Humanitext Reader

亚里士多德 · 动物志 §4.9#2

蛙类与鸟类的发声机制及声音与言语的差异

第 65 段,共 189 段 · 希腊语

内容简介

介绍青蛙独特的舌部构造、发声机制以及交配期的鸣叫,接着讨论鸟类的声音,并阐述人类与动物的声音(天然音)和言语(后天习得的分节音)之间的根本区别。

§4.9#2Ὁ δὲ βάτραχος ἰδίαν ἔχει τὴν γλῶτταν· τὸ μὲν γὰρ ἔμπροσθεν προσπέφυκεν ἰχθυωδῶς, ὃ τοῖς ἄλλοις ἀπολέλυται, τὸ δὲ πρὸς τὸν φάρυγγα ἀπολέλυται καὶ πέπτυκται, ᾧ τὴν ἰδίαν ἀφίησι φωνήν.
青蛙拥有独特的舌头;其前部像鱼一样固定着(这部分在其他动物身上是自由活动的),而靠近咽部的部分则是自由活动且折叠着的,它用这一部分发出自己独特的声音。
Καὶ τὴν ὀλολυγόνα δὲ τὴν γινομένην ἐν τῷ ὕδατι οἱ βάτραχοι οἱ ἄρρενες ποιοῦσιν, ὅταν ἀνακαλῶνται τὰς θηλείας πρὸς τὴν ὀχείαν· εἰσὶ γὰρ ἑκάστοις τῶν ζῴων ἴδιαι φωναὶ πρὸς τὴν ὁμιλίαν καὶ τὸν πλησιασμόν, οἷον καὶ ὑσὶ καὶ τράγοις καὶ προβάτοις.
雄青蛙在水中发出的这种“鸣叫”,是在它们召集雌青蛙进行交配时作出的;因为每种动物都有用于交流和接近的独特声音,例如猪、公山羊和绵羊也是如此。
Ποιεῖ δὲ τὴν ὀλολυγόνα, ὅταν ἰσοχειλῆ τὴν κάτω σιαγόνα ποιήσας ἐπὶ τῷ ὕδατι περιτείνῃ τὴν ἄνω.
青蛙发出这种鸣叫,是在它使下颌与水面齐平并向上拉伸上颌的时候。
Δοκεῖ δὲ διαλαμπουσῶν τῶν σιαγόνων ἐκ τῆς ἐπιτάσεως ὥσπερ λύχνοι φαίνεσθαι οἱ ὀφθαλμοί· ἡ γὰρ ὀχεία τὰ πολλὰ γίγνεται νύκτωρ.
由于这种拉伸,它们的下颌变得透亮,眼睛看起来就像灯火一样闪烁;因为交配大多在夜间进行。
Τὸ δὲ τῶν ὀρνίθων γένος ἀφίησι φωνήν· καὶ μάλιστα ἔχει διάλεκτον ὅσοις ὑπάρχει μετρίως ἡ γλῶττα πλατεῖα, καὶ ὅσοι ἔχουσι λεπτὴν τὴν γλῶτταν αὐτῶν.
鸟类会发出声音;在那些舌头适度宽阔、以及舌头纤薄的鸟类中,最具有言语(分节的声音)。
Ἔνια μὲν οὖν τὴν αὐτὴν ἀφιᾶσι φωνὴν τά τε θήλεα καὶ τὰ ἄρρενα, ἔνια δ’ ἑτέραν.
因此,有些鸟类的雌雄发出相同的声音,而另一些则发出不同的声音。
Πολύφωνα δ’ ἐστὶ καὶ λαλίστερα τὰ ἐλάττω τῶν μεγάλων· καὶ μάλιστα περὶ τὴν ὀχείαν ἕκαστον γίνεται τῶν ὀρνέων τοιοῦτον, καὶ τὰ μὲν μαχόμενα φθέγγεται, οἷον ὄρτυξ, τὰ δὲ πρὸ τοῦ μάχεσθαι προκαλούμενα, ἢ νικῶντα, οἷον ἀλεκτρυόνες.
较小的鸟比较大的鸟发声更丰富、更爱鸣叫;所有的鸟类在交配期尤为如此,有些在战斗时发声,例如鹌鹑,而另一些则在战斗前进行挑衅时或在胜利时发声,例如公鸡。
Ἅιδουσι δ’ ἔνια μὲν ὁμοίως τὰ ἄρρενα τοῖς θήλεσιν, οἷον καὶ ἀηδὼν ᾄδει καὶ ὁ ἄρρην καὶ ἡ θήλεια, πλὴν ἡ θήλεια παύεται ὅταν ἐπῳάζῃ καὶ τὰ νεόττια ἔχῃ· ἐνίων δὲ τὰ ἄρρενα μᾶλλον, οἷον ἀλεκτρυόνες καὶ ὄρτυγες, αἱ δὲ θήλειαι οὐκ ᾄδουσιν.
有些雄鸟和雌鸟一样鸣唱,例如夜莺的雄鸟和雌鸟都会鸣唱,只是雌鸟在孵卵和带雏鸟时会停止鸣唱;而在另一些鸟类中,则是雄鸟唱得更多,例如公鸡和鹌鹑,而雌鸟不鸣唱。
Τὰ δὲ ζῳοτόκα καὶ τετράποδα ζῷα ἄλλο ἄλλην ἀφίησι φωνήν, διάλεκτον δ’ οὐδὲν ἔχει, ἀλλ’ ἴδιον τοῦτ’ ἀνθρώπου ἐστίν· ὅσα μὲν γὰρ διάλεκτον ἔχει, καὶ φωνὴν ἔχει, ὅσα δὲ φωνήν, οὐ πάντα διάλεκτον.
胎生且四足的动物发出各不相同的声音,但没有一种具有言语,而这是人类特有的;因为凡是具有言语的也都具有声音,但并非所有具有声音的都具有言语。
Ὅσοι δὲ κωφοὶ γίνονται ἐκ γενετῆς, πάντες καὶ ἐνεοὶ γίνονται· φωνὴν μὲν οὖν ἀφιᾶσι, διάλεκτον δ’ οὐδεμίαν.
凡是先天耳聋的人,也都变成哑巴;因此他们虽然发出声音,却没有任何言语。
Τὰ δὲ παιδία ὥσπερ καὶ τῶν ἄλλων μορίων οὐκ ἐγκρατῆ ἐστίν, οὕτως οὐδὲ τῆς γλώττης τὸ πρῶτον, καὶ ἔστιν ἀτελῆ, καὶ ἀπολύεται ὀψιαίτερον, ὥστε ψελλίζουσι καὶ τραυλίζουσι τὰ πολλά.
而婴儿就像对其他身体部位无法控制一样,起初对舌头也无法控制,舌头是不完全的,释放得较晚,因此他们大多牙牙学语和吐字不清。
Διαφέρουσι δὲ κατὰ τόπους καὶ αἱ φωναὶ καὶ αἱ διάλεκτοι.
声音和言语也都因地域而异。
Ἡ μὲν οὖν φωνὴ ὀξύτητι καὶ βαρύτητι μάλιστα ἐπίδηλος, τὸ δ’ εἶδος οὐδὲν διαφέρει τῶν αὐτῶν γενῶν· ἡ δ’ ἐν τοῖς ἄρθροις, ἣν ἄν τις ὥσπερ διάλεκτον εἴπειεν, καὶ τῶν ἄλλων ζῴων διαφέρει καὶ τῶν ἐν ταὐτῷ γένει ζῴων κατὰ τόπους, οἷον τῶν περδίκων οἱ μὲν κακκαβίζουσιν οἱ δὲ τρίζουσιν.
声音主要通过高低音调来辨别,在同属动物中其类型并无不同;但分节的声音(即人们所谓的言语)不仅与其他动物不同,而且在同属动物中也因地域而异,例如有些鹧鸪发出咯咯声,而另一些发出摩擦声。
Καὶ τῶν μικρῶν ὀρνιθίων ἔνια οὐ τὴν αὐτὴν ἀφίησι φωνὴν ἐν τῷ ᾄδειν τοῖς γεννήσασιν, ἂν ἀπότροφα γένωνται καὶ ἄλλων ἀκούσωσιν ὀρνίθων ᾀδόντων.
有些小鸟如果在远离父母的地方被抚养长大,并听到其他鸟类鸣唱,它们在鸣唱时就不会发出与父母相同的声音。
Ἤδη δ’ ὦπται καὶ ἀηδὼν νεοττὸν προδιδάσκουσα, ὡς οὐχ ὁμοίας φύσει τῆς διαλέκτου οὔσης καὶ τῆς φωνῆς, ἀλλ’ ἐνδεχόμενον πλάττεσθαι.
甚至人们已经观察到夜莺预先教导雏鸟,这表明言语和声音不同,它并非天生如此,而是可以被塑造的。
Καὶ οἱ ἄνθρωποι φωνὴν μὲν τὴν αὐτὴν ἀφιᾶσι, διάλεκτον δ’ οὐ τὴν αὐτήν.
人类发出相同的声音,但使用不同的言语。
Ὁ δ’ ἐλέφας φωνεῖ ἄνευ μὲν τοῦ μυκτῆρος αὐτῷ τῷ στόματι πνευματῶδες ὥσπερ ὅταν ἄνθρωπος ἐκπνέῃ καὶ αἰάζῃ, μετὰ δὲ τοῦ μυκτῆρος ὅμοιον σάλπιγγι τετραχυσμένῃ.
大象在不用长鼻时,仅用嘴发出像人呼气和叹息时那样的带气的声音;而在使用长鼻时,则发出类似于沙哑喇叭的声音。

词汇与语法注释

  1. §4.9#2ὃ τοῖς ἄλλοις ἀπολέλυται — 关系代词 `ὅ` 的先行词是前句中的 `тὸ μὲν ἔμπροσθεν`(舌的前部)。`τοῖς ἄλλοις` 是表示“在其他动物中”的关系与格。
  2. §4.9#2διαλαμπουσῶν τῶν σιαγόνων — 属格独立结构(genitive absolute)。动词 `διαλάμπω`(透光、闪耀)的现在分词,描写了因拉伸而使下颌变得薄且透亮的状态。
  3. §4.9#2ὡς οὐχ ὁμοίας φύσει τῆς διαλέκτου οὔσης — 由 `ὡς` 引导的属格独立结构,表示基于观察的合理推论。`ὁμοίας` 省略了与声(`τῇ φωνῇ`)的比较,意为“言语并不像声音那样完全是天生的”。

引用这一段

亚里士多德, 动物志 §4.9#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:4.9%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。