Humanitext Reader

亚里士多德 · 动物志 §4.4#2

螺类与贝类的内部结构与消化器官

第 56 段,共 189 段 · 希腊语

内容简介

本节详细描述了螺形动物及其他贝类(包括单壳和双壳贝)的内部解剖结构,如头部、触角、口、消化道、mecon及生殖器官,并阐明了这些特征如何因动物的体型大小和种类不同而在位置和显著性上有所差异。

§4.4#2Ἔχει γὰρ πάντα τὴν μὲν ἐξωτάτω ἐν τῷ στόματι τοῦ ὀστράκου σάρκα στιφράν, τὰ μὲν μᾶλλον τὰ δ’ ἧττον.
因为它们所有在外壳开口处最外层的肉都很坚实,有些较强,有些较弱。
Ἐκ μέσου δὲ τούτου ἡ κεφαλὴ καὶ κεράτια δύο· ταῦτα δ’ ἐν μὲν τοῖς μείζοσι μεγάλα, ἐν δὲ τοῖς ἐλάττοσι πάμπαν μικρά ἐστιν.
而在这肉的中央长有头部和两只触角;这些触角在较大的动物中较大,而在较小的动物中则极小。
Ἡ δὲ κεφαλὴ ἐξέρχεται πᾶσι τὸν αὐτὸν τρόπον· κἄν τι φοβηθῇ, συσπᾶται πάλιν εἰς τὸ ἐντός.
所有动物的头部都以相同的方式伸出;如果受到任何惊吓,它就会再次缩回内部。
Ἔχει δὲ στόμα καὶ ὀδόντας ἔνια, οἷον ὁ κοχλίας, ὀξεῖς καὶ μικροὺς καὶ λεπτούς.
有些动物具有口和牙齿,例如蜗牛,其牙齿尖锐、细小且纤细。
Ἔχουσι δὲ καὶ προβοσκίδας, ὥσπερ καὶ αἱ μυῖαι· τοῦτο δ’ ἐστὶ γλωττοειδές.
它们还具有像蝇类一样的吻;这是呈舌状的。
Ἔχουσι δὲ καὶ οἱ κήρυκες τοῦτο καὶ αἱ πορφύραι στιφρόν, καὶ ὥσπερ οἱ μύωπες καὶ οἱ οἶστροι τὰ δέρματα διατυπῶσι τῶν τετραπόδων, ὅτι τὴν ἰσχὺν τοῦτ’ ἐστὶ σφοδρότατον· τῶν γὰρ δελεάτων τὰ ὄστρακα διατρυπῶσιν.
法螺和紫螺的这一部分也很坚实,它们就像牛虻和马蝇刺穿四足动物的皮肤一样刺穿贝壳,因为这部分的肌肉力量极其强劲;实际上,它们能钻透用作诱饵的贝壳。
Τοῦ δὲ στόματος ἔχεται εὐθὺς ἡ κοιλία.
紧接在口后面的是胃。
Ὁμοία δ’ ἐστὶν ἡ κοιλία προλόβῳ ὄρνιθος ἡ τῶν κόχλων.
螺类动物的胃类似于鸟类的嗉囊。
Κάτω δ’ ἔχει δύο λευκὰ στιφρά, ὅμοια μαστοῖς, οἷα ἐγγίνεται καὶ ἐν ταῖς σηπίαις, πλὴν στιφρὰ ταῦτα μᾶλλον.
在胃的下方,有两个白色且坚实的、类似于乳房的结构,这种结构也存在于乌贼体内,只是这里的更加坚实。
Ἀπὸ δὲ τῆς κοιλίας στόμαχος ἁπλοῦς μακρὸς μέχρι τῆς μήκωνος, ἥ ἐστιν ἐν τῷ πυθμένι.
从胃开始,一条简单而长的食道一直延伸到位于底部的mecon(中肠腺)。
Ταῦτα μὲν οὖν δῆλα καὶ ἐπὶ τῶν πορφυρῶν καὶ τῶν κηρύκων ἐστὶν ἐν τῇ ἑλίκῃ τοῦ ὀστράκου.
这些结构在紫螺和法螺的贝壳螺旋中都是显而易见的。
Τοῦ δὲ στομάχου τὸ ἐχόμενόν ἐστιν ἔντερον· συνεχὲς δὲ ὅ τε στόμαχος καὶ τὸ ἔντερον, καὶ ἅπαν ἁπλοῦν μέχρι τῆς ἐξόδου.
紧接着食道的是肠;食道和肠是相连的,从头到尾一直到排泄口都是简单的单管。
Ἡ δ’ ἀρχὴ τοῦ ἐντέρου περὶ τὴν ἑλίκην τῆς μήκωνος, καὶ ταύτῃ ἐστὶν εὐρύτερον (ἔστι γὰρ ἡ μήκων οἱονεὶ περίττωμα πᾶσι τοῖς ὀστρακηροῖς τὸ πολὺ αὐτῆς), εἶτα ἐπικάμψαν ἄνω φέρεται πάλιν πρὸς τὸ σαρκῶδες, καὶ ἡ τελευτὴ τοῦ ἐντέρου παρὰ τὴν κεφαλήν ἐστιν, ᾗ ἀφιᾶσι τὸ περίττωμα, πᾶσιν ὁμοίως τοῖς στρομβώδεσι καὶ τοῖς χερσαίοις καὶ τοῖς θαλαττίοις.
肠的起点在mecon的螺旋周围,并且在这一部分较宽(因为对于所有贝壳类动物来说,mecon的大部分就像是排泄物),然后,肠向上弯曲,再次通向肉质部分,肠的末端位于头部旁边,它们在此处排出排泄物,这在所有陆生和海生的螺形动物中都是相同的。
Παρύφανται δ’ ἀπὸ τῆς κοιλίας τῷ στομάχῳ ἐν τοῖς μεγάλοις κόχλοις συνεχόμενος ὑμενίῳ μακρὸς πόρος καὶ λευκός, ὅμοιος τὴν χρόαν τοῖς ἄνω μαστοειδέσιν· ἔχει δ’ ἐντομὰς ὥσπερ τὸ ἐν τῷ καράβῳ ᾠόν, πλὴν τὴν χρόαν τὸ μὲν λευκόν, ἐκεῖνο δ’ ἐρυθρόν.
在大型螺类中,从胃部开始,有一条又长又白的管道沿着食道延伸,并由薄膜连接,其颜色与上述乳房状的结构相似;它具有像龙虾卵一样的切口,只是在颜色上这一条是白色的,而那一条是红色的。
Ἔχει δ’ οὐδεμίαν ἔξοδον τοῦτο οὐδὲ πόρον, ἀλλ’ ἐν ὑμένι ἐστὶ λεπτῷ, κοιλότητα ἔχον ἐν αὑτῷ στενήν.
这一管道没有任何出口或通道,而是处于薄膜中,内部有一个狭窄的空腔。
Ἀπὸ δὲ τοῦ ἐντέρου κάτω παρατείνει μέλανα καὶ τραχέα συνεχῆ, οἷα καὶ ἐν ταῖς χελώναις, πλὴν ἧττον μέλανα.
从肠向下延伸出黑色且粗糙的连续部分,就像在乌龟体内发现的一样,只是颜色没那么黑。
Ἔχουσι δὲ καὶ οἱ θαλάττιοι κόχλοι ταῦτα καὶ τὰ λευκά, πλὴν ἐλάττω οἱ ἐλάττους.
海生螺类也具有这些结构和白色的部分,只是较小的动物其结构也较小。
Τὰ δὲ μονόθυρα καὶ δίθυρα τῇ μὲν ὁμοίως ἔχει τούτοις τῇ δ’ ἑτέρως.
另一方面,单壳和双壳贝在某些方面与这些动物相同,但在其他方面则不同。
Κεφαλὴν μὲν γὰρ καὶ κεράτια καὶ στόμα ἔχουσι καὶ τὸ γλωττοειδές· ἀλλ’ ἐν μὲν τοῖς ἐλάττοσι διὰ μικρότητα αὐτῶν ἄδηλα, τὰ δὲ καὶ ἐν τεθνεῶσιν ἢ μὴ κινουμένοις οὐ δῆλα.
因为它们也有头部、触角、口和舌状部分;但在较小的动物中,由于体积小,这些部分并不明显,有些在死亡或不动的状态下也看不清楚。
Τὴν δὲ μήκωνα πάντα ἔχει, ἀλλ’ οὐκ ἐν τῷ αὐτῷ οὐδὲ ἴσην οὐδ’ ὁμοίως φανεράν, ἀλλ’ αἱ μὲν λεπάδες κάτω ἐν τῷ βάθει, τὰ δὲ δίθυρα ἐν τῷ γιγγλυμώδει.
它们也都具有mecon,但不在相同的位置,大小不同,显眼程度也不同,帽贝的mecon在底部的深处,而双壳贝的则在铰链附近。
Καὶ τὰ τριχώδη πᾶσιν ὑπάρχει κύκλῳ τούτοις, οἷον καὶ τοῖς κτεσίν.
此外,所有这些动物的周围都有一圈毛发状的结构,就像在扇贝中一样。
Καὶ τὸ λεγόμενον ᾠὸν τοῖς ἔχουσιν, ὅταν ἔχωσιν, ἐν τῷ ἐπὶ θάτερα κύκλῳ τῆς περιφερείας ἐστίν, ὥσπερ καὶ τὸ λευκὸν τοῖς κόχλοις· καὶ γὰρ ἐκείνοις τοῦτο ὅμοιον ὑπάρχει.
在具有所谓卵的动物中,当它们有卵时,卵位于另一侧的圆周圈内,就像螺类中的白色部分一样;因为在那些动物中也存在类似的结构。
Ἀλλὰ πάντα τὰ τοιαῦτα μόρια, ὥσπερ εἴρηται, ἐν μὲν τοῖς μεγάλοις δῆλά ἐστιν, ἐν δὲ τοῖς μικροῖς ἢ οὐδὲν ἢ μόλις.
但是,正如所说,所有这些器官在大型动物中很明显,但在小型动物中则完全看不见或很难看见。
Διὸ μάλιστα ἐν τοῖς μεγάλοις κτεσὶ φανερά ἐστιν· οὗτοι δ’ εἰσὶν οἱ τὴν ἑτέραν θυρίδα πλατεῖαν ἔχοντες, οἷον ἐπίθεμα.
因此,这些结构在大型扇贝中最为明显;这些扇贝就是那类其中一个贝壳呈扁平状、像盖子一样的扇贝。

词汇与语法注释

  1. §4.4#2πάντα — 主语 `πάντα`(所有的)延续了前一段末尾的讨论,在此特指“所有螺形动物”(腹足类),而非指代全体贝壳类动物。
  2. §4.4#2διατυπῶσι — 抄本中的 `διατυπῶσι`(压印、留下痕迹)在此语境中通常被理解为“刺穿”(类似于 `διατιτρῶσι`),以符合昆虫叮咬的动作以及后文提到的穿透贝壳(`διατρυπῶσιν`)。
  3. §4.4#2μήκωνος — 术语 `μήκων`(字面意为“罂粟”)在亚里士多德动物学中用作专业术语,指贝壳类和甲壳类动物体内的暗色软内脏团(相当于肝胰脏或消化腺)。
  4. ¦p.109¦ἐν τῷ γιγγλυμώδει — 形容词 `γιγγλυμώδης`(铰链状的)在此指双壳贝类的结合部(铰链),指明了双壳类动物中“mecon”的位置。

引用这一段

亚里士多德, 动物志 §4.4#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:4.4%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。