Humanitext Reader

亚里士多德 · 动物志 §5.14#2

大型胎生动物与人类的生育年龄及妊娠期

第 76 段,共 189 段 · 希腊语

内容简介

详细描述了马、骆驼、大象等哺乳动物以及人类根据年龄的生育能力极限、交配期、怀孕期,以及气候和营养状况对生殖的影响。

§5.14#2Καὶ ἐπιδίδωσι δ’ ἀεὶ ἐπὶ τὸ βελτίω τὰ ἔκγονα γεννᾶν μέχρι ἐτῶν εἴκοσιν.
并且,马在达到二十岁之前,始终在朝着产下更优秀的后代的方向提高。
Ὀχεύει δ’ ὁ ἵππος ὁ ἄρρην μέχρι ἐτῶν τριάκοντα καὶ τριῶν, ἡ δὲ θήλεια ὀχεύεται μέχρι τετταράκοντα ἐτῶν, ὥστε συμβαίνει σχεδὸν διὰ βίου γίνεσθαι τὴν ὀχείαν· ζῇ γὰρ ὡς ἐπὶ τὸ πολὺ ὁ μὲν ἄρρην περὶ πέντε καὶ τριάκοντα ἔτη, ἡ δὲ θήλεια πλείω τῶν τετταράκοντα· ἤδη δέ τις ἐβίωσεν ἵππος ἔτη ἑβδομήκοντα καὶ πέντε.
公马可以交配到三十三岁,母马接受交配到四十岁,因此交配几乎贯穿其一生;因为通常情况下,公马能活三十五岁左右,母马能活四十岁以上;而且甚至曾有一匹马活到了七十五岁。
Ὄνος δὲ τριακοντάμηνος ὀχεύει καὶ ὀχεύεται.
驴在三十个月大时进行交配并接受交配。
Οὐ μέντοι γεννῶσί γε ὡς ἐπὶ τὸ πολὺ ἀλλ’ ἢ τριετὴς ἢ διετὴς καὶ ἑξάμηνος.
然而,它们通常要在三岁或两岁半时才开始生育。
Ἤδη δὲ καὶ ἐνιαυσία ἐκύησεν ὥστε καὶ ἐκτραφῆναι.
但也曾有在一岁时就怀孕并成功抚养成活的例子。
Καὶ βοῦς ἐνιαυσία ἔτεκεν ὥστε καὶ ἐκτραφῆναι· καὶ τὸ μέγεθος ηὐξήθη ὅσον ἔμελλε, καὶ οὐκέτι.
同样,也有牛在一岁时产仔并成功抚养成活的例子;并且其体型也长到了应有的大小,没有再继续增长。
Αἱ μὲν οὖν ἀρχαὶ τοῖς ζῴοις τούτοις τῆς γεννήσεως τοῦτον ἔχουσι τὸν τρόπον.
因此,这些动物生殖的开始情况就是如此。
Γεννᾷ δ’ ἄνθρωπος μὲν τὸ ἔσχατον μέχρι ἑβδομήκοντα ἐτῶν ὁ ἄρρην, γυνὴ δὲ μέχρι πεντήκοντα.
在人类中,作为最迟的极限,男性生育可达七十岁,女性可达五十岁。
Ἀλλὰ τοῦτο μὲν σπάνιον· ὀλίγοις γὰρ γεννᾶται ἐν ταύταις ταῖς ἡλικίαις τέκνα· ὡς δ’ ἐπὶ τὸ πολὺ τοῖς μὲν πέντε καὶ ἑξήκοντα ὅρος, ταῖς δὲ πέντε καὶ τετταράκοντα.
但这确实是罕见的;因为在这些年龄生子的人很少;通常情况下,男性的界限是六十五岁,女性是四十五岁。
Πρόβατον δὲ τίκτει μέχρι ἐτῶν ὀκτώ, ἐὰν δὲ θεραπεύηται καλῶς, καὶ μέχρι ἕνδεκα· σχεδὸν δὲ διὰ βίου συμβαίνει ὀχεύειν καὶ ὀχεύεσθαι ἀμφοτέροις.
绵羊产仔可达八岁,如果照料得当,甚至可达十一岁;几乎一生中雌雄双方都在进行交配和接受交配。
Οἱ δὲ τράγοι πίονες ὄντες ἧττον γόνιμοί εἰσιν (ἀφ’ ὧν καὶ τὰς ἀμπέλους, ὅταν μὴ φέρωσι, τραγᾶν καλοῦσιν), ἀλλὰ παρισχναινόμενοι δύνανται ὀχεύοντες γεννᾶν.
公山羊在肥胖时生育力较差(因此,当葡萄藤不结果实而徒长时,人们也称其为“像公山羊一样(tragan)”),但如果使它们变瘦,它们就能通过交配进行生育。
Ὀχεύουσι δ’ οἱ κριοὶ τὰς πρεσβυτάτας πρῶτον, τὰς δὲ νέας οὐ διώκουσιν.
公绵羊首先与最年老的母羊交配,而不追求年轻的母羊。
Τίκτουσι δ’, ὥσπερ εἴρηται ἐν τοῖς πρότερον, αἱ νέαι ἐλάττω τὰ ἔκγονα τῶν πρεσβυτέρων.
而且,正如前文所说,年轻母羊产下的后代比年老母羊产下的要小。
Κάπρος δ’ ἀγαθὸς μὲν ὀχεύειν μέχρι ἐπὶ τριετές, τῶν δὲ πρεσβυτέρων χείρω τὰ ἔκγονα· οὐ γὰρ ἔτι γίνεται αὐτῷ ἐπίδοσις οὐδὲ ῥώμη.
公猪在三岁前具有良好的交配能力,但更年老的公猪所生的后代质量较差;因为它的身体和力量都不再有增长。
Ὀχεύειν δ’ εἴωθε χορτασθεὶς καὶ μὴ προβιβάσας ἄλλην· εἰ δὲ μή, ὀλιγοχρονιωτέρα ἡ ὀχεία γίνεται καὶ μικρότερα τὰ ἔκγονα.
它习惯在吃饱且之前没有与其他母猪交配时进行交配;否则,交配时间会变短,后代也会变小。
Τίκτει δ’ ἐλάχιστα μὲν ὗς, ὅταν ᾖ πρωτοτόκος· δευτεροτόκος δ’ οὖσα ἀκμάζει· γηράσκουσα δὲ τίκτει μὲν ὁμοίως, ὀχεύεται δὲ βραδύτερον· ὅταν δὲ πεντεκαιδεκαετεῖς ὦσιν, οὐκέτι γεννῶσιν ἀλλὰ γραῖαι γίνονται.
母猪在初产时产仔最少;在第二次产仔时达到全盛期;衰老时虽然产仔数量相似,但接受交配较为迟缓;到十五岁时,它们不再生育而变得衰老。
Ἐὰν δ’ εὐτραφὴς ᾖ, θᾶττον ὁρμᾷ πρὸς τὰς ὀχείας καὶ νέα καὶ γηράσκουσα· ἔγκυος δ’ οὖσα ἐὰν πιαίνηται σφόδρα, ἔλαττον ἴσχει τὸ γάλα μετὰ τὸν τόκον.
如果营养充足,无论年轻还是衰老,它都会更快地倾向于交配;但如果在怀孕期间过度肥胖,产后的乳汁就会变少。
Τὰ δ’ ἔκγονα κατὰ μὲν τὴν ἡλικίαν βέλτιστα ἐν ἀκμῇ, κατὰ δὲ τὰς ὥρας, ὅσα τοῦ χειμῶνος ἀρχομένου γίνεται· χείριστα δὲ τὰ θερινά· καὶ γὰρ μικρὰ καὶ λεπτὰ καὶ ὑγρά.
就父母的年龄而言,后代在父母处于全盛期时最为优秀;就季节而言,在初冬出生的后代最为优秀;最差的是夏天出生的,因为它们弱小、瘦弱且水分多。
Ὁ δ’ ἄρρην, ἐὰν μὲν εὐτραφὴς ᾖ, πᾶσαν ὥραν ὀχεύειν δύναται, καὶ μεθ’ ἡμέραν καὶ νύκτωρ· εἰ δὲ μή, μάλιστα τό γ’ ἕωθεν· καὶ γηράσκων ἧττον ἀεί, ὥσπερ εἴρηται καὶ πρότερον.
公猪如果营养充足,在任何季节、白天和黑夜都能交配;否则,主要是在清晨;并且正如前文所说,随着衰老,能力总是不断下降。
Πολλάκις δ’ οἱ ἀδύνατοι ἢ διὰ τὴν ἡλικίαν ἢ δι’ ἀσθένειαν, οὐ δυνάμενοι ταχέως ὀχεύειν, κατακλινομένης τῆς θηλείας διὰ τὸ κάμνειν τῇ στάσει συγκατακλιθέντες πλησιάζουσιν.
许多因年龄或体弱而无能、无法迅速完成交配的公猪,在母猪因站立疲倦而躺下时,会与其一同躺下进行交配。
Κυΐσκεται δὲ μάλιστα ἡ ὗς, ἐπειδὰν θυῶσα καταβάλλῃ τὰ ὦτα· εἰ δὲ μή, ἀναθυᾷ πάλιν.
母猪在发情并垂下耳朵时最容易受孕;否则,它会再次发情。
Αἱ δὲ κύνες ὀχεύονται οὐ διὰ βίου ἀλλὰ μέχρι ἀκμῆς τινός· ὡς μὲν ἐπὶ τὸ πολὺ μέχρι ἐτῶν δώδεκα αἵ τ’ ὀχεῖαι συμβαίνουσι καὶ αἱ κυήσεις αὐτῶν· οὐ μὴν ἀλλ’ ἤδη τισὶ καὶ ὀκτωκαίδεκα ἔτη γεγονόσι καὶ εἴκοσι συνέβη καὶ θηλείαις ὀχευθῆναι καὶ ἄρρεσι γεννῆσαι.
母狗并非一生都在交配,而是到某个全盛期为止;通常情况下,它们的交配和怀孕可持续到十二岁;不过,也曾有达到十八岁或二十岁的母狗接受交配、公狗生育的例子。
Ἀφαιρεῖται δὲ καὶ τὸ γῆρας ὥστε μὴ γεννᾶν μηδὲ τίκτειν, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων.
然而,衰老也会夺走它们的生育能力,使其既不能生育也不能产仔,就像其他动物一样。
Ἡ δὲ κάμηλος ἔστι μὲν ὀπισθουρητικόν, καὶ ὀχεύεται ὥσπερ εἴρηται πρότερον· τῆς δ’ ὀχείας ὁ χρόνος ἐν τῇ Ἀραβίᾳ κατὰ τὸν Μαιμακτηριῶνα μῆνα.
骆驼是向后排尿的动物,其交配方式如前文所述;在阿拉伯,其交配时间是在迈马克特里翁月。
Κύει δὲ δώδεκα μῆνας, τίκτει δὲ ἕν· ἔστι γὰρ μονοτόκον.
它怀胎十二个月,每胎产一仔;因为它是单胎动物。
Ἄρχεται δὲ τῆς ὀχείας ἡ θήλεια τριετὴς οὖσα καὶ ὁ ἄρρην τριετὴς ὤν· μετὰ δὲ τὸν τόκον ἓν ἔτος διαλιποῦσα ὀχεύεται ἡ θήλεια.
母骆驼在三岁时开始交配,公骆驼也是三岁;产仔后,母骆驼隔一年再接受交配。
Ὁ δ’ ἐλέφας ἄρχεται μὲν βαίνεσθαι ὁ μὲν νεώτατος δέκ’ ἐτῶν, ὁ δὲ πρεσβύτατος πεντεκαίδεκα· ὁ δ’ ἄρρην βαίνει πεντέτης ὢν ἢ ἑξέτης.
大象中,最年轻的雌象在十岁时开始接受交配,最年老的在十五岁;雄象在五岁或六岁时进行交配。
Χρόνος δὲ τῆς ὀχείας τὸ ἔαρ.
交配的季节是春天。
Πάλιν δὲ βαίνει μετὰ τὴν ὀχείαν διὰ τρίτου ἔτους· ὃν δ’ ἂν ἐγκύμονα ποιήσῃ, τούτου πάλιν οὐχ ἅπτεται.
雄象在交配后,每隔两年再次交配;一旦使雌象怀孕,便不再碰它。
Κύει δ’ ἔτη δύο, τίκτει δ’ ἕν· ἔστι γὰρ μονοτόκον· τὸ δ’ ἔμβρυον γίνεται ὅσον μόσχος δίμηνος ἢ τρίμηνος.
雌象怀胎两年,每胎产一仔;因为它是单胎动物;胎儿大小相当于两三个月大的小牛。
Περὶ μὲν οὖν τῆς ὀχείας τῶν ζῴων τῶν ὀχευομένων τοῦτον ἔχει τὸν τρόπον·
因此,关于交配动物的交配情况,就是如此。

词汇与语法注释

  1. 5.14#2ἐπιδίδωσι — 动词 ἐπιδίδωμι(提高、进步)的第三人称单数现在时。上下文中的主语是从前文承接而来的“马(ἵππος)”。它与后文的不定式 γεννᾶν(生育)连用,表示“在产下更优秀后代的方向上始终在提高”。
  2. 5.14#2ἀλλ’ ἢ — 与否定词 οὐ... 连用表示“除……之外没有”或“直到……才”的习惯表达。此处表示驴通常要在达到两岁半或三岁时才开始生育。
  3. 150τραγᾶν — 字面意为“像公山羊(τράγος)一样行动”的动词。这是一个园艺学上的比喻,将葡萄藤只长叶不结果的状态,比作因肥胖而生育力下降的公山羊。
  4. 151ὃν δ’ ἂν ... τούτου — 关系代词 ὃν(宾格阳性单数)及其先行指示代词 τούτου(属格阳性单数)在语法上与阳性名词“大象(ὁ ἐλέφας)”一致,但在语义上指代被受孕的“雌象”。

引用这一段

亚里士多德, 动物志 §5.14#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:5.14%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。