Humanitext Reader

アリストテレス · 動物誌 §5.14#1

動物の性的成熟に伴う身体変化と胎生動物の繁殖年齢

75 / 189 箇所 · ギリシア語

要旨

動物が性的成熟に至る年齢と、それに伴って生じる音声や身体各部の変化を説明し、羊、山羊、豚、犬、馬などの具体的な性的成熟期や妊娠期間の違いについて論じる。

§5.14#1Διαφέρουσι δὲ καὶ κατὰ τὴν ἡλικίαν τὰ ζῷα πρὸς τὴν ὀχείαν.
動物は交尾の年齢に関しても異なっている。
Πρῶτον μὲν οὖν οὐχ ἅμα τοῖς πολλοῖς ἄρχεταί τε τὸ σπέρμα ἐκκρίνεσθαι καὶ γεννᾶν δύναται, ἀλλ’ ὕστερον·
まず第一に、大部分の動物において、精液が分泌され始めるのと同時に生殖ができるようになるわけではなく、後になってからである。
τὸ γὰρ τῶν νέων ἐν πᾶσι τοῖς ζῴοις τὸ μὲν πρῶτον ἄγονον, γονίμων δ’ ὄντων ἀσθενέστερα καὶ ἐλάττω τὰ ἔκγονα.
というのは、すべての動物において若いものの最初のものは不妊であり、生殖能力を持つようになっても、その仔はより弱く、より小さいからである。
Τοῦτο δὲ μάλιστα δῆλον ἐπί τε τῶν ἀνθρώπων καὶ τῶν ζῳοτόκων τετραπόδων καὶ ἐπὶ τῶν ὀρνίθων·
このことは、人間、胎生四肢動物、および鳥類において最も明らかである。
τῶν μὲν γὰρ τὰ ἔκγονα ἐλάττω, τῶν δὲ τὰ ᾠά.
というのも、あるものでは仔がより小さく、他のものでは卵がより小さいからである。
Αἱ δ’ ἡλικίαι τοῖς ὀχεύουσιν αὐτοῖς μὲν πρὸς αὑτοὺς τοῖς γένεσι τοῖς πλείστοις σχεδὸν κατὰ τὸν αὐτὸν γίνονται χρόνον, ἐὰν μή τι προτερῇ διά τι τερατῶδες πάθος ἢ διὰ βλάβην τῆς φύσεως.
交尾する動物自身において、それぞれの属ごとに互いに比較すると、生殖年齢はほぼ同じ時期に達する。 ただし、何か怪物的な異常や自然の障害によって早まることがなければである。
Τοῖς μὲν οὖν ἀνθρώποις ἐπισημαίνει κατά τε τὴν τῆς φωνῆς μεταβολὴν καὶ τῶν αἰδοίων οὐ μόνον μεγέθει ἀλλὰ καὶ εἴδει, καὶ ἐπὶ τῶν μαστῶν ὡσαύτως, μάλιστα δὲ τῇ τριχώσει τῆς ἥβης.
人間においては、声の変化によって、また陰部が大きさだけでなく形状においても変化することによって、さらに乳房についても同様に、そして何よりも恥部の発毛によって示される。
Ἄρχεται δὲ φέρειν τὸ σπέρμα περὶ τὰ δὶς ἑπτὰ ἔτη, γεννητικὸς δὲ περὶ τὰ τρὶς ἑπτά.
精液を持ち始めるのは十四歳頃であり、生殖可能になるのは二十一歳頃である。
Τοῖς δ’ ἄλλοις ζῴοις ἥβη μὲν οὐ γίνεται (τὰ μὲν γὰρ ὅλως οὐκ ἔχει τρίχας, τὰ δ’ οὐκ ἔχει ἐν τοῖς ὑπτίοις, ἢ ἐλάττους τῶν ἐν τοῖς πρανέσιν), ἡ δὲ φωνὴ μεταβάλλουσα ἐν ἐνίοις ἐπίδηλός ἐστιν·
他の動物には陰毛は生じない(というのも、あるものはまったく毛を持たず、あるものは腹部に毛を持たないか、または背部の毛よりも少ないからである)。 しかし、一部の動物では声の変化が顕著である。
τοῖς δ’ ἕτερα τοῦ σώματος μόρια ἐπισημαίνει τήν τ’ ἀρχὴν τοῦ σπέρμα ἔχειν καὶ τοῦ τὸ γόνιμον ἤδη.
また他の動物では、体の他の部位が、精液を持ち始めたことや、すでに生殖能力を有していることを示す。
Τὴν δὲ φωνὴν ὅλως ἔχει τὸ θῆλυ ἐν τοῖς πλείστοις ὀξυτέραν, καὶ τὰ νεώτερα τῶν πρεσβυτέρων, ἐπεὶ καὶ οἱ ἔλαφοι οἱ ἄρρενες τῶν θηλειῶν φθέγγονται βαρύτερον.
一般に、大部分の動物において雌は雄よりも、また若いものは年老いたものよりも高い声を持つ。 ただし、雄のシカは雌よりも低い声で鳴く。
Φθέγγονται δ’ οἱ μὲν ἄρρενες, ὅταν ἡ ὥρα τῆς ὀχείας ᾖ, αἱ δὲ θήλειαι, ὅταν φοβηθῶσιν.
雄は交尾の時期に鳴き、雌は恐れたときに鳴く。
Ἔστι δ’ ἡ μὲν τῆς θηλείας φωνὴ βραχεῖα, ἡ δὲ τοῦ ἄρρενος ἔχει μῆκος.
そして雌の声は短く、雄の声は長さがある。
Καὶ ἡ τῶν κυνῶν δὲ γηρασκόντων γίνεται βαρυτέρα φωνή.
また、犬の声も年老いるにつれて低くなる。
Καὶ τῶν ἵππων δὲ διαφέρουσιν αἱ φωναί·
また、馬の声も異なっている。
εὐθὺς μὲν γὰρ γενόμεναι ἀφιᾶσι φωνὴν λεπτὴν καὶ μικρὰν αἱ θήλειαι, οἱ δ’ ἄρρενες μικρὰν μέν, μείζω μέντοι γε καὶ βαρυτέραν τῆς θηλείας·
生まれてすぐには、雌はか細く小さな声を発するが、雄は小さいものの、雌よりも大きくかつ低い声を発する。
τοῦ δὲ χρόνου προϊόντος μείζονα·
時間が経つにつれて声は大きくなる。
διετὴς δ’ ἐπειδὰν γένηται καὶ τῆς ὀχείας ἄρξηται, φωνὴν ἀφίησιν ὁ μὲν ἄρρην μεγάλην καὶ βαρεῖαν, ἡ δὲ θήλεια μείζω καὶ λαμπροτέραν ἢ τέως, ἄχρι ἐτῶν εἴκοσιν ὡς ἐπὶ τὸ πολύ·
二歳になり交尾を始めるようになると、雄は大きく低い声を発し、雌は以前よりも大きく澄んだ声を発する。 これは大抵二十歳まで続く。
μετὰ μέντοι τὸν χρόνον τοῦτον ἀσθενεστέραν ἀφιᾶσι καὶ οἱ ἄρρενες καὶ αἱ θήλειαι.
しかし、この年齢を過ぎると、雄も雌もより弱い声を発するようになる。
Ὡς μὲν οὖν ἐπὶ τὸ πολύ, καθάπερ εἴπομεν, διαφέρει ἡ φωνὴ τῶν ἀρρένων καὶ τῶν θηλειῶν ἐν τῷ βαρύτερον φθέγγεσθαι τὰ ἄρρενα τῶν θηλειῶν, ὅσων ἐστὶν ἀπότασις τῆς φωνῆς·
このように大抵の場合、既に述べたように、声を長く伸ばすことができる動物においては、雄が雌よりも低い声で鳴くという点で、雄と雌の声は異なっている。
οὐ μὴν ἐν πᾶσί γε τοῖς ζῴοις, ἀλλ’ ἐνίοις τοὐναντίον, οἷον ἐπὶ τῶν βοῶν·
しかし、すべての動物においてそうであるわけではなく、一部の動物では逆であり、例えば牛の場合がそうである。
ἐπὶ γὰρ τούτων τὸ θῆλυ τοῦ ἄρρενος βαρύτερον φθέγγεται, καὶ οἱ μόσχοι τῶν τελείων.
牛においては雌が雄よりも低い声で鳴き、子牛が成牛よりも低い声で鳴く。
Διὸ καὶ τὰς φωνὰς τὰ ἐκτεμνόμενα μεταβάλλουσιν ἐναντίως·
それゆえ、去勢されたものはその声を逆方向へと変化させる。
εἰς τὸ θῆλυ γὰρ μεταβάλλουσι τὰ ἐκτεμνόμενα.
すなわち、去勢されたものは雌の声へと変化するのである。
Οἱ δὲ χρόνοι τῆς ὀχείας κατὰ τὴν ἡλικίαν ἔχουσιν ὧδε τοῖς ζῴοις.
動物の年齢に応じた交尾の時期は、以下のようになっている。
Πρόβατον μὲν καὶ αἲξ αὐτοετὲς ὀχεύεται καὶ κύει, μᾶλλον δὲ ἡ αἴξ·
羊と山羊は生まれて最初の年に交尾し妊娠するが、山羊の方がよりそうである。
καὶ οἱ ἄρρενες δ’ ὀχεύουσιν ὡσαύτως.
雄も同様に交尾する。
Τὰ δ’ ἔκγονα τῶν ἀρρένων διαφέρει ἐπὶ τούτων καὶ τῶν ἄλλων·
しかし、これらの動物や他の動物において、雄の仔には違いが生じる。
οἱ γὰρ ἄρρενες βελτίους γίνονται ἢ τῷ ὕστερον ἔτει, ὅταν γηράσκωσιν.
というのも、雄は翌年以降、年齢を重ねるにつれてより良くなるからである。
Ὗς δ’ ὀχεύει μὲν καὶ ὀχεύεται πρῶτον ὀκτάμηνος, τίκτει δ’ ἡ θήλεια μὲν ἐνιαυσία (οὕτω γὰρ συμβαίνει ὁ χρόνος τῆς κυήσεως), ὁ δ’ ἄρρην γεννᾷ μὲν ὀκτάμηνος, φαῦλα μέντοι πρὶν γενέσθαι ἐνιαύσιος.
豚は生後八ヶ月で初めて交尾を行い、雌は一歳で出産する(妊娠期間がそのようになるからである)。 雄は八ヶ月で生殖能力を持つが、一歳になる前に作ったものは劣っている。
Οὐ πανταχοῦ δέ, ὥσπερ εἴρηται, ὁμοίως συμβαίνουσιν αἱ ἡλικίαι·
しかし、すでに述べたように、年齢はどこでも同様というわけではない。
ἐνιαχοῦ μὲν γὰρ αἱ ὕες ὀχεύονται μὲν καὶ ὀχεύουσι τετράμηνοι, ὥστε δὲ γεννᾶν καὶ ἐκτρέφειν ἑξάμηνοι, ἐνιαχοῦ δ’ οἱ κάπροι δεκάμηνοι ἄρχονται ὀχεύειν, ἀγαθοὶ δὲ μέχρι ἐπὶ τριετές.
ある場所では豚は生後四ヶ月で交尾し、六ヶ月で出産して育てるが、別の場所では雄豚は十ヶ月で交尾し始め、三歳になるまで良い生殖能力を保つ。
Κύων δ’ ὡς ἐπὶ τὸ πολὺ μὲν ὀχεύεται ἐνιαυσία καὶ ὀχεύει ἐνιαύσιος, ἐνίοτε δὲ συμβαίνει ταῦτα καὶ ὀκταμήνοις·
犬は大抵、雌は一歳で交尾し雄は一歳で交尾するが、時には生後八ヶ月でこれらが起こることもある。
μᾶλλον δὲ τοῦτο γίνεται ἐπὶ τῶν ἀρρένων ἢ τῶν θηλειῶν.
そして、これは雌よりも雄においてより多く起こる。
Κύει δ’ ἑξήκοντα καὶ μίαν ἢ καὶ δύο ἢ τρεῖς ἡμέρας τὸ μακρότατον·
妊娠期間は最長で六十一日、あるいは六十二日か六十三日である。
ἔλαττον δ’ οὐ φέρει τῶν ἑξήκονθ’ ἡμερῶν, ἀλλ’ ἄν τι καὶ γένηται, οὐκ ἐκτρέφεται εἰς τέλος.
六十日未満で妊娠することはない。 もしそれ未満で生まれたとしても、最後まで育つことはない。
Τεκοῦσα δὲ πάλιν ὀχεύεται ἕκτῳ μηνί, καὶ οὐ πρότερον.
出産すると、再び交尾するのは六ヶ月目であり、それより前ではない。
Ἵππος δ’ ὀχεύειν ἄρχεται διετὴς καὶ ὀχεύεσθαι, ὥστε καὶ γεννᾶν·
馬は二歳で交尾し始め、交尾を受け入れるので、出産もする。
τὰ μέντοι ἔκγονα τὰ κατὰ τούτους τοὺς χρόνους ἐλάττω καὶ ἀσθενικώτερα.
しかし、この時期に生まれる仔は、より小さく、より弱い。
Ὡς δ’ ἐπὶ τὸ πλεῖστον τριετὴς ὀχεύει καὶ ὀχεύεται.
大抵の場合、三歳で交尾を行い、交尾を受け入れる。

語釈・文法注

  1. 5.14#1τὸ γὰρ τῶν νέων ἐν πᾶσι τοῖς ζῴοις τὸ μὲν πρῶτον ἄγονον — 中性単数名詞化された `τὸ μὲν πρῶτον` は、文脈上、直前の文にある `τὸ σπέρμα`(精液、生殖物質)を指示している。「若いものの最初の(精液)は不妊である」と補って解釈される。
  2. 5.14#1αὐτοῖς μὲν πρὸς αὑτοὺς τοῖς γένεσι — 再帰代名詞を伴う `αὐτοῖς μὲν πρὸς αὑτοὺς` は「それら自身を互いに比較して」の意であり、同一の属(γένος)内における個体間の比較を指す。性的成熟の年齢が同じ属の種内ではほぼ一律であることを示している。
  3. 5.14#1τὰ ἐκτεμνόμενα μεταβάλλουσιν ἐναντίως — 去勢された動物(τὰ ἐκτεμνόμενα)の声の変化に関する記述。牛においては例外的に雌の方が雄よりも低い声で鳴くため、去勢された雄牛は通常とは逆に、より低い声(雌の声)に変化するというアリストテレス独特の観察に基づいている。
  4. 5.14#1οἱ γὰρ ἄρρενες βελτίους γίνονται ἢ τῷ ὕστερον ἔτει — 比較の接続詞 `ἢ` の後に前置詞句 `τῷ ὕστερον ἔτει`(翌年、あるいはその後の歳月に)が置かれ、生後初の年(αὐτοετὲς)と比較されている。雄親(ἄρρενες)が生後二年目以降、成熟するにつれて優れた仔を産ませるようになる(βελτίους γίνονται)ことを表す。

この箇所を引用する

アリストテレス, 動物誌 §5.14#1. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:5.14%231

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。