Humanitext Reader

アリストテレス · 動物誌 §4.11

動物における雌雄の有無と性差による身体的特徴

67 / 189 箇所 · ギリシア語

要旨

様々な動物群における雌雄の有無と、雌雄間の身体的・解剖学的特徴(サイズ、寿命、体の部位の強さ、肉質、声、武装器官など)の差異について論じる。

§4.11τὸ δ’ ἄρρεν καὶ θῆλυ τοῖς μὲν ὑπάρχει τῶν ζῴων, τοῖς δ’ οὐχ ὑπάρχει, ἀλλὰ καθ’ ὁμοιότητά τινα καὶ τίκτειν λέγονται καὶ κύειν.
雄と雌の区別は、動物のうちあるものには存在するが、あるものには存在せず、ただ何らかの類似性によって産み、また妊娠すると言われている。
Ἔστι δ’ οὐθὲν ἄρρεν καὶ θῆλυ ἐν τοῖς μονίμοις, οὐδ’ ὅλως ἐν τοῖς ὀστρακοδέρμοις.
固着性の動物や、およそ殻皮類には、雄と雌はまったく存在しない。
Ἐν δὲ τοῖς μαλακίοις καὶ τοῖς μαλακοστράκοις ἔστι τὸ μὲν θῆλυ τὸ δ’ ἄρρεν, καὶ ἐν τοῖς πεζοῖς καὶ ἐν τοῖς δίποσι καὶ τετράποσι καὶ πᾶσιν ὅσα ἐκ συνδυασμοῦ τίκτει ζῷον ἢ ᾠὸν ἢ σκώληκα.
しかし、軟体類や軟甲類においては、一方は雌であり他方は雄であり、また陸生のもの、二足のもの、四足のもの、および交尾によって動物、卵、あるいは蛆を産むすべてのものにおいても同様である。
Ἐν μὲν οὖν τοῖς ἄλλοις γένεσιν ἁπλῶς ἢ ἔστιν ἢ οὐκ ἔστιν, οἷον ἐν μὲν τοῖς τετράποσι πᾶσιν ἔστι τὸ μὲν θῆλυ τὸ δ’ ἄρρεν, ἐν δὲ τοῖς ὀστρακοδέρμοις οὐκ ἔστιν, ἀλλ’ ὥσπερ ἐν φυτοῖς τὰ μὲν εὔφορά ἐστι τὰ δ’ ἄφορα, οὕτω καὶ ἐν τούτοις.
したがって、他の類においては単に存在するか存在しないかである。 たとえば、四足動物においてはすべて一方が雌で他方は雄であるが、殻皮類においては存在せず、植物においてあるものは実を結び、あるものは実を結ばないのと同様に、これらにおいてもそうである。
Ἐν δὲ τοῖς ἐντόμοις καὶ τοῖς ἰχθύσιν ἐστὶ τὰ μὲν ὅλως οὐκ ἔχοντα ταύτην τὴν διαφορὰν ἐπ’ οὐδέτερον, οἷον ἐγχέλυς οὔτε ἄρρεν ἐστὶν οὔτε θῆλυ, οὐδὲ γεννᾷ ἐξ αὑτῆς οὐδέν, ἀλλ’ οἱ μὲν λέγοντες ὅτι τριχώδη καὶ ἑλμινθώδη προσπεφυκότ’ ἔχουσαί ποτέ τινες φαίνονται, οὐ προσθεωρήσαντες τὸ ποῦ ἔχουσιν ἀσκέπτως λέγουσιν.
しかし、昆虫類や魚類においては、この区別をどちらの方向にも全く持たないものがあり、たとえばウナギは雄でも雌でもなく、自身から何も生まない。 しかし、あるウナギには毛のようなものや虫のようなものが付着しているのが見られることがあると言う人々は、それがどこに付着しているかを詳しく観察しないまま、軽率に言っているのである。
Οὔτε γὰρ ζῳοτοκεῖ ἄνευ ᾠοτοκίας οὐδὲν τῶν τοιούτων, ᾠὸν δ’ οὐδεμία πώποτε ὦπται ἔχουσα· ὅσα τε ζῳοτοκεῖ, ἐν τῇ ὑστέρᾳ ἔχει καὶ προσπεφυκότα, ἀλλ’ οὐκ ἐν τῇ γαστρί·
なぜなら、この種のものは卵生を伴わずに胎生することはないが、ウナギが卵を持っているのはこれまで一度も見られたことがないからであり、また、胎生するものはすべて子宮の中に付着した形で持っており、胃の中ではない。
ἐπέττετο γὰρ ἂν ὥσπερ ἡ τροφή.
もし胃の中であれば、食物のように消化されてしまうであろうからである。
Ἣν δὲ λέγουσι διαφορὰν ἄρρενος ἐγχέλυος καὶ θηλείας τῷ τὸν μὲν μείζω κεφαλὴν ἔχειν καὶ μακροτέραν, τὴν δὲ θήλειαν μικρὰν καὶ σιμοτέραν, οὐ τοῦ θήλεος ἢ ἄρρενος λέγουσιν, ἀλλὰ τοῦ γένους.
また、ウナギの雄と雌の区別として、一方は頭がより大きくより長いが、雌は頭が小さくより平らであると言うのは、雌雄の区別を言っているのではなく、種類の違いを言っているのである。
Εἰσὶ δέ τινες ἰχθύες οἳ καλοῦνται ἐπιτραγίαι, γίνονται δὲ τῶν ποταμίων τοιοῦτοι κυπρῖνος καὶ βάλαγρος·
また、エピトラギアイと呼ばれる魚がおり、淡水魚のうちコイやバラグロスがそうなる。
οὐκ ἔχουσι δὲ οἱ τοιοῦτοι οὔτε ᾠὸν οὔτε θορὸν οὐδέποτε, ἀλλ’ ὅσοι στερεοί εἰσι καὶ πίονες, ἔντερον μικρὸν ἔχουσι, καὶ δοκοῦσιν ἄριστοι οὗτοι εἷναι.
このような魚は卵も精液も決して持たず、硬くて脂肪が多く、小さな腸を持っており、これらが最も美味であると思われる。
Ἔτι δ’ ἔνια, καθάπερ ἐν τοῖς ὀστρακοδέρμοις καὶ φυτοῖς τὸ μὲν τίκτον ἐστὶ καὶ γεννῶν, τὸ δ’ ὀχεῦον οὐκ ἔστιν, οὕτω καὶ ἐν τοῖς ἰχθύσι τὸ τῶν ψηττῶν γένος καὶ τὸ τῶν ἐρυθρίνων καὶ αἱ χάνναι·
さらに、殻皮類や植物において、産み生成するものはあるが、交尾させるものは存在しないのと同様に、魚類においても、カレイの類、エリュトリノスの類、カンナがそうである。
πάντα γὰρ τὰ τοιαῦτα ᾠὰ φαίνεται ἔχοντα.
なぜなら、これらのものはすべて卵を持っているように見えるからである。
Ἐν μὲν οὖν τοῖς πεζοῖς καὶ ἐναίμοις τῶν ζῴων ὅσα μὴ ᾠοτοκεῖ, τὰ πλεῖστα μείζω καὶ μακροβιώτερα τὰ ἄρρενα τῶν θηλειῶν εἰσί, πλὴν ἡμίονος, τούτων δ’ αἱ θήλειαι μακροβιώτεραι καὶ μείζους·
したがって、陸生で有血の動物で卵生でないもののうち、大部分は雄が雌よりも大きく長命であるが、ラバは例外で、これらは雌の方が長命で大きい。
ἐν δὲ τοῖς ᾠοτόκοις καὶ τοῖς σκωληκοτόκοις, οἷον ἔν τε τοῖς ἰχθύσι καὶ ἐπὶ τῶν ἐντόμων, μείζω τὰ θήλεα τῶν ἀρρένων ἐστίν, οἷον ὄφεις καὶ φαλάγγια καὶ ἀσκαλαβῶται καὶ βάτραχοι.
一方、卵生や蛆生のもの、たとえば魚類や昆虫類においては、雌の方が雄よりも大きく、たとえばヘビ、毒蜘蛛、ヤモリ、カエルがそうである。
Καὶ ἐπὶ τῶν ἰχθύων δ’ ὡσαύτως, οἷον τά τε σελάχη τὰ μικρὰ καὶ τῶν ἀγελαίων τὰ πλεῖστα, τὰ δὲ πετραῖα πάντα.
魚類についても同様であり、たとえば小さな軟骨魚類、群生するものの大部分、岩礁性のものすべてがそうである。
Ὅτι δὲ μακροβιώτεροι τῶν ἰχθύων αἱ θήλεις τῶν ἀρρένων, δῆλον ἐκ τοῦ παλαιότερα ἁλίσκεσθαι τὰ θήλεα τῶν ἀρρένων.
魚類の雌が雄よりも長命であることは、雌の方が雄よりも年老いた状態で捕獲されることから明らかである。
Ἔστι δὲ τὰ μὲν ἄνω καὶ πρόσθια πάντων τῶν ζῴων τὰ ἄρρενα κρείττω καὶ ἰσχυρότερα καὶ εὐοπλότερα, τὰ δ’ ὡς ἂν ὀπίσθια καὶ κάτω λεχθέντα τῶν θηλέων.
また、すべての動物の上部および前方の部分は雄の方が優れ、より強く、より武器に恵まれており、後部および下方と言われるべき部分は雌の方が優れている。
Τοῦτο δὲ καὶ ἐπ’ ἀνθρώπων καὶ ἐπὶ τῶν ἄλλων ζῴων τῶν πεζῶν καὶ ζῳοτόκων πάντων ἔχει τὸν αὐτὸν τρόπον.
このことは、人間においても、また他のすべての陸生・胎生の動物においても同様である。
Καὶ ἀνευρότερον δὲ καὶ ἀναρθρότερον τὸ θῆλυ μᾶλλον, καὶ λεπτοτριχώτερον, ὅσα τρίχας ἔχει·
また、雌の方がより腱が少なく、関節が弱く、毛を持つものではより毛が細い。
τὰ δὲ μὴ τρίχας ἔχοντα κατὰ τὸ ἀνάλογον.
毛を持たないものは、これに比例する。
Καὶ ὑγροσαρκότερα δὲ τὰ θήλεα τῶν ἀρρένων καὶ γονυκροτώτερα, καὶ αἱ κνῆμαι λεπτότεραι·
また、雌は雄よりも肉が水っぽく、膝がぶつかりやすく、脛が細い。
τοὺς δὲ πόδας γλαφυρωτέρους, ὅσα τὰ μόρια ταῦτ’ ἔχει τῶν ζῴων.
また、これらの部位を持つ動物においては、足がよりほっそりとしている。
Καὶ περὶ φωνῆς δέ, πάντα τὰ θήλεα λεπτοφωνότερα καὶ ὀξυφωνότερα, πλὴν βοός, ὅσα ἔχει φωνήν·
声についても、声を持つすべての動物において、雌の方がより細く、より高い声をしているが、牛は例外である。
οἱ δὲ βόες βαρύτερον φθέγγονται αἱ θήλειαι τῶν ἀρρένων.
牛においては、雌の方が雄よりも低い声で鳴く。
Τὰ δὲ πρὸς ἀλκὴν ἐν τῇ φύσει ὑπάρχοντα μόρια, οἷον ὀδόντες καὶ χαυλιόδοντες καὶ κέρατα καὶ πλῆκτρα καὶ ὅσα ἄλλα τοιαῦτα μόρια, ἐν ἐνίοις μὲν γένεσιν ὅλως τὰ μὲν ἄρρενα ἔχει τὰ δὲ θήλεα οὐκ ἔχει, οἷον κέρατα ἔλαφος θήλεια οὐκ ἔχει καὶ τῶν ὀρνίθων τῶν πλῆκτρα ἐχόντων ἐνίων αἱ θήλειαι ὅλως πλῆκτρα οὐκ ἔχουσιν·
防衛のために自然に備わっている部位、たとえば歯や牙、角、蹴爪、およびその他同種の部位は、ある類においては雄だけが持ち、雌はまったく持たない。 たとえば、雌のシカは角を持たず、蹴爪を持つ鳥類のうちいくつかのものの雌は蹴爪をまったく持たない。
ὁμοίως δὲ καὶ χαυλιόδοντας αἱ θήλειαι οὐκ ἔχουσι τῶν ὑῶν.
同様に、雌の豚は牙を持たない。
Ἐν ἐνίοις δὲ ὑπάρχει μὲν ἀμφοῖν, ἀλλὰ κρείττω καὶ μᾶλλον τοῖς ἄρρεσιν, οἷον τὰ κέρατα τῶν ταύτων ἰσχυρότερα τῶν θηλειῶν βοῶν.
しかし、ある類においては両方に存在するが、雄の方がより優れ、より発達している。 たとえば、雄牛の角は雌牛の角よりも強い。

語釈・文法注

  1. p.130τοῖς μὲν ὑπάρχει τῶν ζῴων, τοῖς δ’ οὐχ ὑπάρχει — τοῖς μὲν... τοῖς δ' は関係代名詞的に機能する与格で、存在を表す動詞 ὑπάρχει の所有の与格(「〜に存在する」)として使われている。τῶν ζῴων はこれらに係る部分属格である。
  2. p.130τὸ ποῦ ἔχουσιν — 間接疑問節 ποῦ ἔχουσιν(彼らがそれをどこに持っているか)に中性単数冠詞 τό が付くことで名詞化され、分詞 προσθεωρήσαντες の直接目的語となっている。
  3. p.130ἐπέττετο γὰρ ἂν ὥσπερ ἡ τροφή — 小辞 ἄν と未完了過去直説法 ἐπέττετο(πέττω の受動態)の組み合わせにより、過去または現在の反実仮想(「もし胃の中にあるならば、消化されてしまうだろう」)を表す。条件節は文脈から省略されている。
  4. p.130Ἣν δὲ λέγουσι διαφορὰν — 関係代名詞の引込み(attraction)の一例。先行詞である διαφορὰν が関係節 Ἣν... λέγουσι の中に引き込まれているが、統語的には主節の動詞 λέγουσιν の直接目的語でもある。
  5. p.131τοὺς δὲ πόδας γλαφυρωτέρους — 対格の名詞 τοὺς... πόδας と比較級形容詞 γλαφυρωτέρους は、直前の文から継続している所有の動詞 ἔχουσι(〜を持っている)の目的語・目的格補語として解釈されるか、あるいは関係の対格(「足に関しては」)として機能している。

この箇所を引用する

アリストテレス, 動物誌 §4.11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:4.11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。