Humanitext Reader

亚里士多德 · 动物志 §5.1

动物生成的考察顺序与发生方式分类

第 68 段,共 189 段 · 希腊语

内容简介

在开始对动物生殖(生成)的研究时,作者确定了从壳皮类依次至人类的考察顺序,并阐明了亲代繁殖、自然发生(无亲代发生)以及自然发生生物交配产生不完全后代的区别。

§5.1## Ε. Ὅσα μὲν οὖν ἔχουσι μόρια τὰ ζῷα πάντα καὶ τῶν ἐντὸς καὶ τῶν ἐκτός, ἔτι δὲ περί τε τῶν αἰσθήσεων καὶ φωνῆς καὶ ὕπνου, καὶ ποῖα θήλεα καὶ ποῖα ἄρρενα, πρότερον εἴρηται περὶ πάντων·
Ε. 关于所有动物所具有的部分,无论是内部的还是外部的,此外关于它们的感觉、声音和睡眠,以及哪些是雌性哪些是雄性,先前已对所有这些进行了说明。
περὶ δὲ τῶν γενέσεων αὐτῶν λοιπὸν διελθεῖν, καὶ πρῶτον περὶ τῶν πρώτων.
剩下的部分是论述它们的生殖(生成),且首先从最先的部分开始。
Εἰσὶ δὲ πολλαὶ καὶ πολλὴν ἔχουσαι ποικιλίαν, καὶ τῇ μὲν ἀνόμοιοι, τῇ δὲ τρόπον τινὰ προσεοίκασιν ἀλλήλαις.
生殖的形式有很多,且具有极大的多样性,在某一方面它们互不相同,但在另一方面,它们在某种程度上又彼此相似。
Ἐπεὶ δὲ διῄρηται τὰ γένη πρῶτον, τὸν αὐτὸν τρόπον καὶ νῦν πειρατέον ποιεῖσθαι τὴν θεωρίαν· πλὴν τότε μὲν τὴν ἀρχὴν ἐποιούμεθα σκοποῦντες περὶ τῶν μερῶν ἀπ’ ἀνθρώπου, νῦν δὲ περὶ τούτου τελευταῖον λεκτέον διὰ τὸ πλείστην ἔχειν πραγματείαν.
既然诸物种(类)最初已被划分,现在我们也应当尝试以同样的方式进行考察;只不过那时我们是从人开始观察其部分而作为起点的,但现在我们必须最后谈论人,因为这涉及最繁复的研究。
Πρῶτον δ’ ἀρκτέον ἀπὸ τῶν ὀστρακοδέρμων, μετὰ δὲ ταῦτα περὶ τῶν μαλακοστράκων, καὶ τὰ ἄλλα δὲ τοῦτον τὸν τρόπον ἐφεξῆς· ἔστι δὲ τά τε μαλάκια καὶ τὰ ἔντομα, καὶ μετὰ ταῦτα τὸ τῶν ἰχθύων γένος, τό τε ζῳοτόκον καὶ τὸ ᾠοτόκον αὐτῶν, εἶτα τὸ τῶν ὀρνίθων· μετὰ δὲ ταῦτα περὶ τῶν πεζῶν λεκτέον, ὅσα τε ζῳοτόκα καὶ ὅσα ᾠοτόκα.
我们必须首先从壳皮类开始,在这之后是关于软甲类的,其他种类也以此类推依次论述:即软体动物和昆虫,在这之后是鱼类,包括它们之中的胎生者和卵生者,然后是鸟类;在此之后,我们必须谈论陆生动物,包括胎生者和卵生者。
Ζῳοτόκα δ’ ἐστὶ τῶν τετραπόδων ἔνια, καὶ ἄνθρωπος τῶν διπόδων μόνον.
而在四足动物中有些是胎生的,在双足动物中则只有人是胎生的。
Κοινὸν μὲν οὖν συμβέβηκε καὶ ἐπὶ τῶν ζῴων, ὥσπερ καὶ ἐπὶ τῶν φυτῶν· τὰ μὲν γὰρ ἀπὸ σπέρματος ἑτέρων φυτῶν, τὰ δ’ αὐτόματα γίνεται, συστάσης τινὸς τοιαύτης ἀρχῆς, καὶ τούτων τὰ μὲν ἐκ τῆς γῆς λαμβάνει τὴν τροφήν, τὰ δ’ ἐν ἑτέροις ἐγγίνεται φυτοῖς, ὥσπερ εἴρηται ἐν τῇ θεωρίᾳ τῇ περὶ φυτῶν.
因此,在动物中也发生着与植物中相似的共同情况;因为有些植物来自其他植物的种子,而有些则是自然发生的(由于形成了某种这样的原理(起点)),而在这些植物中,有些从大地中获取养分,有些则产生在其他植物内部,正如在关于植物的考察中已经说过的那样。
Οὕτω καὶ τῶν ζῴων τὰ μὲν ἀπὸ ζῴων γίνεται κατὰ συγγένειαν τῆς μορφῆς, τὰ δ’ αὐτόματα καὶ οὐκ ἀπὸ συγγενῶν, καὶ τούτων τὰ μὲν ἐκ γῆς σηπομένης καὶ φυτῶν, ὥσπερ πολλὰ συμβαίνει τῶν ἐντόμων, τὰ δ’ ἐν τοῖς ζῴοις αὐτοῖς ἐκ τῶν ἐν τοῖς μορίοις περιττωμάτων.
动物中也是如此,有些是按照其形态的亲缘关系从动物产生的,有些则是自然发生而非从亲缘动物产生的,在这些动物中,有些产生于腐烂的土地和植物(许多昆虫都是这样发生的),有些则产生于动物自身内部,由其身体部位中的余渣产生。
Τῶν δὴ τὴν γένεσιν ἐχόντων ἀπὸ συγγενῶν ζῴων ἐν οἷς μὲν αὐτῶν ἐστὶ τὸ θῆλυ καὶ τὸ ἄρρεν, ἐκ συνδυασμοῦ γίνονται· ἐν δὲ τῷ τῶν ἰχθύων γένει ἔνια γίνεται οὔτε ἄρρενα οὔτε θήλεα, τῷ γένει μὲν ὄντα ἑτέροις τῶν ἰχθύων τὰ αὐτά, τῷ εἴδει δ’ ἕτερα, ἔνια δὲ καὶ πάμπαν ἴδια.
在那些从亲缘动物中获得生殖的动物中,凡是有雌雄之分者,它们是通过交配产生的;但在鱼类中,有些产生时既非雄性也非雌性,它们在“类”上与其余鱼类相同,但在“种”上不同,有些甚至是完全独特的。
Τὰ δὲ θήλεα μέν ἐστιν, ἄρρενα δ’ οὐκέτι· ἐξ ὧν γίνεται ὥσπερ ἐν τοῖς ὄρνισι τὰ ὑπηνέμια.
还有些只有雌性,没有雄性;从这些雌性中产生的,就像鸟类中的无精蛋(风卵)一样。
Τὰ μὲν οὖν τῶν ὀρνίθων ἄγονα πάντα ἐστὶ ταῦτα (μέχρι γὰρ τοῦ ᾠοῦ γέννησιν δύναται ἡ φύσις αὐτῶν ἐπιτελεῖν), ἐὰν μή τις αὐτοῖς συμβῇ τρόπος ἄλλος τῆς κοινωνίας πρὸς τοὺς ἄρρενας· περὶ ὧν ἀκριβέστερον ἔσται δῆλον ἐν τοῖς ὕστερον.
鸟类的这些卵全都是不育的(因为它们的自然能力只能完成到产生卵这一步),除非它们与雄性发生某种其他方式的结合;关于这一点,在后面将阐述得更为精确。
Τῶν δὲ ἰχθύων ἐνίοις, ὅταν αὐτόματα γεννήσωσιν ᾠά, συμβαίνει ἐκ τούτων καὶ ζῷα γίνεσθαι, πλὴν τῶν μὲν καθ’ αὑτά, τῶν δ’ οὐκ ἄνευ ἄρρενος· ὃν δὲ τρόπον, καὶ περὶ τούτων ἐν τοῖς ἐχομένοις ἔσται φανερόν· σχεδὸν γὰρ παραπλήσια συμβαίνει καὶ ἐπὶ τῶν ὀρνίθων.
但对于某些鱼类,当它们自然产生卵时,也常常会从这些卵中产生出动物(小鱼),只不过有些鱼完全靠自身产生,而有些则不能没有雄性;至于以何种方式,这在接下来的内容中也会很清楚;因为这与鸟类中发生的情况几乎相似。
Ὅσα δ’ ἀπὸ ταὐτομάτου γίνεται ἐν ζῴοις ἢ γῇ ἢ φυτοῖς ἢ τοῖς τούτων μορίοις, ἔχουσι δὲ τὸ ἄρρεν καὶ τὸ θῆλυ, ἐκ τούτων συνδυαζομένων γίνεται μέν τι, οὐ ταὐτὸ δ’ ἐξ οὐθενὸς ἀλλ’ ἀτελές, οἷον ἔκ τε τῶν φθειρῶν ὀχευομένων αἱ καλούμεναι κονίδες καὶ ἐκ τῶν μυιῶν σκώληκες καὶ ἐκ τῶν ψυχῶν σκώληκες ᾠοειδεῖς, ἐξ ὧν οὔτε τὰ γεννήσαντα γίνεται οὔτε ἄλλο οὐθὲν ζῷον, ἀλλὰ τὰ τοιαῦτα μόνον.
另一方面,在动物、大地、植物或其部位中自然发生、但又具有雄性和雌性之分的所有动物中,当它们交配时,确实会产生某种东西,但决不会从任何交配中产生出相同的亲本,而是产生不完全的东西,例如从虱子交配中产生所谓的静卵(虮子),从苍蝇产生蛆,从蝴蝶产生卵状的蛆,从这些之中既不产生繁殖它们的亲本,也不产生任何其他动物,而仅产生此类东西。
Πρῶτον μὲν οὖν περὶ τῆς ὀχείας λεκτέον, ὅσα ὀχεύεται, εἶτα μετὰ ταῦτα περὶ τῶν ἄλλων ἐφεξῆς, τά τε καθ’ ἕκαστα καὶ τὰ κοινῇ συμβαίνοντα περὶ αὐτῶν.
因此,首先必须对所有交配的动物论述其交配,然后在其后依次论述其他事物,包括个别的事实以及关于它们的共同特征。

词汇与语法注释

  1. §5.1Ὅσα μὲν οὖν ἔχουσι μόρια τὰ ζῷα — 从句首的 Ὅσα 到 ἄρρενα 是一个关系从句,采用了先行结构(prolepsis),预示了主句 πρότερον εἴρηται περὶ πάντων 中的属格宾语 πάντων。意为“至于动物所拥有的所有部分……先前已对所有这些进行了说明”。
  2. §5.1συστάσης τινὸς τοιαύτης ἀρχῆς — 阴性单数属格的独立属格(genitive absolute)结构。ἀρχή 意为“起点”、“原理”或“胚芽”,用以解释自然发生(αὐτόματα)是“由于形成了某种这样的原理(起点)”而产生的。
  3. ¦p.134¦πλὴν τῶν μὲν καθ’ αὑτά, τῶν δ’ οὐκ ἄνευ ἄρρενος — 属格 τῶν μὲν ... τῶν δέ 在语法上既可以指代中性复数(ᾠά“卵”),也可以指代阳性复数(指代鱼的种类,与 ἐνίοις 相关)。从上下文来看,这里解释为指代鱼本身更为合适:“某些(鱼)完全靠自身,而另一些则不能没有雄性”。
  4. §5.1οὐ ταὐτὸ δ’ ἐξ οὐθενὸς ἀλλ’ ἀτελές — ἐξ οὐδενός 意为“从任何一个(交配或亲本)中都不”。在 ταὐτό 之后省略了谓语 γίνεται(或名词如 ζῷον),整句意为“决不会从任何交配中产生出相同的亲本,而是产生不完全的东西(如虱子产生静卵)”,用以描述自然发生生物的不完全世代交替。

引用这一段

亚里士多德, 动物志 §5.1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:5.1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。