§5.14#2Καὶ ἐπιδίδωσι δ’ ἀεὶ ἐπὶ τὸ βελτίω τὰ ἔκγονα γεννᾶν μέχρι ἐτῶν εἴκοσιν.
馬は、二十歳に達するまで、より優れた仔を産むように常に向上していく。
Ὀχεύει δ’ ὁ ἵππος ὁ ἄρρην μέχρι ἐτῶν τριάκοντα καὶ τριῶν, ἡ δὲ θήλεια ὀχεύεται μέχρι τετταράκοντα ἐτῶν, ὥστε συμβαίνει σχεδὸν διὰ βίου γίνεσθαι τὴν ὀχείαν·
雄馬は三十三歳まで交尾し、雌馬は四十歳まで交尾を受け入れる。 それゆえ、交尾はほぼ生涯を通じて行われることになる。
ζῇ γὰρ ὡς ἐπὶ τὸ πολὺ ὁ μὲν ἄρρην περὶ πέντε καὶ τριάκοντα ἔτη, ἡ δὲ θήλεια πλείω τῶν τετταράκοντα·
というのも、大抵の場合、雄は三十五歳ほどまで生き、雌は四十歳以上生きるからである。
ἤδη δέ τις ἐβίωσεν ἵππος ἔτη ἑβδομήκοντα καὶ πέντε.
中には七十五歳まで生きた馬も既にいた。
Ὄνος δὲ τριακοντάμηνος ὀχεύει καὶ ὀχεύεται.
ロバは生後三十ヶ月で交尾し、交尾を受け入れる。
Οὐ μέντοι γεννῶσί γε ὡς ἐπὶ τὸ πολὺ ἀλλ’ ἢ τριετὴς ἢ διετὴς καὶ ἑξάμηνος.
しかし、大抵の場合は、三歳になるか、あるいは二歳六ヶ月になるまでは生殖を行わない。
Ἤδη δὲ καὶ ἐνιαυσία ἐκύησεν ὥστε καὶ ἐκτραφῆναι.
しかし、すでに一歳で妊娠し、その仔が育った例もある。
Καὶ βοῦς ἐνιαυσία ἔτεκεν ὥστε καὶ ἐκτραφῆναι·
また、牛でも一歳で出産し、その仔が育った例がある。
καὶ τὸ μέγεθος ηὐξήθη ὅσον ἔμελλε, καὶ οὐκέτι.
そして、その大きさは本来達すべき大きさにまで成長し、それ以上にはならなかった。
Αἱ μὲν οὖν ἀρχαὶ τοῖς ζῴοις τούτοις τῆς γεννήσεως τοῦτον ἔχουσι τὸν τρόπον.
このように、これらの動物における生殖の始まりはこのようになっている。
Γεννᾷ δ’ ἄνθρωπος μὲν τὸ ἔσχατον μέχρι ἑβδομήκοντα ἐτῶν ὁ ἄρρην, γυνὴ δὲ μέχρι πεντήκοντα.
人間においては、最も遅い限界として、男性は七十歳まで生殖可能であり、女性は五十歳までである。
Ἀλλὰ τοῦτο μὲν σπάνιον· ὀλίγοις γὰρ γεννᾶται ἐν ταύταις ταῖς ἡλικίαις τέκνα·
しかし、これは稀なことであり、これらの年齢で子供が生まれる人は少ない。
ὡς δ’ ἐπὶ τὸ πολὺ τοῖς μὲν πέντε καὶ ἑξήκοντα ὅρος, ταῖς δὲ πέντε καὶ τετταράκοντα.
大抵の場合、男性は六十五歳が限界であり、女性は四十五歳が限界である。
Πρόβατον δὲ τίκτει μέχρι ἐτῶν ὀκτώ, ἐὰν δὲ θεραπεύηται καλῶς, καὶ μέχρι ἕνδεκα·
羊は八歳まで出産し、よく世話をされれば十一歳まで出産する。
σχεδὸν δὲ διὰ βίου συμβαίνει ὀχεύειν καὶ ὀχεύεσθαι ἀμφοτέροις.
そして、ほぼ生涯にわたって、雌雄ともに交尾し、交尾を受け入れる。
Οἱ δὲ τράγοι πίονες ὄντες ἧττον γόνιμοί εἰσιν (ἀφ’ ὧν καὶ τὰς ἀμπέλους, ὅταν μὴ φέρωσι, τραγᾶν καλοῦσιν), ἀλλὰ παρισχναινόμενοι δύνανται ὀχεύοντες γεννᾶν.
雄の山羊は、太っていると肥沃さが劣る(このことから、ブドウの木が実を結ばないときに「山羊化する(トラガーン)」と呼ぶのである)。 しかし、痩せさせれば、交尾して生殖することができる。
Ὀχεύουσι δ’ οἱ κριοὶ τὰς πρεσβυτάτας πρῶτον, τὰς δὲ νέας οὐ διώκουσιν.
雄の羊は、最初に最も年老いた雌と交尾し、若い雌を追いかけることはしない。
Τίκτουσι δ’, ὥσπερ εἴρηται ἐν τοῖς πρότερον, αἱ νέαι ἐλάττω τὰ ἔκγονα τῶν πρεσβυτέρων.
そして、以前に述べたように、若い雌が産む仔は、年老いた雌のものよりも小さい。
Κάπρος δ’ ἀγαθὸς μὲν ὀχεύειν μέχρι ἐπὶ τριετές, τῶν δὲ πρεσβυτέρων χείρω τὰ ἔκγονα·
雄の豚は三歳まで良い交尾能力を持つが、それより年老いたものの仔は劣っている。
οὐ γὰρ ἔτι γίνεται αὐτῷ ἐπίδοσις οὐδὲ ῥώμη.
というのも、それ以上は成長も活力の向上も彼には生じないからである。
Ὀχεύειν δ’ εἴωθε χορτασθεὶς καὶ μὴ προβιβάσας ἄλλην·
彼は十分に餌を与えられ、かつ前に他の雌と交尾させられていないときに交尾する習慣がある。
εἰ δὲ μή, ὀλιγοχρονιωτέρα ἡ ὀχεία γίνεται καὶ μικρότερα τὰ ἔκγονα.
そうでなければ、交尾の時間はより短くなり、生まれる仔はより小さくなる。
Τίκτει δ’ ἐλάχιστα μὲν ὗς, ὅταν ᾖ πρωτοτόκος· δευτεροτόκος δ’ οὖσα ἀκμάζει·
雌の豚は、最初の出産のときに最も産む数が少なく、二回目の出産のときに全盛期に達する。
γηράσκουσα δὲ τίκτει μὲν ὁμοίως, ὀχεύεται δὲ βραδύτερον·
年老いると同等に産むが、交尾を受け入れるのはより遅くなる。
ὅταν δὲ πεντεκαιδεκαετεῖς ὦσιν, οὐκέτι γεννῶσιν ἀλλὰ γραῖαι γίνονται.
十五歳になると、もはや生殖せず、老衰する。
Ἐὰν δ’ εὐτραφὴς ᾖ, θᾶττον ὁρμᾷ πρὸς τὰς ὀχείας καὶ νέα καὶ γηράσκουσα·
十分に栄養を与えられていれば、若くても老いていても、より早く交尾へと向かう。
ἔγκυος δ’ οὖσα ἐὰν πιαίνηται σφόδρα, ἔλαττον ἴσχει τὸ γάλα μετὰ τὸν τόκον.
しかし、妊娠しているときに非常に太ってしまうと、出産後の母乳が少なくなる。
Τὰ δ’ ἔκγονα κατὰ μὲν τὴν ἡλικίαν βέλτιστα ἐν ἀκμῇ, κατὰ δὲ τὰς ὥρας, ὅσα τοῦ χειμῶνος ἀρχομένου γίνεται·
仔は、親の年齢に関しては親が全盛期のとき、また季節に関しては冬の初めに生まれたものが最も優れている。
χείριστα δὲ τὰ θερινά· καὶ γὰρ μικρὰ καὶ λεπτὰ καὶ ὑγρά.
最悪なのは夏に生まれたもので、小さく、細く、弱々しいからである。
Ὁ δ’ ἄρρην, ἐὰν μὲν εὐτραφὴς ᾖ, πᾶσαν ὥραν ὀχεύειν δύναται, καὶ μεθ’ ἡμέραν καὶ νύκτωρ·
雄は、十分に栄養を与えられていれば、昼夜を問わず、どの季節でも交尾することができる。
εἰ δὲ μή, μάλιστα τό γ’ ἕωθεν·
そうでなければ、特に朝方に交尾する。
καὶ γηράσκων ἧττον ἀεί, ὥσπερ εἴρηται καὶ πρότερον.
そして、以前にも述べたように、年老いるにつれて常にその能力は衰える。
Πολλάκις δ’ οἱ ἀδύνατοι ἢ διὰ τὴν ἡλικίαν ἢ δι’ ἀσθένειαν, οὐ δυνάμενοι ταχέως ὀχεύειν, κατακλινομένης τῆς θηλείας διὰ τὸ κάμνειν τῇ στάσει συγκατακλιθέντες πλησιάζουσιν.
多くの場合、年齢や病気のために能力がなく、迅速に交尾できない雄は、雌が立っているのに疲れて横たわるとき、一緒に横たわって交尾を行う。
Κυΐσκεται δὲ μάλιστα ἡ ὗς, ἐπειδὰν θυῶσα καταβάλλῃ τὰ ὦτα·
雌の豚は、発情して耳を垂らすときに最もよく妊娠する。
εἰ δὲ μή, ἀναθυᾷ πάλιν.
そうでなければ、再び発情する。
Αἱ δὲ κύνες ὀχεύονται οὐ διὰ βίου ἀλλὰ μέχρι ἀκμῆς τινός·
雌の犬は生涯を通じて交尾を受け入れるわけではなく、ある全盛期までである。
ὡς μὲν ἐπὶ τὸ πολὺ μέχρι ἐτῶν δώδεκα αἵ τ’ ὀχεῖαι συμβαίνουσι καὶ αἱ κυήσεις αὐτῶν·
大抵の場合、十二歳まで交尾と妊娠が行われる。
οὐ μὴν ἀλλ’ ἤδη τισὶ καὶ ὀκτωκαίδεκα ἔτη γεγονόσι καὶ εἴκοσι συνέβη καὶ θηλείαις ὀχευθῆναι καὶ ἄρρεσι γεννῆσαι.
とはいえ、すでに十八歳や二十歳に達した雌が交尾を受け入れたり、雄が生殖したりした例もある。
Ἀφαιρεῖται δὲ καὶ τὸ γῆρας ὥστε μὴ γεννᾶν μηδὲ τίκτειν, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων.
しかし、他の動物と同様に、老いることは生殖や出産を不可能にする。
Ἡ δὲ κάμηλος ἔστι μὲν ὀπισθουρητικόν, καὶ ὀχεύεται ὥσπερ εἴρηται πρότερον·
ラクダは後方に放尿する動物であり、以前に述べたように交尾する。
τῆς δ’ ὀχείας ὁ χρόνος ἐν τῇ Ἀραβίᾳ κατὰ τὸν Μαιμακτηριῶνα μῆνα.
その交尾の時期は、アラビアにおいてはマイマクテーリオーン月の頃である。
Κύει δὲ δώδεκα μῆνας, τίκτει δὲ ἕν·
十二ヶ月間妊娠し、一頭を産む。
ἔστι γὰρ μονοτόκον.
一腹に一頭しか産まないからである。
Ἄρχεται δὲ τῆς ὀχείας ἡ θήλεια τριετὴς οὖσα καὶ ὁ ἄρρην τριετὴς ὤν·
雌は三歳で、雄も三歳で交尾を始める。
μετὰ δὲ τὸν τόκον ἓν ἔτος διαλιποῦσα ὀχεύεται ἡ θήλεια.
雌は出産後、一年間をあけてから交尾を受け入れる。
Ὁ δ’ ἐλέφας ἄρχεται μὲν βαίνεσθαι ὁ μὲν νεώτατος δέκ’ ἐτῶν, ὁ δὲ πρεσβύτατος πεντεκαίδεκα·
象は、最も若い雌は十歳、最も年老いた雌は十五歳で交尾を受け入れ始める。
ὁ δ’ ἄρρην βαίνει πεντέτης ὢν ἢ ἑξέτης.
雄は五歳または六歳で交尾を行う。
Χρόνος δὲ τῆς ὀχείας τὸ ἔαρ.
交尾の時期は春である。
Πάλιν δὲ βαίνει μετὰ τὴν ὀχείαν διὰ τρίτου ἔτους·
雄は交尾の後、再び三年目に交尾を行う。
ὃν δ’ ἂν ἐγκύμονα ποιήσῃ, τούτου πάλιν οὐχ ἅπτεται.
そして、自分が妊娠させた雌には、二度と触れない。
Κύει δ’ ἔτη δύο, τίκτει δ’ ἕν·
雌は二年間妊娠し、一頭を産む。
ἔστι γὰρ μονοτόκον·
単胎だからである。
τὸ δ’ ἔμβρυον γίνεται ὅσον μόσχος δίμηνος ἢ τρίμηνος.
胎児は生後二、三ヶ月の子牛ほどの大きさになる。
Περὶ μὲν οὖν τῆς ὀχείας τῶν ζῴων τῶν ὀχευομένων τοῦτον ἔχει τὸν τρόπον·
このように、交尾を行う動物の交尾については、このようになっている。