§5.14#1Διαφέρουσι δὲ καὶ κατὰ τὴν ἡλικίαν τὰ ζῷα πρὸς τὴν ὀχείαν.
动物在交配的年龄方面也存在差异。
Πρῶτον μὲν οὖν οὐχ ἅμα τοῖς πολλοῖς ἄρχεταί τε τὸ σπέρμα ἐκκρίνεσθαι καὶ γεννᾶν δύναται, ἀλλ’ ὕστερον· τὸ γὰρ τῶν νέων ἐν πᾶσι τοῖς ζῴοις τὸ μὲν πρῶτον ἄγονον, γονίμων δ’ ὄντων ἀσθενέστερα καὶ ἐλάττω τὰ ἔκγονα.
首先,在大多数动物中,精液开始分泌与能够生育并非同时发生,而是后者要在稍后;因为在所有动物中,年轻个体的最初精液是无生育力的,而当它们有了生育能力时,产下的后代也较为虚弱和弱小。
Τοῦτο δὲ μάλιστα δῆλον ἐπί τε τῶν ἀνθρώπων καὶ τῶν ζῳοτόκων τετραπόδων καὶ ἐπὶ τῶν ὀρνίθων· τῶν μὲν γὰρ τὰ ἔκγονα ἐλάττω, τῶν δὲ τὰ ᾠά.
这在人类、胎生四足动物以及鸟类中最为明显;因为前者的后代较小,后者的卵较小。
Αἱ δ’ ἡλικίαι τοῖς ὀχεύουσιν αὐτοῖς μὲν πρὸς αὑτοὺς τοῖς γένεσι τοῖς πλείστοις σχεδὸν κατὰ τὸν αὐτὸν γίνονται χρόνον, ἐὰν μή τι προτερῇ διά τι τερατῶδες πάθος ἢ διὰ βλάβην τῆς φύσεως.
对于进行交配的动物来说,在大多数属中,同属个体相互比较时,其成熟年龄几乎在同一时期达到,除非由于某种异常的病态或天性的缺陷而提前发生。
Τοῖς μὲν οὖν ἀνθρώποις ἐπισημαίνει κατά τε τὴν τῆς φωνῆς μεταβολὴν καὶ τῶν αἰδοίων οὐ μόνον μεγέθει ἀλλὰ καὶ εἴδει, καὶ ἐπὶ τῶν μαστῶν ὡσαύτως, μάλιστα δὲ τῇ τριχώσει τῆς ἥβης.
在人类中,这确实通过声音的变化以及生殖器不仅在大小而且在形态上的变化来显示,乳房也是如此,而最明显的是阴部毛发的生长。
Ἄρχεται δὲ φέρειν τὸ σπέρμα περὶ τὰ δὶς ἑπτὰ ἔτη, γεννητικὸς δὲ περὶ τὰ τρὶς ἑπτά.
在大约两个七年时开始产生精液,在大约三个七年时具有生育能力。
Τοῖς δ’ ἄλλοις ζῴοις ἥβη μὲν οὐ γίνεται (τὰ μὲν γὰρ ὅλως οὐκ ἔχει τρίχας, τὰ δ’ οὐκ ἔχει ἐν τοῖς ὑπτίοις, ἢ ἐλάττους τῶν ἐν τοῖς πρανέσιν), ἡ δὲ φωνὴ μεταβάλλουσα ἐν ἐνίοις ἐπίδηλός ἐστιν· τοῖς δ’ ἕτερα τοῦ σώματος μόρια ἐπισημαίνει τήν τ’ ἀρχὴν τοῦ σπέρμα ἔχειν καὶ τοῦ τὸ γόνιμον ἤδη.
在其他动物中,阴毛并不会产生(因为有些动物根本没有毛,有些在腹部没有毛,或者比背部的毛少),但在一些动物中,声音的变化是明显的;在另一些动物中,身体的其他部位则预示着开始产生精液以及已经具备生育能力。
Τὴν δὲ φωνὴν ὅλως ἔχει τὸ θῆλυ ἐν τοῖς πλείστοις ὀξυτέραν, καὶ τὰ νεώτερα τῶν πρεσβυτέρων, ἐπεὶ καὶ οἱ ἔλαφοι οἱ ἄρρενες τῶν θηλειῶν φθέγγονται βαρύτερον.
一般而言,在大多数动物中,嘴里发出声音的雌性比雄性更高亢,年轻的也比年老的更高亢,因为甚至雄鹿鸣叫的声音也比雌鹿更低沉。
Φθέγγονται δ’ οἱ μὲν ἄρρενες, ὅταν ἡ ὥρα τῆς ὀχείας ᾖ, αἱ δὲ θήλειαι, ὅταν φοβηθῶσιν.
雄兽在交配季节鸣叫,而雌兽在感到恐惧时鸣叫。
Ἔστι δ’ ἡ μὲν τῆς θηλείας φωνὴ βραχεῖα, ἡ δὲ τοῦ ἄρρενος ἔχει μῆκος.
雌兽的声音短促,而雄兽的声音则有长度。
Καὶ ἡ τῶν κυνῶν δὲ γηρασκόντων γίνεται βαρυτέρα φωνή.
狗在衰老时,声音也会变得更低沉。
Καὶ τῶν ἵππων δὲ διαφέρουσιν αἱ φωναί· εὐθὺς μὲν γὰρ γενόμεναι ἀφιᾶσι φωνὴν λεπτὴν καὶ μικρὰν αἱ θήλειαι, οἱ δ’ ἄρρενες μικρὰν μέν, μείζω μέντοι γε καὶ βαρυτέραν τῆς θηλείας· τοῦ δὲ χρόνου προϊόντος μείζονα· διετὴς δ’ ἐπειδὰν γένηται καὶ τῆς ὀχείας ἄρξηται, φωνὴν ἀφίησιν ὁ μὲν ἄρρην μεγάλην καὶ βαρεῖαν, ἡ δὲ θήλεια μείζω καὶ λαμπροτέραν ἢ τέως, ἄχρι ἐτῶν εἴκοσιν ὡς ἐπὶ τὸ πολύ· μετὰ μέντοι τὸν χρόνον τοῦτον ἀσθενεστέραν ἀφιᾶσι καὶ οἱ ἄρρενες καὶ αἱ θήλειαι.
马的声音也有所不同:刚出生时,雌马发出细弱而小的声音,而雄马的声音虽然小,但比雌马的更大且更低沉;随着时间推移,声音变得更大;当它们到两岁并开始交配时,雄马发出洪亮而低沉的声音,而雌马则发出比以前更大、更清脆的声音,这通常持续到二十岁左右;然而,在这个时期之后,雄马和雌马发出的声音都会变弱。
Ὡς μὲν οὖν ἐπὶ τὸ πολύ, καθάπερ εἴπομεν, διαφέρει ἡ φωνὴ τῶν ἀρρένων καὶ τῶν θηλειῶν ἐν τῷ βαρύτερον φθέγγεσθαι τὰ ἄρρενα τῶν θηλειῶν, ὅσων ἐστὶν ἀπότασις τῆς φωνῆς· οὐ μὴν ἐν πᾶσί γε τοῖς ζῴοις, ἀλλ’ ἐνίοις τοὐναντίον, οἷον ἐπὶ τῶν βοῶν· ἐπὶ γὰρ τούτων τὸ θῆλυ τοῦ ἄρρενος βαρύτερον φθέγγεται, καὶ οἱ μόσχοι τῶν τελείων.
因此,正如我们所说,在大多数具有持续发声能力的动物中,雄性和雌性的声音差异在于雄性发出的声音比雌性更低沉;但这并非在所有动物中都如此,在某些动物中情况正好相反,例如牛:在牛中,雌牛发出的声音比雄牛更低沉,而小牛的声音比成年牛更低沉。
Διὸ καὶ τὰς φωνὰς τὰ ἐκτεμνόμενα μεταβάλλουσιν ἐναντίως· εἰς τὸ θῆλυ γὰρ μεταβάλλουσι τὰ ἐκτεμνόμενα.
因此,去势的动物也会使它们的声音发生相反的变化:因为去势的动物会向雌性的声音转变。
Οἱ δὲ χρόνοι τῆς ὀχείας κατὰ τὴν ἡλικίαν ἔχουσιν ὧδε τοῖς ζῴοις.
根据年龄,动物的交配时间如下。
Πρόβατον μὲν καὶ αἲξ αὐτοετὲς ὀχεύεται καὶ κύει, μᾶλλον δὲ ἡ αἴξ· καὶ οἱ ἄρρενες δ’ ὀχεύουσιν ὡσαύτως.
绵羊和山羊在出生后第一年就会进行交配并怀孕,山羊尤其是如此;雄性也同样进行交配。
Τὰ δ’ ἔκγονα τῶν ἀρρένων διαφέρει ἐπὶ τούτων καὶ τῶν ἄλλων· οἱ γὰρ ἄρρενες βελτίους γίνονται ἢ τῷ ὕστερον ἔτει, ὅταν γηράσκωσιν.
在这些和其他动物中,雄兽在不同年龄所生的后代是有差异的:因为随着雄兽年龄增长,它们所生的后代比第一年时要更好。
Ὗς δ’ ὀχεύει μὲν καὶ ὀχεύεται πρῶτον ὀκτάμηνος, τίκτει δ’ ἡ θήλεια μὲν ἐνιαυσία (οὕτω γὰρ συμβαίνει ὁ χρόνος τῆς κυήσεως), ὁ δ’ ἄρρην γεννᾷ μὲν ὀκτάμηνος, φαῦλα μέντοι πρὶν γενέσθαι ἐνιαύσιος.
猪在八个月大时首次进行交配,雌猪在一岁时产仔(因为怀孕期正好是这段时间);雄猪确实在八个月大时就能生育,但在满一岁之前所生的后代品质较差。
Οὐ πανταχοῦ δέ, ὥσπερ εἴρηται, ὁμοίως συμβαίνουσιν αἱ ἡλικίαι· ἐνιαχοῦ μὲν γὰρ αἱ ὕες ὀχεύονται μὲν καὶ ὀχεύουσι τετράμηνοι, ὥστε δὲ γεννᾶν καὶ ἐκτρέφειν ἑξάμηνοι, ἐνιαχοῦ δ’ οἱ κάπροι δεκάμηνοι ἄρχονται ὀχεύειν, ἀγαθοὶ δὲ μέχρι ἐπὶ τριετές.
然而,正如所说,各地的年龄并不完全相同:因为在某些地方,猪在四个月大时就进行交配,从而在六个月大时产仔并抚育;而在另一些地方,公猪到十个月大时才开始交配,并在直到三岁时都保持良好的生育能力。
Κύων δ’ ὡς ἐπὶ τὸ πολὺ μὲν ὀχεύεται ἐνιαυσία καὶ ὀχεύει ἐνιαύσιος, ἐνίοτε δὲ συμβαίνει ταῦτα καὶ ὀκταμήνοις· μᾶλλον δὲ τοῦτο γίνεται ἐπὶ τῶν ἀρρένων ἢ τῶν θηλειῶν.
狗通常在满一岁时交配,雄狗也在一岁时交配,但有时这甚至在八个月大时就会发生;而这种情况在雄狗中比在雌狗中更常见。
Κύει δ’ ἑξήκοντα καὶ μίαν ἢ καὶ δύο ἢ τρεῖς ἡμέρας τὸ μακρότατον· ἔλαττον δ’ οὐ φέρει τῶν ἑξήκονθ’ ἡμερῶν, ἀλλ’ ἄν τι καὶ γένηται, οὐκ ἐκτρέφεται εἰς τέλος.
母狗怀孕六十一天,或六十二天,或最长六十三天;怀胎时间不会少于六十天,即使有在那之前出生的,也无法抚养长大。
Τεκοῦσα δὲ πάλιν ὀχεύεται ἕκτῳ μηνί, καὶ οὐ πρότερον.
产仔后,它在第六个月再次交配,而不在此之前。
Ἵππος δ’ ὀχεύειν ἄρχεται διετὴς καὶ ὀχεύεσθαι, ὥστε καὶ γεννᾶν· τὰ μέντοι ἔκγονα τὰ κατὰ τούτους τοὺς χρόνους ἐλάττω καὶ ἀσθενικώτερα.
马在两岁时开始交配并接受交配,甚至能够生育;然而,在这个时期产下的后代体型较小且较为虚弱。
Ὡς δ’ ἐπὶ τὸ πλεῖστον τριετὴς ὀχεύει καὶ ὀχεύεται.
通常情况下,它在三岁时进行交配并接受交配。