§4.2#2Ὀδόντας δ’ ἔχει δύο καθάπερ ὁ κάραβος, ἐπάνω δὲ τούτων τὰ κέρατα μακρά, βραχύτερα δὲ καὶ λεπτότερα πολὺ ἢ ὁ κάραβος, καὶ ἄλλα τέτταρα τὴν μὲν μορφὴν ὅμοια τούτοις, βραχύτερα δὲ καὶ λεπτότερα.
ロブスターはイセエビのように二つの歯を持っており、これらの上には長い触角があるが、イセエビのそれよりもはるかにより短くかつより細い。 また、形はこれらに似ているが、より短くより細い別の四本の触角も持っている。
Τούτων δ’ ἐπάνω τοὺς ὀφθαλμοὺς μικροὺς καὶ βραχεῖς, οὐχ ὥσπερ ὁ κάραβος μεγάλους.
これらの上に、小さな短い目を持っており、イセエビのように大きくはない。
Τὸ δ’ ἐπάνω τῶν ὀφθαλμῶν ὀξὺ καὶ τραχύ, καθαπερανεὶ μέτωπον, μεῖζον ἢ ὁ κάραβος.
目の上の部分は鋭くてざらざらしており、いわば額のようであって、イセエビのそれよりも大きい。
Ὅλως δὲ τὸ μὲν πρόσωπον ὀξύτερον, τὸν δὲ θώρακα εὐρύτερον ἔχει πολὺ τοῦ καράβου, καὶ τὸ ὅλον σῶμα σαρκωδέστερον καὶ μαλακώτερον.
全体として、顔はより尖っており、胸部はイセエビよりもはるかに幅広く、体全体がより肉質で柔らかい。
Τῶν δ’ ὀκτὼ ποδῶν οἱ μὲν τέτταρες ἐξ ἄκρου δίκροοί εἰσιν, οἱ δὲ τέτταρες οὔ.
八本の足のうち、四本は先端が二叉になっており、残りの四本はそうではない。
Τὰ δὲ περὶ τὸν τράχηλον καλούμενον διῄρηται μὲν ἔξωθεν πενταχῇ, καὶ ἕκτον ἐστὶ τὸ πλατὺ καὶ ἔσχατον, πέντε πλάκας ἔχον·
いわゆる首の周りの部分は、外側では五つに分かれており、六番目の部分は平らで最後端のもので、五つの板を持っている。
τὰ δ’ ἐντός, εἰς ἃ προεντίκτουσιν αἱ θήλειαι, δασέα τέτταρα.
内側の部分は、雌がまず卵を産み付ける場所であるが、毛深い四つの部分がある。
Καθ’ ἕκαστον δὲ τῶν εἰρμηένων πρὸς τὰ ἔξω ἄκανθαν ἔχει βραχεῖαν καὶ ὀρθήν.
言及された部分のそれぞれにおいて、外側に向かって短くまっすぐな棘がある。
Τὸ δ’ ὅλον σῶμα καὶ τὰ περὶ τὸν θώρακα λεῖα ἔχει, οὐχ ὥσπερ ὁ κάραβος τραχύς·
体全体と胸部の周囲は滑らかであり、イセエビがざらざらしているようにはざらざらしていない。
ἀλλ’ ἐν τοῖς μεγάλοις ποσὶ τὰ ἔξωθεν ἀκάνθας ἔχει μείζους.
しかし、大きな足の外側には、より大きな棘を持っている。
Τῆς δὲ θηλείας πρὸς τὸν ἄρρενα οὐδεμία διαφορὰ φαίνεται·
雌と雄の間に違いは見られない。
καὶ γὰρ ὁ ἄρρην καὶ ἡ θήλεια ὁποτέραν ἂν τύχῃ τῶν χηλῶν ἔχουσι μείζω, ἴσας μέντοι ἀμφοτέρας οὐδέτερος οὐδέποτε.
雄も雌も、たまたまどちらか一方の鋏脚をより大きく持っているが、どちらも両方の鋏脚が等しくなることは決してない。
Τὴν δὲ θάλατταν δέχονται μὲν παρὰ τὸ στόμα πάντα τὰ τοιαῦτα, ἀφιᾶσι δ’ ἐπιλαμβάνοντα μικρὸν τούτου μόριον οἱ καρκίνοι, οἱ δὲ κάραβοι παρὰ τὰ βραγχιοειδῆ·
このような動物はすべて口のそばから海水を取り込み、カニはその口のわずかな部分を塞ぐようにして吐き出し、イセエビは鰓のような器官のそばから吐き出す。
ἔχουσι δὲ τὰ βραγχιοειδῆ πολλὰ οἱ κάραβοι.
イセエビは多くの鰓のような器官を持っている。
Κοινὸν δὲ πάντων τούτων ἐστίν· ὀδόντας τε πάντ’ ἔχει δύο (καὶ γὰρ οἱ κάραβοι τοὺς πρώτους δύο ἔχουσι) καὶ τὸ στόμα σαρκωδέστερον ἀντὶ γλώττης, εἶτα κοιλίαν τοῦ στόματος ἐχομένην εὐθύς, πλὴν οἱ κάραβοι μικρὸν στόμαχον πρὸ τῆς κοιλίας, εἶτ’ ἐκ ταύτης ἔντερον εὐθύ.
これらすべてに共通する点として、すべてが二つの歯を持っており(実際、イセエビも最初の二つを持っている)、舌の代わりに肉質の多い口があり、次いで口の直後に胃が続いている。 ただし、イセエビは胃の前に短い食道を持ち、次いで胃からまっすぐな腸が伸びている。
Τελευτᾷ δὲ τοῦτο τοῖς μὲν καραβοειδέσι καὶ καρίσι κατ’ εὐθυωρίαν πρὸς τὴν οὐράν, ᾗ τὸ περίττωμα ἀφιᾶσι καὶ τὰ ᾠὰ ἐκτίκτουσιν, τοῖς δὲ καρκίνοις, ᾗ τὸ ἐπίπτυγμα ἔχουσι, κατὰ μέσον τὸ ἐπίπτυγμα.
この腸は、イセエビ類やエビ類においては、排泄物を放出し卵を産み落とす尾に向かってまっすぐ終わっており、カニにおいては、彼らが折り返しを持っているその折り返しの中央に終わっている。
Ἐκτὸς δὲ καὶ οὗτοι, ᾗ τὰ ᾠὰ ἐκτίκτουσιν.
彼らもまた、外側に、卵を産み落とすその場所を持っている。
Ἔτι τὰ θήλεα αὐτῶν παρὰ τὸ ἔντερον τὴν τὸν ᾠῶν χώραν ἔχουσιν.
さらに、それらの雌は、腸のそばに卵のための場所を持っている。
Καὶ τὴν καλουμένην δὲ μύτιν ἢ μήκωνα πλείω ἢ ἐλάττω πάντ’ ἔχει ταῦτα.
また、いわゆる「ミューティス」ないし「メーコーン」を、これらはすべて多かれ少なかれ持っている。
Τὰς δὲ ἰδίας ἤδη διαφορὰς καθ’ ἕκαστον δεῖ θεωρεῖν.
さて、個々の違いについては、それぞれについて観察しなければならない。
Οἱ μὲν οὖν κάραβοι, ὥσπερ εἴρηται, δύο ἔχουσιν ὀδόντας μεγάλους καὶ κοίλους, ἐν οἷς ἔνεστι χυμὸς ὅμοιος τῇ μύτιδι, μεταξὺ δὲ τῶν ὀδόντων σαρκίον γλωττοειδές.
さて、イセエビは、言われたように、大きくて中空の二つの歯を持っており、その中にはミューティスに似た液が入っている。 また、歯の間には舌のような肉片がある。
Ἀπὸ δὲ τοῦ στόματος ἔχει οἰσοφάγον βραχὺν καὶ κοιλίαν τούτου ἐχομένην ὑμενώδη, ἧς πρὸς τῷ στόματι ὀδόντες εἰσὶ τρεῖς, οἱ μὲν δύο κατ’ ἀλλήλους, ὁ δὲ εἷς ὑποκάτω.
そして、口から短い食道があり、それに続いて膜質の胃がある。 胃の、口に近い側には三つの歯があり、二つは互いに対向しており、一つはその下にある。
Τῆς δὲ κοιλίας ἐκ τοῦ πλαγίου ἔντερόν ἐστιν ἁπλοῦν καὶ ἰσοπαχὲς δι’ ὅλου μέχρι πρὸς τὴν ἔξοδον τοῦ περιττώματος.
胃の側部から、一様で太さの等しい単純な腸が、排泄物の出口まで全体を通って伸びている。
Ταῦτα μὲν οὖν πάντα ἔχουσι καὶ οἱ κάραβοι καὶ αἱ καρίδες καὶ οἱ καρκίνοι·
さて、これらのものすべてをイセエビもエビもカニも持っている。
καὶ γὰρ ὀδόντας δύο ἔχουσιν οἱ καρκίνοι.
実際、カニも二つの歯を持っているからである。
Ἔτι δ’ οἵ γε κάραβοι πόρον ἔχουσι ἀπὸ τοῦ στήθους ἠρτημένον μέχρι πρὸς τὴν ἔξοδον τοῦ περιττώματος·
さらに、イセエビは、胸部から始まって排泄物の出口まで繋がっている管を持っている。
οὗτος δ’ ἐστὶ τῇ μὲν θηλείᾳ ὑστερικός, τῷ δ’ ἄρρενι θορικός.
これは雌においては卵管の管であり、雄においては精液の管である。
Ἔστι δ’ ὁ πόρος οὗτος πρὸς τῷ κοίλῳ τῆς σαρκός, ὥστε μεταξὺ εἶναι τὴν σάρκα·
この管は肉の凹面側にあり、肉がその間にあるようになっている。
τὸ μὲν γὰρ ἔντερον πρὸς τῷ κυρτῷ ἐστίν, ὁ δὲ πόρος πρὸς τῷ κοίλῳ, ὁμοίως ἔχοντα ταῦτα ὥσπερ τοῖς τετράποσιν.
すなわち、腸は凸面側にあり、管は凹面側にあって、これらの位置関係は四足動物におけるのと同様である。
Διαφέρει δ’ οὐθὲν ὁ τοῦ ἄρρενος ἢ τῆς θηλείας·
雄の管と雌の管で違いはまったくない。
ἀμφότεροι γάρ εἰσι λεπτοὶ καὶ λευκοὶ καὶ ὑγρότητα ἔχοντες ἐν αὑτοῖς ὠχράν, ἔτι δ’ ἠρτημένοι ἀμφότεροι ἐκ τοῦ στήθους.
両者とも細くて白く、内部に黄色っぽい液体を含んでおり、さらに両者とも胸部から吊り下がっているからである。
Ἔχουσι δ’ οὕτω τὸ ᾠὸν καὶ αἱ καρίδες καὶ τὰς ἑλίκας.
また、エビ類も同様に卵を持ち、らせん状の器官を持っている。
Ἴδια δ’ ἔχει ὁ ἄρρην πρὸς τὴν θήλειαν ἐν τῇ σαρκὶ κατὰ τὸ στῆθος δύο λεύκ’ ἄττα καθ’ αὑτά, ὅμοια τὸ χρῶμα καὶ τὴν σύστασιν ταῖς τῆς σηπίας προβοσκίσιν·
雄は、雌と対比して独自に、胸部の肉の中にそれ自体で独立した二つの白いものを持っており、それは色と組織においてコウイカの触腕に似ている。
εἱλιγμένα δ’ ἐστὶ ταῦτα ὥσπερ ἡ τοῦ κήρυκος μήκων.
これらは、テングニシの内臓塊のように巻いている。
Ἡ δ’ ἀρχὴ τούτων ἐστὶν ἀπὸ τῶν κοτυληδόνων, αἵ εἰσιν ὑποκάτω τῶν ἐσχάτων ποδῶν.
これらの始まりは、最後の脚の下にある孔からである。
Ἔχει δὲ καὶ ἐν τούτῳ σάρκα ἐρυθρὰν καὶ αἱματώδη τὴν χρόαν, τῇ δ’ ἁφῇ γλίσχραν καὶ οὐχ ὁμοίαν τῇ σαρκί.
また、この中には赤くて血のような色の肉があり、触ると粘り気があって、通常の肉とは似ていない。
Ἀπὸ δὲ τοῦ περὶ τὰ στήθη κηρυκώδους ἄλλος ἐστὶν ἑλιγμός, ὥσπερ ἁρπεδόνη τὸ πάχος·
胸部のあたりの螺状の器官から、太さが糸のようである別のらせん状のものがある。
ὧν ὑποκάτω δύο ἄττα ψαθυρά ἐστι προσηρτημένα τῷ ἐντέρῳ θορικά.
これらの下には、腸に付着した二つの砕けやすい、精液をなす器官がある。
Ταῦτα μὲν οὖν ὁ ἄρρην ἔχει·
さて、雄はこれらのものを持っている。
ἡ δὲ θήλεια ᾠὰ ἴσχει τὸ χρῶμα ἐρυθρά, ὧν ἡ πρόσφυσίς ἐστι πρὸς τῇ κοιλίᾳ καὶ τοῦ ἐντέρου ἑκατέρωθι μέχρι εἰς τὰ σαρκώδη, ὑμένι λεπτῷ περιεχόμενα.
一方、雌は赤色の卵を持っており、それらの付着部は胃の近くであり、かつ腸の両側にあって肉質の部分にまで及んでおり、薄い膜に包まれている。
Τὰ μὲν οὖν μόρια ὅσα ἐντὸς καὶ ἐκτὸς ἔχουσι, ταῦτά ἐστιν.
さて、彼らが内側と外側に持っている器官は、これらである。