§4.4#2Ἔχει γὰρ πάντα τὴν μὲν ἐξωτάτω ἐν τῷ στόματι τοῦ ὀστράκου σάρκα στιφράν, τὰ μὲν μᾶλλον τὰ δ’ ἧττον.
というのも、これらはすべて、殻の口の部分にある最も外側の肉を硬く持っており、あるものはより強く、あるものはより弱いからである。
Ἐκ μέσου δὲ τούτου ἡ κεφαλὴ καὶ κεράτια δύο· ταῦτα δ’ ἐν μὲν τοῖς μείζοσι μεγάλα, ἐν δὲ τοῖς ἐλάττοσι πάμπαν μικρά ἐστιν.
そしてこの肉の中央から、頭部と二本の触角が出ており、これらはより大きなものにおいては大きく、より小さなものにおいては全く小さい。
Ἡ δὲ κεφαλὴ ἐξέρχεται πᾶσι τὸν αὐτὸν τρόπον·
頭部はすべてのものにおいて同様の方法で外に出てくる。
κἄν τι φοβηθῇ, συσπᾶται πάλιν εἰς τὸ ἐντός.
そして何かしら恐れると、再び内側へと縮んで引き込まれる。
Ἔχει δὲ στόμα καὶ ὀδόντας ἔνια, οἷον ὁ κοχλίας, ὀξεῖς καὶ μικροὺς καὶ λεπτούς.
また、あるものは口と、例えばカタツムリのように、鋭く小さく細い歯を持っている。
Ἔχουσι δὲ καὶ προβοσκίδας, ὥσπερ καὶ αἱ μυῖαι· τοῦτο δ’ ἐστὶ γλωττοειδές.
さらに、ハエのように吻も持っており、これは舌のようなものである。
Ἔχουσι δὲ καὶ οἱ κήρυκες τοῦτο καὶ αἱ πορφύραι στιφρόν, καὶ ὥσπερ οἱ μύωπες καὶ οἱ οἶστροι τὰ δέρματα διατυπῶσι τῶν τετραπόδων, ὅτι τὴν ἰσχὺν τοῦτ’ ἐστὶ σφοδρότατον·
また、テングニシやホラガイ類もこの吻を硬く持っており、アブやウマバエが四足獣の皮膚を刺し通すように殻を突き刺す。
τῶν γὰρ δελεάτων τὰ ὄστρακα διατρυπῶσιν.
これは力において非常に強力だからであり、実際、餌の殻に穴を開けるほどである。
Τοῦ δὲ στόματος ἔχεται εὐθὺς ἡ κοιλία.
そして、口のすぐ後ろに胃が続いている。
Ὁμοία δ’ ἐστὶν ἡ κοιλία προλόβῳ ὄρνιθος ἡ τῶν κόχλων.
巻貝の胃は鳥のそのうに似ている。
Κάτω δ’ ἔχει δύο λευκὰ στιφρά, ὅμοια μαστοῖς, οἷα ἐγγίνεται καὶ ἐν ταῖς σηπίαις, πλὴν στιφρὰ ταῦτα μᾶλλον.
そして下部には、コウイカ類にも生じるような、乳房に似た二つの白い引き締まった部分がある。 ただし、これらの方がより引き締まっている。
Ἀπὸ δὲ τῆς κοιλίας στόμαχος ἁπλοῦς μακρὸς μέχρι τῆς μήκωνος, ἥ ἐστιν ἐν τῷ πυθμένι.
また、胃からは、単純で長い食道が、底にあるミーコーンにまで達している。
Ταῦτα μὲν οὖν δῆλα καὶ ἐπὶ τῶν πορφυρῶν καὶ τῶν κηρύκων ἐστὶν ἐν τῇ ἑλίκῃ τοῦ ὀστράκου.
さて、これらのものは、ホラガイ類やテングニシにおいても殻の螺旋の中で明らかである。
Τοῦ δὲ στομάχου τὸ ἐχόμενόν ἐστιν ἔντερον·
そして、食道に続いているのが腸である。
συνεχὲς δὲ ὅ τε στόμαχος καὶ τὸ ἔντερον, καὶ ἅπαν ἁπλοῦν μέχρι τῆς ἐξόδου.
食道と腸は連続しており、出口まで全体が単純である。
Ἡ δ’ ἀρχὴ τοῦ ἐντέρου περὶ τὴν ἑλίκην τῆς μήκωνος, καὶ ταύτῃ ἐστὶν εὐρύτερον (ἔστι γὰρ ἡ μήκων οἱονεὶ περίττωμα πᾶσι τοῖς ὀστρακηροῖς τὸ πολὺ αὐτῆς), εἶτα ἐπικάμψαν ἄνω φέρεται πάλιν πρὸς τὸ σαρκῶδες, καὶ ἡ τελευτὴ τοῦ ἐντέρου παρὰ τὴν κεφαλήν ἐστιν, ᾗ ἀφιᾶσι τὸ περίττωμα, πᾶσιν ὁμοίως τοῖς στρομβώδεσι καὶ τοῖς χερσαίοις καὶ τοῖς θαλαττίοις.
そして、腸の始まりはミーコーンの螺旋の周囲にあり、この部分でより広くなっている(というのも、ミーコーンはその大半が、すべての殻皮類にとって排泄物のようなものだからである)。 それから、腸は屈曲して再び肉質部分の方へと上方へ走り、腸の末端は頭部の傍らにある。 そこで彼らは排泄物を放出するが、これは陸生のものでも海生のものでも、すべての螺旋状のものにおいて同様である。
Παρύφανται δ’ ἀπὸ τῆς κοιλίας τῷ στομάχῳ ἐν τοῖς μεγάλοις κόχλοις συνεχόμενος ὑμενίῳ μακρὸς πόρος καὶ λευκός, ὅμοιος τὴν χρόαν τοῖς ἄνω μαστοειδέσιν·
また、大きな巻貝においては、胃から食道に沿って、薄い膜で繋ぎ止められた長く白い管が並走しており、その色は先述の乳房状の部分に似ている。
ἔχει δ’ ἐντομὰς ὥσπερ τὸ ἐν τῷ καράβῳ ᾠόν, πλὴν τὴν χρόαν τὸ μὲν λευκόν, ἐκεῖνο δ’ ἐρυθρόν.
そして、伊勢海老の卵のように切れ込みを持っているが、色においては、一方は白く、他方は赤い。
Ἔχει δ’ οὐδεμίαν ἔξοδον τοῦτο οὐδὲ πόρον, ἀλλ’ ἐν ὑμένι ἐστὶ λεπτῷ, κοιλότητα ἔχον ἐν αὑτῷ στενήν.
しかし、これには出口も管もなく、薄い膜の中にあり、その内部に狭い空洞を持っている。
Ἀπὸ δὲ τοῦ ἐντέρου κάτω παρατείνει μέλανα καὶ τραχέα συνεχῆ, οἷα καὶ ἐν ταῖς χελώναις, πλὴν ἧττον μέλανα.
また、腸から下へ向かって、黒くてざらざらした連続的な部分が伸びており、カメ類に見られるものと同様であるが、それほど黒くはない。
Ἔχουσι δὲ καὶ οἱ θαλάττιοι κόχλοι ταῦτα καὶ τὰ λευκά, πλὴν ἐλάττω οἱ ἐλάττους.
海産の巻貝もこれらおよび白い部分を持っているが、より小さなものはより小さく持っている。
Τὰ δὲ μονόθυρα καὶ δίθυρα τῇ μὲν ὁμοίως ἔχει τούτοις τῇ δ’ ἑτέρως.
一方、一枚貝と二枚貝は、ある点ではこれらと同様であるが、別の点では異なる。
Κεφαλὴν μὲν γὰρ καὶ κεράτια καὶ στόμα ἔχουσι καὶ τὸ γλωττοειδές· ἀλλ’ ἐν μὲν τοῖς ἐλάττοσι διὰ μικρότητα αὐτῶν ἄδηλα, τὰ δὲ καὶ ἐν τεθνεῶσιν ἢ μὴ κινουμένοις οὐ δῆλα.
というのも、それらも頭部や触角、口、および舌のような部分を持っているが、より小さなものにおいては、それらの小ささのために不明瞭であり、またあるものは、死んでいるか動かない状態では明らかではないからである。
Τὴν δὲ μήκωνα πάντα ἔχει, ἀλλ’ οὐκ ἐν τῷ αὐτῷ οὐδὲ ἴσην οὐδ’ ὁμοίως φανεράν, ἀλλ’ αἱ μὲν λεπάδες κάτω ἐν τῷ βάθει, τὰ δὲ δίθυρα ἐν τῷ γιγγλυμώδει.
また、ミーコーンはすべてのものが持っているが、同じ場所にではなく、同じ大きさでもなく、同様に目立つわけでもない。 すなわち、カサガイは下部の深みに持っており、二枚貝は蝶番の部分に持っている。
Καὶ τὰ τριχώδη πᾶσιν ὑπάρχει κύκλῳ τούτοις, οἷον καὶ τοῖς κτεσίν.
また、毛のような部分が、これらすべての周囲に、イタヤガイにおけるのと同様に存在している。
Καὶ τὸ λεγόμενον ᾠὸν τοῖς ἔχουσιν, ὅταν ἔχωσιν, ἐν τῷ ἐπὶ θάτερα κύκλῳ τῆς περιφερείας ἐστίν, ὥσπερ καὶ τὸ λευκὸν τοῖς κόχλοις·
また、これらを持つものにおいて、いわゆる卵があるときには、それは周辺のもう一方の側の円周部分に位置しており、これは巻貝における白い部分と同様である。
καὶ γὰρ ἐκείνοις τοῦτο ὅμοιον ὑπάρχει.
というのも、それら巻貝にとっても、これに類似した部分が存在するからである。
Ἀλλὰ πάντα τὰ τοιαῦτα μόρια, ὥσπερ εἴρηται, ἐν μὲν τοῖς μεγάλοις δῆλά ἐστιν, ἐν δὲ τοῖς μικροῖς ἢ οὐδὲν ἢ μόλις.
しかし、このような器官はすべて、すでに述べたように、大きなものにおいては明瞭であるが、小さなものにおいては全く見えないか、あるいはかろうじて見える程度である。
Διὸ μάλιστα ἐν τοῖς μεγάλοις κτεσὶ φανερά ἐστιν·
それゆえ、これらは大きなイタヤガイにおいて最も顕著である。
οὗτοι δ’ εἰσὶν οἱ τὴν ἑτέραν θυρίδα πλατεῖαν ἔχοντες, οἷον ἐπίθεμα.
これらは、二枚の殻のうち一方を、まるで蓋のように平らに持っているものである。