§5.1## Ε.
Ὅσα μὲν οὖν ἔχουσι μόρια τὰ ζῷα πάντα καὶ τῶν ἐντὸς καὶ τῶν ἐκτός, ἔτι δὲ περί τε τῶν αἰσθήσεων καὶ φωνῆς καὶ ὕπνου, καὶ ποῖα θήλεα καὶ ποῖα ἄρρενα, πρότερον εἴρηται περὶ πάντων·
Ε. さて、動物が持つすべての部分、内臓も外の部分も、さらに感覚、声、睡眠、およびどの動物が雌でどの動物が雄であるかについては、すでにすべて語られた。
περὶ δὲ τῶν γενέσεων αὐτῶν λοιπὸν διελθεῖν, καὶ πρῶτον περὶ τῶν πρώτων.
それらの生成については、残りを論じるべきであり、まず最初のものから始めねばならない。
Εἰσὶ δὲ πολλαὶ καὶ πολλὴν ἔχουσαι ποικιλίαν, καὶ τῇ μὲν ἀνόμοιοι, τῇ δὲ τρόπον τινὰ προσεοίκασιν ἀλλήλαις.
生成のあり方は多様であり、多くの複雑さを持っていて、ある点では互いに異なり、ある点ではある意味で互いに似ている。
Ἐπεὶ δὲ διῄρηται τὰ γένη πρῶτον, τὸν αὐτὸν τρόπον καὶ νῦν πειρατέον ποιεῖσθαι τὴν θεωρίαν·
最初に諸々の類が分類されたのであるから、今も同様の方法で考察を行うように努めねばならない。
πλὴν τότε μὲν τὴν ἀρχὴν ἐποιούμεθα σκοποῦντες περὶ τῶν μερῶν ἀπ’ ἀνθρώπου, νῦν δὲ περὶ τούτου τελευταῖον λεκτέον διὰ τὸ πλείστην ἔχειν πραγματείαν.
ただし、あの時は人間から始めて部分についての観察を行ったが、今は人間について最後に語らねばならない。 最も多くの探究を要するからである。
Πρῶτον δ’ ἀρκτέον ἀπὸ τῶν ὀστρακοδέρμων, μετὰ δὲ ταῦτα περὶ τῶν μαλακοστράκων, καὶ τὰ ἄλλα δὲ τοῦτον τὸν τρόπον ἐφεξῆς·
まず殻皮類から始めるべきであり、その後に軟甲類について、そして他のものについても同様に順次語らねばならない。
ἔστι δὲ τά τε μαλάκια καὶ τὰ ἔντομα, καὶ μετὰ ταῦτα τὸ τῶν ἰχθύων γένος, τό τε ζῳοτόκον καὶ τὸ ᾠοτόκον αὐτῶν, εἶτα τὸ τῶν ὀρνίθων·
すなわち、軟体類、昆虫類、その後に魚類の類であり、そのうち胎生のものと卵生のもの、次いで鳥類の類である。
μετὰ δὲ ταῦτα περὶ τῶν πεζῶν λεκτέον, ὅσα τε ζῳοτόκα καὶ ὅσα ᾠοτόκα.
その後で陸生のものについて語らねばならず、胎生のものと卵生のものである。
Ζῳοτόκα δ’ ἐστὶ τῶν τετραπόδων ἔνια, καὶ ἄνθρωπος τῶν διπόδων μόνον.
胎生なのは四足動物の一部であり、二足動物の中では人間だけである。
Κοινὸν μὲν οὖν συμβέβηκε καὶ ἐπὶ τῶν ζῴων, ὥσπερ καὶ ἐπὶ τῶν φυτῶν·
さて、動物においても植物におけるのと同様の共通の事態が生じている。
τὰ μὲν γὰρ ἀπὸ σπέρματος ἑτέρων φυτῶν, τὰ δ’ αὐτόματα γίνεται, συστάσης τινὸς τοιαύτης ἀρχῆς, καὶ τούτων τὰ μὲν ἐκ τῆς γῆς λαμβάνει τὴν τροφήν, τὰ δ’ ἐν ἑτέροις ἐγγίνεται φυτοῖς, ὥσπερ εἴρηται ἐν τῇ θεωρίᾳ τῇ περὶ φυτῶν.
すなわち、植物においては、あるものは他の植物の種子から生まれ、あるものは自発的に発生し(そのような何らかの始まりが形成されることによる)、これらのうち、あるものは地から栄養を受け取り、あるものは他の植物の内部で生じる。 植物についての考察において語られた通りである。
Οὕτω καὶ τῶν ζῴων τὰ μὲν ἀπὸ ζῴων γίνεται κατὰ συγγένειαν τῆς μορφῆς, τὰ δ’ αὐτόματα καὶ οὐκ ἀπὸ συγγενῶν, καὶ τούτων τὰ μὲν ἐκ γῆς σηπομένης καὶ φυτῶν, ὥσπερ πολλὰ συμβαίνει τῶν ἐντόμων, τὰ δ’ ἐν τοῖς ζῴοις αὐτοῖς ἐκ τῶν ἐν τοῖς μορίοις περιττωμάτων.
同様に動物においても、あるものは形態の親縁性に従って動物から生まれ、あるものは自発的に生まれ、親縁のものからではない。 そしてこれらのうち、あるものは腐敗した地や植物から生まれ(昆虫の多くでこれが起こる)、あるものは動物自身の内部で、その諸部分にある余剰物から生じる。
Τῶν δὴ τὴν γένεσιν ἐχόντων ἀπὸ συγγενῶν ζῴων ἐν οἷς μὲν αὐτῶν ἐστὶ τὸ θῆλυ καὶ τὸ ἄρρεν, ἐκ συνδυασμοῦ γίνονται·
親縁の動物から生成されるもののうち、雌と雄が存在するものにおいては、それらは交尾によって生まれる。
ἐν δὲ τῷ τῶν ἰχθύων γένει ἔνια γίνεται οὔτε ἄρρενα οὔτε θήλεα, τῷ γένει μὲν ὄντα ἑτέροις τῶν ἰχθύων τὰ αὐτά, τῷ εἴδει δ’ ἕτερα, ἔνια δὲ καὶ πάμπαν ἴδια.
しかし魚類においては、あるものは雄でも雌でもなく生まれる。 これらは、類としては他の魚と同じであるが、種としては異なり、あるものは完全に独自のものである。
Τὰ δὲ θήλεα μέν ἐστιν, ἄρρενα δ’ οὐκέτι·
また、雌はあるが雄は存在しないものもあり、それらから生まれるものは、鳥における無精卵のようなものである。
ἐξ ὧν γίνεται ὥσπερ ἐν τοῖς ὄρνισι τὰ ὑπηνέμια. Τὰ μὲν οὖν τῶν ὀρνίθων ἄγονα πάντα ἐστὶ ταῦτα (μέχρι γὰρ τοῦ ᾠοῦ γέννησιν δύναται ἡ φύσις αὐτῶν ἐπιτελεῖν), ἐὰν μή τις αὐτοῖς συμβῇ τρόπος ἄλλος τῆς κοινωνίας πρὸς τοὺς ἄρρενας·
鳥のこれらはすべて不妊である(なぜなら彼女らの自然は卵の生成までしか遂行できないからである)、ただし、雄との他の交わりの仕方が生じるのでなければ。
περὶ ὧν ἀκριβέστερον ἔσται δῆλον ἐν τοῖς ὕστερον.
これについては、後の議論でより正確に明らかになるであろう。
Τῶν δὲ ἰχθύων ἐνίοις, ὅταν αὐτόματα γεννήσωσιν ᾠά, συμβαίνει ἐκ τούτων καὶ ζῷα γίνεσθαι, πλὴν τῶν μὲν καθ’ αὑτά, τῶν δ’ οὐκ ἄνευ ἄρρενος·
しかし、ある種の魚においては、自発的に卵を産んだとき、それらから動物が生まれることもある。 ただし、あるものにおいてはそれ自体で、またあるものにおいては雄なしには生まれない。
ὃν δὲ τρόπον, καὶ περὶ τούτων ἐν τοῖς ἐχομένοις ἔσται φανερόν·
どのような方法でそうなるかは、これらについても続く箇所で明らかになるであろう。
σχεδὸν γὰρ παραπλήσια συμβαίνει καὶ ἐπὶ τῶν ὀρνίθων.
鳥において起こることとほぼ同様だからである。
Ὅσα δ’ ἀπὸ ταὐτομάτου γίνεται ἐν ζῴοις ἢ γῇ ἢ φυτοῖς ἢ τοῖς τούτων μορίοις, ἔχουσι δὲ τὸ ἄρρεν καὶ τὸ θῆλυ, ἐκ τούτων συνδυαζομένων γίνεται μέν τι, οὐ ταὐτὸ δ’ ἐξ οὐθενὸς ἀλλ’ ἀτελές, οἷον ἔκ τε τῶν φθειρῶν ὀχευομένων αἱ καλούμεναι κονίδες καὶ ἐκ τῶν μυιῶν σκώληκες καὶ ἐκ τῶν ψυχῶν σκώληκες ᾠοειδεῖς, ἐξ ὧν οὔτε τὰ γεννήσαντα γίνεται οὔτε ἄλλο οὐθὲν ζῷον, ἀλλὰ τὰ τοιαῦτα μόνον.
一方、動物や地、植物、あるいはそれらの部分の内部に自発的に生じるもののうち、雄と雌を持つものにおいて、それらが交尾するとき、何ものかが生まれるが、いかなる場合も親と同じものではなく、不完全なものである。 たとえば、シラミが交尾して生じる、いわゆる静卵や、ハエから生じる蛆、チョウから生じる卵型の蛆などであり、これらからは産んだ親も他のいかなる動物も生じず、ただそのようなものだけが生じる。
Πρῶτον μὲν οὖν περὶ τῆς ὀχείας λεκτέον, ὅσα ὀχεύεται, εἶτα μετὰ ταῦτα περὶ τῶν ἄλλων ἐφεξῆς, τά τε καθ’ ἕκαστα καὶ τὰ κοινῇ συμβαίνοντα περὶ αὐτῶν.
したがって、まず交尾するすべてのものについて交尾について語るべきであり、その後、他の事柄について順次、個々の事象とそれらに共通して生じる事象について語らねばならない。