结构尚未分明,但整体形状已经显而易见。
Διὰ δὲ τὴν μικρότητα καὶ τὴν ἀσθένειαν φθείρεται τὸ πλῆθος αὐτῶν.
然而,由于体型微小且脆弱,它们中的绝大多数都会死掉。
Ἤδη δ’ ὦπται καὶ οὕτω πάμπαν μικρὰ ὥστ’ ἀδιάρθρωτα μὲν εἶναι, ἁπτομένων δὲ κινεῖσθαι.
曾有人观察到极其微小的个体,它们甚至尚未成形,但一经触碰就会蠕动。
Αἱ δὲ σηπίαι ἀποτίκτουσι, καὶ γίνεται ὅμοια μύρτοις μεγάλοις καὶ μέλασιν· καὶ ἀλλήλων ἐχόμενά ἐστιν, οἷον βότρυς τὸ πᾶν, περιπεπλεγμένα ἑνί τινι, καὶ οὐκ εὐαπόσπαστα ἀλλήλων.
乌贼产卵,其卵变得像大而黑的香桃木浆果;它们互相紧挨着,整体像一串葡萄,缠绕在某个单一的物体上,不易彼此分离。
Ἐπαφίησι γὰρ ὁ ἄρρην ὑγρότητά τινα μυξώδη· ὃ τὴν γλισχρότητα παρέχει.
因为雄性会释放出一种粘液状的液体,从而提供了粘性。
Καὶ αὐξάνεται δὲ ταύτῃ τὰ ᾠά, καὶ εὐθὺς μέν ἐστι λευκά, ὅταν δ’ ἀφῇ τὸν θολόν, καὶ μείζω καὶ μέλανα.
卵也由此而生长,起初确实是白色的,但当母乌贼释放出墨汁后,它们就会变得更大且呈黑色。
Ὅταν δὲ σηπίδιον γένηται, ὅλον ἐκ τοῦ λευκοῦ γενόμενον ἔσω, τούτου περιρραγέντος ἐξέρχεται.
当小乌贼在内部完全由白色物质发育形成后,随着这层外皮破裂,它便会出来。
Γίνεται δ’ ἂν τὸ πρῶτον ἀπορράνῃ ἡ θήλεια, οἷον χάλαζα· ἐκ γὰρ τούτου τὸ σηπίδιον φύεται ἐπὶ κεφαλήν, ὥσπερ οἱ ὄρνιθες κατὰ τὴν κοιλίαν προσηρτημένοι.
雌乌贼最初排出的东西,就像冰雹一样;因为小乌贼便是从此物中由头部开始生长的,正如鸟类通过腹部附着在卵黄上一样。
Ποία δέ τίς ἐστιν ἡ πρόσφυσις ἡ ὀμφαλώδης, οὔπω ὦπται, πλὴν ὅτι αὐξανομένου τοῦ σηπιδίου ἀεὶ ἔλαττον γίνεται τὸ λευκόν, καὶ τέλος, ὥσπερ τὸ ὠχρὸν τοῖς ὄρνισι, τούτοις τὸ λευκὸν ἀφανίζεται.
至于这种类似脐带的附着物究竟是怎样的,尚未被观察到,只知道随着小乌贼的生长,白色物质总是变得越来越小,最终,就像鸟类的蛋黄一样,它们的白色物质也消失了。
Μέγιστοι δὲ φαίνονται πρῶτον, ὥσπερ καὶ ἐν τοῖς ἄλλοις, καὶ ἐν τούτοις οἱ ὀφθαλμοί.
并且起初,正如在其他动物中一样,在这些生物中,眼睛显得最大。
Ὠιὸν ἐφ’ οὖ τὸ Α, ὀφθαλμοὶ ἐφ’ ὧν τὸ ΒΓ, τὸ σηπίδιον αὐτὸ ἐφ’ οὖ Δ. Κύει δὲ τοῦ ἔαρος, ἀποτίκτει δ’ ἐν ἡμέραις πεντεκαίδεκα·
卵位于 A 处,眼睛位于 B 和 C 处,小乌贼本身位于 D 处。
ὅταν δ’ ἀποτέκῃ τὰ ᾠά, γίνεται ἐν ἄλλαις πεντεκαίδεκα ἡμέραις οἷον ῥάγες βότρυος, ὧν περιρραγέντων ἐκδύεται ἔσωθεν τὰ σηπίδια.
它们在春季怀胎,并在十五天内产卵;一旦产下卵,在另外十五天内,它们就会变得像葡萄串上的浆果,当这些浆果破裂时,小乌贼就会从内部脱壳而出。
Ἐὰν δέ τις περισχίσῃ πρότερον ἤδη τετελειωμένων, προΐενται κόπρον τὰ σηπίδια, καὶ τὸ χρῶμα μετβάλλει ἐρυθρότερον γινόμενον ἐκ λευκοῦ διὰ τὸν φόβον.
如果有人在它们已经发育完全但尚未自行孵出之前,就提前将卵皮割开,小乌贼就会排出墨汁,并且由于恐惧,其颜色会从白色变得更红。
Τὰ μὲν οὖν μαλακόστρακα αὐτὰ ὑφ’ αὑτὰ θέμενα τὰ ᾠὰ ἐπῳάζει, ὁ δὲ πολύπους καὶ ἡ σηπία καὶ τἆλλα τὰ τοιαῦτα ἐκτεκόντα, οὗ ἂν τὰ κυήματα αὐτῶν ᾖ, μάλιστα μὲν ἡ σηπία· πολλάκις γὰρ ὑπερφαίνεται πρὸς τῇ γῇ τὸ κύτος αὐτῆς.
于是,甲壳动物会把卵置于自身腹下进行孵化,而章鱼、乌贼以及其他此类动物在产卵后,会留在它们的胚胎所在之处,尤其是乌贼;因为人们经常看到它的躯体浮现在靠近海底的地方。
Ὁ δὲ πολύπους ὁ θῆλυς ὁτὲ μὲν ἐπὶ τοῖς ᾠοῖς ὁτὲ δ’ ἐπὶ τῷ στόματι προκάθηται τῆς θαλάμης, τὴν πλεκτάνην ἐπέχων.
而雌章鱼有时坐在卵上,有时坐在巢穴口,伸出触手进行防卫。
Ἡ δὲ σηπία πρὸς τὴν γῆν ἐκτίκτει περὶ τὰ φυκία καὶ τὰ καλαμώδη, κἄν τι ᾖ τοιοῦτον ἐκβεβλημένον, οἷον ὕλη, κλήματα ἢ λίθοι· καὶ οἱ ἁλιεῖς δὲ κληματίδας τιθέασιν ἐπίτηδες· καὶ πρὸς ταῦτα ἐκτίκτει μακρὸν καὶ συνεχὲς ἐκ τῶν ᾠῶν, οἷον τὸ τῶν βοστρύχων.
乌贼则在靠近海底的地方产卵,围绕着海藻和芦苇状植物,或者任何被冲刷过来的类似东西,如木料、小树枝或石头;渔夫们也会特意放入一些小枝条;它们便朝向这些东西,产下由卵组成的长而连续的、如同发辫般的东西。
Ἀποτίκτει δὲ καὶ ἀπορραίνει ἐξ ἀναγωγῆς, ὡς μετὰ πόνου γινομένης τῆς προέσεως.
它产卵和排出时会把身体往后仰,仿佛这一排放过程伴随着极大的痛苦。
Αἱ δὲ τευθίδες πελάγιαι ἀποτίκτουσιν· τὸ δ’ ᾠόν, ὥσπερ ἡ σηπία, ἀποτίκτει συνεχές.
鱿鱼则在开阔的海域中产卵;它们的卵也像乌贼一样,是作为一个连续的整体产下的。
Ἔστι δὲ καὶ ὁ τεῦθος καὶ ἡ σηπία βραχύβιον· οὐ γὰρ διετίζουσιν, εἰ μή τινες ὀλίγαι αὐτῶν· ὁμοίως δὲ καὶ οἱ πολύποδες.
大鱿鱼和乌贼都是短命的;因为除了极少数个体外,它们活不过两年;章鱼也是如此。
Γίνεται δ’ ἐξ ἑνὸς ᾠοῦ ἓν σηπίδιον· ὁμοίως δὲ καὶ ἐπὶ τῶν τευθίδων ἔχει.
每一个卵中产生一只小乌贼;在鱿鱼身上也是同样的情况。
Διαφέρει δ’ ἡ ἄρρην τευθὶς τῆς θηλείας· ἔχει γὰρ ἡ θήλεια, ἐάν τις διαστείλας θεωρήσῃ τὴν κόμην εἴσω, ἐρυθρὰ δύο οἷον μαστούς, ὁ δ’ ἄρρην οὐκ ἔχει.
雄鱿鱼与雌鱿鱼有所不同;因为如果有人扒开其触须并向内观察,会发现雌性有两个红色的、像乳房一样的器官,而雄性则没有。
Ἡ δὲ σηπία τοῦτό τ’ ἔχει διάφορον, καὶ ὅτι ποικιλώτερός ἐστιν ὁ ἄρρην τῆς θηλείας, καθάπερ εἴρηται πρότερον.
乌贼也有这种差异,并且正如先前所说,雄性比雌性的花纹更为斑斓。

词汇与语法注释

  1. p.160ὅμοιον ¦p.160¦ βοστρυχίοις οἰνάνθης καὶ λεύκης καρπῷ — 中性单数宾格形容词 ὅμοιον 在语法上似乎修饰前方的名词短语 τι ἄλλο κοῖλον(另一个中性单数宾格),但在语义上它描述的是所产之卵的形状类似于葡萄藤的嫩芽(βοστρυχίοις)和白杨树的果实(καρπῷ)。亚里士多德在此描述了产卵的形态,而没有在句中直接将“卵”作为宾语写出。
  2. p.160ἐξαιρεθέντων — 属格独立分词(被动语态复数属格),省略了语义上的主语“卵”(τῶν ᾠῶν)。该属格独立结构被嵌入在 ὥστε(结果从句)之中,表示“当[它们]被取出时”这一条件或前提。
  3. p.161ὥσπερ τὸ ὠχρὸν τοῖς ὄρνισι, τούτοις τὸ λευκὸν — 显示对比关系的平行结构。与格的 τοῖς ὄρνισι(对于鸟类)和 τούτοις(对于这些[乌贼])各自充当基准,主语 τὸ ὠχρὸν(黄色物质,即蛋黄)与 τὸ λευκὸν(白色物质)形成对比。后半部分的动词 <span>ἀφανίζεται</span>(消失)是共用的。
  4. p.162ἐάν τις διαστείλας θεωρήσῃ — 带有 aorist 分词 διαστείλας 的条件从句(ἐάν +虚拟语气)。它表明了动作的时间先后顺序:“如果有人在扒开[触须]之后,进行观察”。

引用这一段

亚里士多德, 动物志 §5.18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:5.18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。