Humanitext Reader

アリストテレス · 動物誌 §5.11-5.13

魚類や鳥類の産卵期と生息地による生殖への影響

74 / 189 箇所 · ギリシア語

要旨

魚類、軟体動物、貝類、および鳥類の産卵・交尾の時期や、環境(地域)がその生殖活動に与える影響について述べる。

§5.11Τίκτουσι δ’ οἱ πλεῖστοι τῶν ἰχθύων ἐν μησὶ τρισί, Μουνυχιῶνι, Θαργηλιῶνι, Σκιρροφοριῶνι·
魚類の大部分は、ムニキオン、タルゲリオン、スキロフォリオンの三ヶ月の間に産卵する。
μετοπώρου δ’ ὀλίγοι, οἷον σάλπη καὶ σάργος καὶ ὅσα ἄλλα τοιαῦτα μικρὸν πρὸ ἰσημερίας τῆς φθινοπωρινῆς, καὶ νάρκη καὶ ῥίνη.
秋に産むものは少なく、サルペ、サルゴス、その他これに類するもので、秋分の少し前であり、シビレエイやカスザメも同様である。
Τίκτει δ’ ἔνια καὶ χειμῶνος καὶ θέρους, ὥσπερ ἐλέχθη πρότερον, οἷον χειμῶνος μὲν λάβραξ κεστρεὺς βελόνη, θέρους δὲ περὶ τὸν Ἑκατομβαιῶνα θυννίς, περὶ τροπάς θερινάς·
以前に述べられたように、冬や夏に産むものもあり、例えば冬にはスズキ、ボラ、サヨリであり、夏にはヘカトンバイオン月の頃、夏至のあたりに雌のマグロが産む。
τίκτει δὲ θυλακοειδές, ἐν ᾧ πολλὰ ἐγγίνεται καὶ μικρὰ ᾠά.
雌のマグロは、その中に多くの小さな卵が生じる袋状のものを産む。
Καὶ οἱ ῥυάδες τοῦ θέρους τίκτουσιν.
また、群れる魚も夏に産む。
Ἄρχονται δὲ κύειν τῶν κεστρέων οἱ μὲν χελῶνες τοῦ Ποσειδεῶνος καὶ ὁ σάργος καὶ ὁ σμύξων καλούμενος καὶ ὁ κέφαλος·
ボラのうち、ケロネスと呼ばれるもの、およびサルゴス、スミュクソンと呼ばれるもの、ケファロスはポセイデオン月に身籠もり始める。
κύουσι δὲ τριάκοντα ἡμέρας.
これらは三十日間身籠もっている。
Ἔνιοι δὲ τῶν κεστρέων οὐ γίνονται ἐκ συνδυασμοῦ, ἀλλὰ φύονται ἐκ τῆς ἰλύος καὶ τῆς ἄμμου.
ボラのあるものは交尾から生じるのではなく、泥や砂から発生する。
Ὡς μὲν οὖν ἐπὶ τὸ πολὺ τοῦ ἔαρος τὰ πλεῖστα κυΐσκεται, οὐ μὴν ἀλλά, καθάπερ εἴρηται, καὶ θέρους ἔνια καὶ φθινοπώρου καὶ χειμῶνος·
このように、大抵は春に大部分のものが妊娠するが、それだけでなく、既に述べられたように、夏や秋、冬に妊娠するものもある。
ἀλλ’ οὔτε ἅπασιν ὁμοίως τοῦτο συμβαίνει οὔθ’ ἁπλῶς οὔτε καθ’ ἕκαστον γένος, ὥσπερ τοῖς πλείστοις τοῦ ἔαρος·
しかし、このことはすべてにおいて同様に起こるわけではなく、一律でもなく、それぞれの属ごとでもない(春に大部分のものがそうであるようにはいかない)。
οὐδὲ δὴ κύουσι πολλὰ κυήματα ὁμοίως ἐν τοῖς ἄλλοις χρόνοις.
また、他の時期には同様に多くの胚を宿すわけでもない。
Ὅλως δὲ δεῖ μὴ λεληθέναι ὅτι, ὥσπερ καὶ τῶν φυομένων καὶ τῶν ζῴων τῶν τετραπόδων πολλὴν αἱ χῶραι ποιοῦσι διαφορὰν οὐ μόνον πρὸς τὴν ἄλλην τοῦ σώματος εὐημερίαν ἀλλὰ καὶ πρὸς τὸ πλεονάκις ὀχεύεσθαι καὶ γεννᾶν, οὕτω καὶ περὶ τοὺς ἰχθῦς πολλῆν ποιοῦσι τὴν διαφορὰν αὐτοὶ οἱ τόποι οὐ μόνον κατὰ μέγεθος καὶ εὐτροφίαν ἀλλὰ καὶ κατὰ τοὺς τόκους καὶ τὰς ὀχείας, τοῦ ἔνθα μὲν πλεονάκις ἔνθα δ’ ἐλαττονάκις γεννᾶν τὰ αὐτά.
一般に、植物や四肢動物において地域が、体のその他の健康状態だけでなく、より頻繁に交尾し産むことに対しても大きな違いをもたらすのと同様に、魚類においても、場所自体が、大きさや栄養状態だけでなく、産卵や交尾、すなわち同じ種がどこかではより多く、どこかではより少なく産むということに関しても、大きな違いをもたらすということを忘れてはならない。
§5.12Τίκτει δὲ καὶ τὰ μαλάκια τοῦ ἔαρος, καὶ ἐν τοῖς πρώτοις τίκτει τῶν θαλαττίων ἡ σηπία.
軟体動物も春に産卵し、海のもののうちコウイカが最初に産む。
Τίκτει δὲ πᾶσαν ὥραν, ἀποτίκτει δ’ ἐν ἡμέραις πέντε καὶ δέκα.
コウイカはいつでも産卵するが、十五日間で産み終える。
Ὅταν δὲ τέκῃ τὰ ᾠά, ὁ ἄρρην παρακολουθῶν καταφυσᾷ τὸν θολόν, καὶ γίνεται στιφρά.
コウイカが卵を産み落とすと、雄が付き添ってその墨を吹きかけ、それによって卵は硬くなる。
Βαδίζουσι δὲ κατὰ ζυγά·
これらはつがいになって泳ぐ。
ἔστι δὲ ὁ ἄρρην τῆς θηλείας ποικιλώτερος καὶ μελάντερος τὸν νῶτον.
雄は雌よりも斑模様があり、背中がより黒い。
Ὁ δὲ πολύπους ὀχεύεται τοῦ χειμῶνος, τίκτει δὲ τοῦ ἔαρος, ὅτε καὶ φωλεύει περὶ δύο μῆνας.
タコは冬に交尾し、春に産卵するが、その際二ヶ月ほど巣にこもる。
Τίκτει δὲ τὸ ᾠὸν καθάπερ βοστρύχιον, ὅμοιον τῷ τῆς λεύκης καρπῷ.
タコは、ポプラの果実に似た、房のような卵を産む。
Ἔστι δὲ πολύγονον τὸ ζῷον·
この動物は多産であり、産み出されたものから数限りない数が生まれる。
ἐκ γὰρ τοῦ ἀποτικτομένου ἄπειρον γίνεται τὸ πλῆθος. Διαφέρει δ’ ὁ ἄρρην τῆς θηλείας τῷ τε τὴν κεφαλὴν ἔχειν προμηκεστέραν καὶ τὸ καλούμενον ὑπὸ τῶν ἁλιέων αἰδοῖον ἐν τῇ πλεκτάνῃ λευκόν.
雄は雌と異なり、頭部がより細長く、漁師たちが陰茎と呼ぶものが触手の中にあり、それは白い。
Ἐπῳάζει δέ, ὅταν τέκῃ·
雌は産卵すると卵を抱く。
διὸ καὶ χείριστοι γίνονται·
そのため最悪の状態になる。
οὐ γὰρ νέμονται κατὰ τοῦτον τὸν χρόνον.
この期間は餌を食べないからである。
Γίνονται δὲ καὶ αἱ πορφύραι περὶ τὸ ἔαρ, καὶ οἱ κήρυκες λήγοντος τοῦ χειμῶνος.
アカニシも春頃に生じ、ホラガイは冬の終わりに生じる。
Καὶ ὅλως τὰ ὀστρακόδερμα ἔν τε τῷ ἔαρι φαίνεται τὰ καλούμενα ᾠὰ ἔχοντα καὶ ἐν τῷ μετοπώρῳ, πλὴν τῶν ἐχίνων τῶν ἐδωδίμων·
一般に、貝類は春と秋にいわゆる卵を持っているのが見られるが、食用のウニは例外である。
οὗτοι δὲ μάλιστα μὲν ἐν ταύταις ταῖς ὥραις, οὐ μὴν ἀλλὰ καὶ ἀεὶ ἔχουσι, καὶ μάλιστα ταῖς πανσελήνοις καὶ ταῖς ἀλεειναῖς ἡμέραις, πλὴν τῶν ἐν τῷ εὐρίπῳ τῶν Πυρραίων·
食用ウニは主にこれらの季節に卵を持つが、それだけでなく常に持っており、特に満月と暖かい日にそうである。
ἐκεῖνοι δὲ ἀμείνους τοῦ χειμῶνος.
ただし、ピュラのエウリポス(瀬戸)にいるものは例外で、これらは冬の方が良い。
Εἰσὶ δὲ μικροὶ μέν, πλήρεις δὲ τῶν ᾠῶν.
それらは小さいが、卵で満ちている。
Κύοντες δὲ φαίνονται καὶ οἱ κοχλίαι πάντες ὁμοίως τὴν αὐτὴν ὥραν.
カタツムリ類もすべて同様に、同じ季節に身籠もっているのが見られる。
§5.13Τῶν δ’ ὀρνέων τὰ μὲν ἄγρια, ὥσπερ εἴρηται, ἅπαξ ὀχεύεται καὶ τίκτει τὰ πλεῖστα, χελιδὼν δὲ δὶς τίκτει καὶ κόττυφος.
鳥類のうち野生のものは、述べられたように、大部分が一度だけ交尾して産むが、ツバメとクロウタドリは二度産む。
Τὰ μὲν οὖν πρῶτα τοῦ κοττύφου ὑπὸ χειμῶνος ἀπόλλυται (πρωϊαίτατα γὰρ τίκτει τῶν ὀρνέων ἁπάντων), τὸν δ’ ὕστερον τόκον εἰς τέλος ἐκτρέφει.
クロウタドリの最初の卵は寒さのために死んでしまう(すべての鳥の中で最も早く産むからである)が、後の方の産卵は最後まで育てる。
Ὅσα δὲ ἥμερα ἢ ἡμεροῦσθαι δύναται, ταῦτα δὲ πλεονάκις, οἷον αἱ περιστεραὶ καθ’ ἅπαν τὸ θέρος, καὶ τὸ τῶν ἀλεκτορίδων γένος·
飼い慣らされたもの、あるいは飼い慣らすことができるものはより頻繁に産み、例えばハトは夏の間中、またニワトリの類もそうである。
ὀχεύουσι γὰρ οἱ ἄρρενες καὶ ὀχεύονται αἱ θήλειαι τῶν ἀλεκτορίδων καὶ τίκτουσιν ἀεί, πλὴν τῶν ἐν χειμῶνι τροπικῶν ἡμερῶν.
ニワトリの雄は交尾し、雌は常に産むが、冬の至日の日々は除かれる。
Τῶν δὲ περιστεροειδῶν πλείω τυγχάνει ὄντα γένη·
ハト類にはより多くの属が存在する。
ἔστι γὰρ ἕτερον περιστερὰ καὶ πελειάς.
というのも、ペリステラとペレイアスは別だからである。
Ἐλάττων μὲν οὖν ἡ πελειάς, τιθασσὸν δὲ γίνεται μᾶλλον ἡ περιστερά·
ペレイアスはより小さく、ペリステラの方がより人懐っこくなる。
ἡ δὲ πελειὰς καὶ μέλαν καὶ μικρὸν καὶ ἐρυθρόπουν καὶ τραχύπουν, διὸ καὶ οὐθεὶς τρέφει.
ペレイアスは黒く、小さく、赤脚で、脚がざらざらしており、そのため誰もこれを飼育しない。
Μέγιστον μὲν οὖν τῶν τοιούτων ἡ φάττα ἐστί, δεύτερον δὲ ἡ οἰνάς·
これらの中で最大なのはモリバトであり、二番目はオイナスである。
αὕτη δὲ μικρῷ μείζων ἐστὶ τῆς περιστερᾶς·
オイナスはペリステラよりわずかに大きい。
ἐλάχιστον δὲ τῶν τοιούτων ἡ τρυγών.
これらの中で最小なのはキジバトである。
Τίκτουσι δ’ αἱ περιστεραὶ πᾶσαν ὥραν καὶ ἐκτρέφουσιν, ἐὰν τόπον ἔχωσιν ἀλεεινὸν καὶ τὰ ἐπιτήδεια· εἰ δὲ μή, τοῦ θέρους μόνον.
ペリステラは、暖かい場所と十分な餌があれば年中産卵して育てるが、そうでなければ夏だけ育てる。
Τὰ δ’ ἔκγονα τοῦ ἔαρος βέλτιστα καὶ τοῦ φθινοπώρου· τὰ δὲ τοῦ θέρους καὶ ἐν ταῖς θερμημερίαις χείριστα.
春と秋の雛が最良であり、夏の最も暑い日の雛は最悪である。

語釈・文法注

  1. p.145τοῦ ἔνθα μὲν πλεονάκις ἔνθα δ’ ἐλαττονάκις γεννᾶν τὰ αὐτά — 冠詞付き不定詞の属格 τοῦ ... γεννᾶν は、先行する διαφοράν の具体的な内容を説明する「説明の属格(同格の属格)」として機能している。
  2. p.145τῷ τε τὴν κεφαλὴν ἔχειν προμηκεστέραν καὶ τὸ καλούμενον ὑπὸ τῶν ἁλιέων αἰδοῖον ἐν τῇ πλεκτάνῃ λευκόν — 与格の冠詞付き不定詞 τῷ ... ἔχειν は原因または手段(「〜ということによって」)を表す。不定詞 ἔχειν の目的語として τὴν κεφαλὴν(述語的形容詞 προμηκεστέραν を伴う)と、省略された ἔχειν の目的語として τὸ καλούμενον... αἰδοῖον(述語的形容詞 λευκόν を伴う)が並列されている。
  3. 5.13εἰς τέλος — 前置詞句 εἰς τέλος は、ここでは「完全に、終わりまで」という意味の副詞句として機能し、動詞 ἐκτρέφει(育てる)を修飾している。

この箇所を引用する

アリストテレス, 動物誌 §5.11-5.13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:5.11-5.13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。