§4.9#2Ὁ δὲ βάτραχος ἰδίαν ἔχει τὴν γλῶτταν·
カエルは独特な舌を持っている。
τὸ μὲν γὰρ ἔμπροσθεν προσπέφυκεν ἰχθυωδῶς, ὃ τοῖς ἄλλοις ἀπολέλυται, τὸ δὲ πρὸς τὸν φάρυγγα ἀπολέλυται καὶ πέπτυκται, ᾧ τὴν ἰδίαν ἀφίησι φωνήν.
というのも、前方部分は魚のように固着しており(この部分は他の動物では自由になっている)、一方で咽頭に近い部分は自由になっており、折りたたまれている。 これによってカエルは独特な声を発する。
Καὶ τὴν ὀλολυγόνα δὲ τὴν γινομένην ἐν τῷ ὕδατι οἱ βάτραχοι οἱ ἄρρενες ποιοῦσιν, ὅταν ἀνακαλῶνται τὰς θηλείας πρὸς τὴν ὀχείαν·
また、水中で生じる「オロリュゴーン(鳴き声)」は、雄のカエルが交尾のために雌を呼び寄せるときに発する。
εἰσὶ γὰρ ἑκάστοις τῶν ζῴων ἴδιαι φωναὶ πρὸς τὴν ὁμιλίαν καὶ τὸν πλησιασμόν, οἷον καὶ ὑσὶ καὶ τράγοις καὶ προβάτοις.
というのも、動物のそれぞれには交わいや近づくための独特な声があるからであり、たとえば豚や山羊や羊においても同様である。
Ποιεῖ δὲ τὴν ὀλολυγόνα, ὅταν ἰσοχειλῆ τὴν κάτω σιαγόνα ποιήσας ἐπὶ τῷ ὕδατι περιτείνῃ τὴν ἄνω.
カエルは、下顎を水面と同じ高さにし、上顎を(その上に)張り広げるときに、その鳴き声を出す。
Δοκεῖ δὲ διαλαμπουσῶν τῶν σιαγόνων ἐκ τῆς ἐπιτάσεως ὥσπερ λύχνοι φαίνεσθαι οἱ ὀφθαλμοί·
そして、その緊張のために顎が透き通ることで、目がともし火のように輝いて見える。
ἡ γὰρ ὀχεία τὰ πολλὰ γίγνεται νύκτωρ.
なぜなら、交尾は大抵夜間に行われるからである。
Τὸ δὲ τῶν ὀρνίθων γένος ἀφίησι φωνήν·
鳥の類は声を発する。
καὶ μάλιστα ἔχει διάλεκτον ὅσοις ὑπάρχει μετρίως ἡ γλῶττα πλατεῖα, καὶ ὅσοι ἔχουσι λεπτὴν τὴν γλῶτταν αὐτῶν.
そして、適度に幅の広い舌を持つものや、薄い舌を持つものが、最もよく話し言葉(分節された声)を持つ。
Ἔνια μὲν οὖν τὴν αὐτὴν ἀφιᾶσι φωνὴν τά τε θήλεα καὶ τὰ ἄρρενα, ἔνια δ’ ἑτέραν.
そこで、あるものでは雌と雄が同じ声を発し、他のものでは異なる声を発する。
Πολύφωνα δ’ ἐστὶ καὶ λαλίστερα τὰ ἐλάττω τῶν μεγάλων·
また、小さなものは大きなものよりも多様な声を出し、おしゃべりである。
καὶ μάλιστα περὶ τὴν ὀχείαν ἕκαστον γίνεται τῶν ὀρνέων τοιοῦτον, καὶ τὰ μὲν μαχόμενα φθέγγεται, οἷον ὄρτυξ, τὰ δὲ πρὸ τοῦ μάχεσθαι προκαλούμενα, ἢ νικῶντα, οἷον ἀλεκτρυόνες.
そして、すべての鳥は特に交尾の時期にそのような状態になり、あるものは戦っているときに声を出した、たとえばウズラがそうであり、あるものは戦う前に挑発するときに、あるいは勝利したときに声を出し、たとえば雄鶏がそうである。
Ἅιδουσι δ’ ἔνια μὲν ὁμοίως τὰ ἄρρενα τοῖς θήλεσιν, οἷον καὶ ἀηδὼν ᾄδει καὶ ὁ ἄρρην καὶ ἡ θήλεια, πλὴν ἡ θήλεια παύεται ὅταν ἐπῳάζῃ καὶ τὰ νεόττια ἔχῃ·
また、あるものでは雄が雌と同様に歌い、たとえばサヨナキドリは雄も雌も歌うが、ただし雌は卵を抱いているときや雛を育てているときには歌うのを止める。
ἐνίων δὲ τὰ ἄρρενα μᾶλλον, οἷον ἀλεκτρυόνες καὶ ὄρτυγες, αἱ δὲ θήλειαι οὐκ ᾄδουσιν.
一方、あるものでは雄の方がより多く歌い、たとえば雄鶏やウズラがそうであり、雌は歌わない。
Τὰ δὲ ζῳοτόκα καὶ τετράποδα ζῷα ἄλλο ἄλλην ἀφίησι φωνήν, διάλεκτον δ’ οὐδὲν ἔχει, ἀλλ’ ἴδιον τοῦτ’ ἀνθρώπου ἐστίν·
胎生で四脚の動物は、それぞれ異なる声を発するが、どれも話し言葉を持たず、これは人間に特有のものである。
ὅσα μὲν γὰρ διάλεκτον ἔχει, καὶ φωνὴν ἔχει, ὅσα δὲ φωνήν, οὐ πάντα διάλεκτον.
なぜなら、話し言葉を持つものはすべて声も持つが、声を持つものがすべて話し言葉を持つわけではないからである。
Ὅσοι δὲ κωφοὶ γίνονται ἐκ γενετῆς, πάντες καὶ ἐνεοὶ γίνονται·
生まれつき耳が聞こえない者は、すべて口もきけなくなる。
φωνὴν μὲν οὖν ἀφιᾶσι, διάλεκτον δ’ οὐδεμίαν.
したがって、彼らは声は発するが、話し言葉はまったく話さない。
Τὰ δὲ παιδία ὥσπερ καὶ τῶν ἄλλων μορίων οὐκ ἐγκρατῆ ἐστίν, οὕτως οὐδὲ τῆς γλώττης τὸ πρῶτον, καὶ ἔστιν ἀτελῆ, καὶ ἀπολύεται ὀψιαίτερον, ὥστε ψελλίζουσι καὶ τραυλίζουσι τὰ πολλά.
また、乳児は他の部位をうまく制御できないのと同様に、最初は舌も制御できず、それは不完全であり、後になってから自由になる。 そのため、彼らは大抵、舌足らずな話し方をしたり、どもったりする。
Διαφέρουσι δὲ κατὰ τόπους καὶ αἱ φωναὶ καὶ αἱ διάλεκτοι.
また、声も話し言葉も地域によって異なる。
Ἡ μὲν οὖν φωνὴ ὀξύτητι καὶ βαρύτητι μάλιστα ἐπίδηλος, τὸ δ’ εἶδος οὐδὲν διαφέρει τῶν αὐτῶν γενῶν·
声は高低によって最もはっきりと区別されるが、同じ属の中ではその性質(形)は何も異ならない。
ἡ δ’ ἐν τοῖς ἄρθροις, ἣν ἄν τις ὥσπερ διάλεκτον εἴπειεν, καὶ τῶν ἄλλων ζῴων διαφέρει καὶ τῶν ἐν ταὐτῷ γένει ζῴων κατὰ τόπους, οἷον τῶν περδίκων οἱ μὲν κακκαβίζουσιν οἱ δὲ τρίζουσιν.
しかし、関節(分節)におけるもの、すなわち人が話し言葉と呼ぶようなものは、他の動物とは異なるだけでなく、同一の属に属する動物の間でも地域によって異なる。 たとえば、イワシャコ類のあるものはクワックワッと鳴き、他のものは軋むような音を立てる。
Καὶ τῶν μικρῶν ὀρνιθίων ἔνια οὐ τὴν αὐτὴν ἀφίησι φωνὴν ἐν τῷ ᾄδειν τοῖς γεννήσασιν, ἂν ἀπότροφα γένωνται καὶ ἄλλων ἀκούσωσιν ὀρνίθων ᾀδόντων.
また、小さな鳥たちのあるものは、親から離れて育ち、他の鳥たちが歌うのを聞いた場合、歌うときに親と同じ声を発しない。
Ἤδη δ’ ὦπται καὶ ἀηδὼν νεοττὸν προδιδάσκουσα, ὡς οὐχ ὁμοίας φύσει τῆς διαλέκτου οὔσης καὶ τῆς φωνῆς, ἀλλ’ ἐνδεχόμενον πλάττεσθαι.
そして、サヨナキドリが雛に(歌い方を)あらかじめ教えているのが観察されたことさえあり、これは話し言葉が声と同様に本性的なものではなく、形作られることが可能であることを示している。
Καὶ οἱ ἄνθρωποι φωνὴν μὲν τὴν αὐτὴν ἀφιᾶσι, διάλεκτον δ’ οὐ τὴν αὐτήν.
また、人間は同じ声を発するが、同じ話し言葉を話すわけではない。
Ὁ δ’ ἐλέφας φωνεῖ ἄνευ μὲν τοῦ μυκτῆρος αὐτῷ τῷ στόματι πνευματῶδες ὥσπερ ὅταν ἄνθρωπος ἐκπνέῃ καὶ αἰάζῃ, μετὰ δὲ τοῦ μυκτῆρος ὅμοιον σάλπιγγι τετραχυσμένῃ.
また、ゾウは、鼻を用いないときには、口自体によって、人間が息を吐き出したりため息をついたりするときのような気息的な声を発し、一方で鼻を用いるときには、かすれたラッパに似た声を発する。