Humanitext Reader

アリストテレス · 動物誌 §5.17

軟甲類の産卵と抱卵および脱皮習性

80 / 189 箇所 · ギリシア語

要旨

軟甲類であるイセエビ、ロブスター、エビなどの妊娠期間、抱卵および産卵の方法について詳述し、それぞれの生息環境の好み、季節ごとの移動習性、脱皮について説明する。

§5.17Τῶν δὲ μαλακοστράκων οἱ κάραβοι μετὰ τὴν ὀχείαν κύουσι καὶ ἴσχουσι τὰ ᾠὰ περὶ τρεῖς μῆνας, Σκιρροφοριῶνα καὶ Ἑκατομβαιῶνα καὶ Μεταγειτνιῶνα·
軟甲類のうち、イセエビは交尾の後に妊娠し、スキロポリオーン、ヘカトンバイオーン、メタゲイトニオーンの約三ヶ月間、卵を体内に保持する。
μετὰ δὲ ταῦτα προστίκτουσιν ὑπὸ τὴν κοιλίαν εἰς τὰς πτύχας, καὶ αὐξάνεται αὐτῶν τὰ ᾠὰ ὥσπερ οἱ σκώληκες.
その後に、それらを腹部の下の折り目に産み付け、彼女たちの卵は幼虫のように成長する。
Τὸ δ’ αὐτὸ τοῦτο καὶ ἐπὶ τῶν μαλακίων ἐστὶ καὶ τῶν ἰχθύων, ὅσοι ᾠοτοκοῦσιν·
これと同じことは、軟体動物や、卵生である魚類すべてにも当てはまる。
αὐξάνεται γὰρ πάντων τὸ ᾠόν.
すべてそれらの卵は成長するからである。
Τὸ μὲν οὖν ᾠὸν γίνεται ψαθυρὸν τῶν καράβων, διῃρημένον εἰς ὀκτὼ μοίρας.
さて、イセエビの卵はばらばらになりやすく、八つの部分に分かれている。
Καθ’ ἕκαστον γὰρ τῶν ἐπικαλυμμάτων τῶν ἐκ τοῦ πλαγίου πεφυκότων ἐστὶ χονδρῶδές τι πρὸς ὃ περιφύεται, καὶ τὸ ὅλον γίνεται ὥσπερ βότρυς·
すなわち、側面から生えている各覆いの下には、卵がその周りに固着する軟骨状のものがそれぞれあり、全体として葡萄の房のようになる。
σχίζεται γὰρ ἕκαστον εἰς πλείω τῶν χονδρωδῶν.
それぞれの軟骨状のものがいくつかの枝に分かれているからである。
Ταῦτα δὲ διαστέλλοντι μὲν γίνεται φανερά, προσβλέποντι δὲ συνεστηκός τι φαίνεται·
これらは押し広げてみると明らかになるが、一見すると一塊になったもののように見える。
καὶ γίνεται δὲ μέγιστα οὐ τὰ πρὸς τῷ πόρῳ ἀλλὰ τὰ κατὰ μέσον, ἐλάχιστα δὲ τὰ ἔσχατα.
そして、最も大きくなるのは導管の近くにあるものではなく、中間あたりにあるもので、最も小さいのは端のものである。
Τὸ δὲ μέγεθος τῶν ᾠῶν τῶν μικρῶν ἐστὶν ἡλίκον κεγχραμίς.
小さな卵の大きさは黍の実ほどである。
Οὐκ εὐθὺς δ’ ἐστὶν ἐχόμενα τοῦ πόρου, ἀλλὰ κατὰ μέσον·
それらは導管にすぐ隣接してあるのではなく、中間に位置している。
ἑκατέρωθεν γὰρ ἀπὸ τῆς κέρκου καὶ ἀπὸ τοῦ θώρακος δύο διαστήματα μάλιστα ἀπέχει·
なぜなら、尾の方からと、胸部の方からの両側から、およそ二つの節の間隔を置いて離れているからである。
οὕτω γὰρ καὶ τὰ ἐπικαλύμματα πέφυκεν.
覆いもまたそのように生えている。
Αὐτὰ μὲν οὖν τὰ ἐκ τοῦ πλαγίου οὐ δύναται συμπεριλαμβάνειν, τοῦ δ’ ἄκρου προσεπιτεθέντος καλύπτει πάντα, καὶ γίνεται τοῦτ’ αὐτοῖς οἷον πῶμα.
側面の覆いだけではそれらすべてを包み込むことができないが、端の覆いが付け加えられるとすべてを覆い隠し、これが彼らにとって蓋のようになる。
Ἔοικε δὲ τὰ ᾠὰ τίκτουσα προσάγειν πρὸς τὰ χονδρώδη τῷ πλάτει τῆς κέρκου προσαναπτυττομένης, καὶ προσπιέσασα εὐθὺς καὶ κεκαμμένη ἀποτίκτειν.
卵を産むとき、尾の幅広の部分を内側に折りたたみ、卵を軟骨状のものへと押し近づけ、押し当てた直後に、体を曲げて産み出すように見える。
Τὰ δὲ χονδρώδη κατὰ τοὺς καιροὺς τούτους αὐξάνεται καὶ δεκτικὰ γίνεται τῶν ᾠῶν·
軟骨状のものはこの時期になると大きくなり、卵を受け入れることができるようになる。
πρὸς τὰ χονδρώδη γὰρ ἀποτίκτουσι, καθάπερ αἱ σηπίαι πρὸς τὰ κλήματα καὶ τὸν φορυτόν.
彼女たちは軟骨状のものに向けて産みつけるのである。 コウイカが小枝や瓦礫に向けて産みつけるのと同様である。
Ἀποτίκτει μὲν οὖν τοῦτον τὸν τρόπον, συμπέψασα δ’ ἐνταῦθα μάλιστα ἐν εἴκοσιν ἡμέραις ἀποβάλλει συνεστηκὸς καὶ ἀθρόον, ὥσπερ φαίνεται καὶ ἐκτός·
このように産卵し、そこで約二十日間卵を成熟させて、外からも見えるように、固まった一塊のものとして放出する。
εἶτ’ ἐκ τούτων γίνονται οἱ κάραβοι ἐν ἡμέραις μάλιστα πεντεκαίδεκα, καὶ λαμβάνονται πολλάκις ἐλάττους ἢ δακτυλιαῖοι.
その後、これらから約十五日間でイセエビが生まれ、しばしば指の太さ以下の大きさのものが捕獲される。
Προεκτίκτει μὲν οὖν πρὸ ἀρκτούρου, μετὰ δ’ ἀρκτοῦρον ἀποβάλλει τὰ ᾠά.
彼女たちはアルクトゥールスが昇る前に産卵し、アルクトゥールスの後に卵を放出する。
Τῶν δὲ κυφῶν καρίδων ἡ κύησίς ἐστι περὶ τέτταρας μῆνας.
腰の曲がったエビ類の妊娠期間は約四ヶ月である。
Γίνονται δ’ οἱ μὲν κάραβοι ἐν τοῖς τραχέσι καὶ πετρώδεσιν, οἱ δ’ ἀστακοὶ ἐν τοῖς λείοις· ἐν δὲ τοῖς πηλώδεσιν οὐδέτεροι·
イセエビは荒くて岩がちの場所に生じ、ロブスターは滑らかな場所に生じるが、泥がちの場所にはどちらも生じない。
διὸ καὶ ἐν Ἑλλησπόντῳ μὲν καὶ περὶ Θάσον ἀστακοὶ γίνονται, περὶ δὲ τὸ Σίγειον καὶ τὸν Ἄθων κάραβοι.
そのため、ヘレスポントスやタソス島周辺ではロブスターが生じ、シゲイオンやアトス山周辺ではイセエビが生じる。
Διασημαίνονται δὲ τοὺς τόπους οἱ ἁλιεῖς τούς τε τραχεῖς καὶ τοὺς πηλώδεις ταῖς τε ἀκταῖς καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις σημείοις, ὅταν βούλωνται ἐν τῷ πελάγει ποιεῖσθαι τὴν θήραν.
漁師たちは、沖合で漁をしようとするとき、海岸の様子やその他これらに類する目印によって、荒い場所と泥がちの場所を識別する。
Γίνονται δ’ ἐν μὲν τῷ χειμῶνι καὶ τῷ ἔαρι πρὸς τῇ γῇ μᾶλλον, τοῦ δὲ θέρους ἐν τῷ πελάγει, διώκοντα ὁτὲ μὲν τὴν ἀλέαν ὁτὲ δὲ τὸ ψῦχος.
彼らは冬と春には陸の近くに多く現れ、夏には沖合に現れるが、ある時は暖かさを、ある時は冷たさを求めて移動する。
Τοῖς δὲ χρόνοις παραπλησίως καὶ αἱ καλούμεναι ἄρκτοι τίκτουσι τοῖς καράβοις·
ほぼ同じ時期に、アークトスと呼ばれるものもイセエビと同じように卵を産む。
διὸ καὶ τοῦ χειμῶνος καὶ πρὶν ἐκτεκεῖν τοῦ ἔαρος ἄρισταί εἰσιν, ὅταν δ’ ἐκτέκωσι, χείρισται.
そのため、冬と、春の産卵前には最良の状態であるが、産卵後は最悪の状態になる。
Ἐκδύνουσι δὲ τὸ κέλυφος τοῦ ἔαρος, ὥσπερ οἱ ὄφεις τὸ καλούμενον γῆρας, καὶ εὐθὺς γινόμενοι καὶ ὕστερον καὶ οἱ κάραβοι καὶ οἱ καρκίνοι.
春には、蛇が「抜け殻」と呼ばれるものを脱ぎ捨てるように、彼らも殻を脱ぎ捨てる。 生まれてすぐのものも、その後成長したものも、イセエビも蟹も同様である。
Εἰσὶ δ’ οἱ κάραβοι μακρόβιοι πάντες.
イセエビはすべて長寿である。

語釈・文法注

  1. §5.17διαστέλλοντι ... προσβλέποντι — これらは行為者を表す明示的な主語を伴わない与格分詞(観点・判断者を示す与格)であり、「(観察者が)引き離してみると……(観察者が)普通に見ると……」という意味を表す。
  2. §5.17ἔοικε δὲ τὰ ᾠὰ τίκτουσα προσάγειν — 動詞 `ἔοικε`(〜と思われる)が主格分詞 `τίκτουσα`(女性単数、雌のイセエビを指す)および不定詞 `προσάγειν` を伴う個人的構文(personal construction)。「産卵する雌は〜を近づけているように見える」の意。
  3. §5.17τὸ καλούμενον γῆρας — ここでの `γῆρας`(老い、老年)は、蛇の抜け殻に対する慣用的な表現。蛇が脱皮して若返るという古代の通念から、抜け殻自体が「老年」と呼ばれる。

この箇所を引用する

アリストテレス, 動物誌 §5.17. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:5.17

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。