§4.10Περὶ δὲ ὕπνου καὶ ἐγρηγόρσεως τῶν ζῴων, ὅτι μὲν ὅσα πεζὰ καὶ ἔναιμα πάντα καθεύδει καὶ ἐγρήγορεν, φανερὸν ποιοῦσι κατὰ τὴν αἴσθησιν.
動物の睡眠と覚醒について、陸生で有血のものはすべて眠り、また目覚めているということは、感覚によって明らかである。
Πάντα γὰρ ὅσα ἔχει βλεφαρίδας, μύοντα ποιεῖται τὸν ὕπνον.
なぜなら、まぶたを持つものはすべて、目を閉じて睡眠をとるからである。
Ἔτι δ’ ἐνυπνιάζειν φαίνονται οὐ μόνον ἄνθρωποι, ἀλλὰ καὶ ἵπποι καὶ κύνες καὶ βόες, ἔτι δὲ πρόβατα καὶ αἶγες καὶ πᾶν τὸ τῶν ζῳοτόκων καὶ τετραπόδων γένος·
さらに、人間だけでなく、馬、犬、牛、さらには羊や山羊、そして胎生で四脚の動物の全属が夢を見ているように思われる。
δηλοῦσι δ’ οἱ κύνες τῷ ὑλαγμῷ.
犬は吠えることによってこれを示している。
Περὶ δὲ τῶν ᾠοτοκούντων τοῦτο μὲν ἄδηλον, ὅτι δὲ καθεύδουσι, φανερόν.
卵生のものについては、夢を見るかどうかは不明であるが、眠るということは明らかである。
Ὁμοίως δὲ καὶ τὰ ἔνυδρα, οἷον οἵ τε ἰχθύες καὶ τὰ μαλάκια καὶ τὰ μαλακόστρακα κάραβοί τε καὶ τὰ τοιαῦτα.
水生のもの、たとえば魚、軟体類、軟甲類、伊勢海老やそれに類するものも同様である。
Βραχύυπνα μὲν οὖν ἐστὶ ταῦτα πάντα, φαίνεται δὲ καθεύδοντα.
これらはすべて睡眠が短いが、眠っているように見える。
Σημεῖον δὲ κατὰ μὲν τὰ ὄμματα οὐκ ἔστι λαβεῖν (οὐδὲν γὰρ ἔχει βλέφαρα αὐτῶν), ἀλλὰ ταῖς ἀτρεμίαις.
その兆候を目から捉えることはできない(それらのどれもまぶたを持たないからである)。 しかし動かないことによって捉えられる。
Ἁλίσκονται γὰρ οἱ ἰχθύες, εἰ μὴ διὰ τοὺς φθεῖρας καὶ τοὺς καλουμένους ψύλλους, κἂν ὥστε τῇ χειρὶ λαμβάνειν ῥᾳδίως·
魚は、もしウオジラミやいわゆるノミと呼ばれるもののせいでなければ、手で容易に捕まえられるほどである。
νῦν δ’, ἂν χρονίζωσιν, οὗτοι τῆς νυκτὸς κατεσθίουσι προσπίπτοντες, πολλοὶ τὸ πλῆθος ὄντες.
しかし実際には、もし魚が長い間じっとしていると、これらが夜間に襲いかかって食い荒らす。 これらは数が多い。
Γίνονται δ’ ἐν τῷ βυθῷ τῆς θαλάττης, καὶ τοσοῦτοι τὸ πλῆθος ὥστε καὶ τὸ δέλεαρ, ὅ τι ἂν ἰχθύος ᾖ, ἐὰν χρονίσῃ ἐπὶ τῆς γῆς, κατεσθίουσιν·
これらは海の底に発生し、非常に多数であるため、魚のどのような餌であっても、海底にしばらく留まっていると食い尽くしてしまう。
καὶ ἀνέλκουσι πολλάκις οἱ ἁλιεῖς περὶ τὸ δέλεαρ ὥσπερ σφαῖραν συνεχομένων αὐτῶν.
漁師たちはしばしば、餌の周りにこれらが群がって球体のようになったものを引き上げる。
Ἀλλ’ ἐκ τῶν τοιῶνδε μᾶλλον ἔστι τεκμήρασθαι ὅτι καθεύδουσιν·
しかし、以下のようなことから、彼らが眠っていることをより確証できる。
πολλάκις γὰρ ἔστιν ἐπιπεσόντα τοῖς ἰχθύσι λαθεῖν οὕτως ὥστε καὶ τῇ χειρὶ λαβεῖν ἢ πατάξαντα λαθεῖν·
すなわち、しばしば魚に不意に近づき、気づかれずに手で捕まえたり、あるいは気づかれずに突いて捕まえたりすることができるからである。
ὑπὸ δὲ τὸν καιρὸν τοῦτον ἠρεμοῦσι σφόδρα, καὶ κινοῦσιν οὐθὲν πλὴν ἠρέμα τὸ οὐραῖον.
このとき、彼らは非常に静かにしており、尾鰭を静かに動かす以外は何も動かさない。
Δῆλον δὲ γίνεται ὅτι καθεύδει καὶ ταῖς φοραῖς, ἄν τι κινηθῇ ἡσυχαζόντων·
また、静止しているときに何かが動かされた場合の彼らの動きからも、眠っていることが明らかになる。
φέρεται γὰρ ὥσ περ ἐξ ὕπνου ὄντα.
なぜなら、まるで睡眠から覚めたかのように動き出すからである。
Ἔτι δ’ ἐν ταῖς πυρίαις ἁλίσκονται διὰ τὸ καθεύδειν.
さらに、灯火漁において、彼らが眠っているために捕らえられる。
Πολλάκις δὲ καὶ οἱ θυννοσκόποι περιβάλλονται καθεύδοντας·
しばしば、マグロの見張り人たちも、眠っているマグロの群れを網で囲む。
δῆλον δ’ ἐκ τοῦ ἡσυχάζοντας καὶ τὰ λευκὰ ὑποφαίνοντας ἁλίσκεσθαι.
彼らが静かにしており、白い腹部をのぞかせながら捕らえられることから、それが眠っていることは明らかである。
Καθεύδουσι δὲ τῆς νυκτὸς μᾶλλον ἢ τῆς ἡμέρας οὕτως ὥστε βαλλόντων μὴ κινεῖσθαι.
彼らは昼よりも夜によく眠り、そのため突かれても動かないほどである。
Τὰ δὲ πλεῖστα καθεύδουσι τῆς γῆς ἢ τῆς ἄμμου ἢ λίθου τινὸς ἐχόμενοι ἐν τῷ βυθῷ, ἢ ἀποκρύψαντες ὑπὸ πέτραν ἢ θῖνα ἑαυτούς, οἱ δὲ πλατεῖς ἐν τῇ ἄμμῳ·
大部分の魚は、海の底で地面、砂、あるいは岩にしがみついて、あるいは岩や砂丘の下に身を隠して眠り、平らな魚は砂の中で眠る。
γινώσκονται δὲ τῇ σχηματίσει τῆς ἄμμου, καὶ λαμβάνονται τυπτόμενοι τοῖς τριώδουσιν.
彼らは砂の形によってそれと分かり、三叉の銛で突かれて捕らえられる。
Λαμβάνονται δὲ καὶ λάβραξ καὶ χρύσοφρυς καὶ κεστρεὺς καὶ ὅσοι τοιοῦτοι τριώδοντι ἡμέρας πολλάκις διὰ τὸ καθεύδειν·
スズキ、クロダイ、ボラ、およびその類の魚も、眠っているために、しばしば昼間三叉の銛で捕らえられる。
εἰ δὲ μή, οὐθὲν δοκεῖ τῶν τοιούτων ληφθῆναι ἂν τριώδοντι.
そうでなければ、これらのような魚が三叉の銛で捕らえられることはないと思われる。
Τὰ δὲ σελάχη οὕτω καθεύδει ἐνίοτε ὥστε καὶ λαμβάνεσθαι τῇ χειρί.
軟骨魚類は、時に手で捕らえられるほど深く眠る。
Δελφὶς δὲ καὶ φάλαινα, καὶ ὅσα αὐλὸν ἔχει, ὑπερέχοντα τὸν αὐλὸν καθεύδει τῆς θαλάττης, δι’ οὗ καὶ ἀναπνέουσιν ἠρέμα κινοῦντες τὰς πτέρυγας·
イルカやクジラ、そして噴気孔を持つものはすべて、その孔を海面の上に突き出して眠り、そこから静かに鰭を動かしながら呼吸する。
καὶ δελφῖνός γε καὶ ῥέγχοντος ἤδη ἠκρόανταί τινες.
実際、イルカがいびきをかいているのを耳にした者もすでにいる。
Καθεύδει δὲ καὶ τὰ μαλάκια τὸν αὐτὸν τρόπον ὅνπερ οἱ ἰχθύες· ὁμοίως δὲ καὶ τὰ μαλακόστρακα τούτοις.
軟体類も魚と同じように眠り、軟甲類もこれらと同様である。
Καὶ τὰ ἔντομα δὲ τῶν ζῴων ὅτι τυγχάνει ὕπνου, διὰ τοιούτων σημείων ἐστὶ φανερόν·
また、昆虫類が睡眠をとることも、以下のような兆候によって明らかである。
ἡσυχάζουσί τε γὰρ καὶ ἀκινητίζουσιν ἐπιδήλως.
すなわち、彼らは静かにし、明らかに動かなくなるからである。
Μάλιστα δ’ ἐπὶ τῶν μελιττῶν τοῦτο δῆλον·
これはミツバチにおいて最も明らかである。
ἠρεμοῦσί τε γὰρ καὶ παύονται βομβοῦσαι τῆς νυκτός.
なぜなら、彼らは静かにし、夜間は羽音を立てるのを止めるからである。
Δῆλον δὲ καὶ ἐπὶ τῶν ἐν ποσὶ μάλιστα τῶν τοιούτων·
また、身近にいるそのような昆虫類においても極めて明らかである。
οὐ γὰρ μόνον διὰ τὸ μὴ ὀξὺ βλέπειν ἡσυχάζουσι τῆς νυκτός (ἅπαντα γὰρ ἀμυδρῶς βλέπουσι τὰ σκληρόφθαλμα), ἀλλὰ καὶ πρὸς τὸ φῶς τὸ τῶν λύχνων ἡσυχάζοντα φαίνονται οὐδὲν ἧττον.
なぜなら、彼らは夜間に視力が鋭くないために静かにしているだけでなく(硬眼の動物はすべてかすかにしか見えない)、灯火の光に対しても、同様に静かにしているように見えるからである。
Ἐνυπνιάζει δὲ τῶν ζῴων μάλιστα ἄνθρωπος.
動物の中で、最も夢を見るのは人間である。
Καὶ νέοις μὲν οὖσι καὶ παιδίοις ἔτι πάμπαν οὐ γίνεται ἐνύπνιον, ἀλλ’ ἄρχεται τοῖς πλείστοις περὶ τέτταρα ἔτη ἢ πέντε·
そして、幼い子供やまだ乳児である者には夢はまったく生じず、大部分の者において4歳か5歳頃に始まる。
ἤδη δὲ γεγόνασι καὶ ἄνδρες καὶ γυναῖκες οἳ ὅλως οὐθὲν πώποτε ἐνύπνιον εἶδον.
一方、これまで一度も夢を全く見たことがない男性や女性もすでに存在する。
Συνέβη δέ τισι τῶν τοιούτων προϊούσης τῆς ἡλικίας ἰδεῖν ἐνύπνιον, καὶ μετὰ ταῦτα γενέσθαι περὶ τὸ σῶμα μεταβολὴν τοῖς μὲν εἰς θάνατον τοῖς δ’ εἰς ἀρρωστίαν.
そのような人たちの中には、年齢が進んでから夢を見ることがあり、その後に身体の変化が生じ、ある者にとっては死に、他の者にとっては病気に至ったということが起こった。
Περὶ μὲν οὖν αἰσθήσεως καὶ ὕπνου καὶ ἐγρηγόρσεως τοῦτον ἔχει τὸν τρόπον·
さて、感覚、睡眠、覚醒については、以上のようである。