Humanitext Reader

アリストテレス · 動物誌 §4.2#1

軟甲類の四主要属と形態的特徴

52 / 189 箇所 · ギリシア語

要旨

軟甲類(甲殻類)の主要な四つの属(イセエビ、ロブスター、エビ、カニ)の基本的な形態的分類を示し、その付属肢の構造、雌雄の差異、そしてロブスターの鋏脚における非対称な特徴などを解説する。

§4.2#1Τῶν δὲ μαλακοστράκων ἓν μέν ἐστι γένος τὸ τῶν καράβων, καὶ τούτῳ παραπλήσιον ἕτερον τὸ τῶν καλουμένων ἀστακῶν·
軟甲類(甲殻類)のうち、一つの属はイセエビの属であり、これに非常に類似したもう一つの属は、いわゆるロブスター(ウミザリガニ)の属である。
οὗτοι δὲ διαφέρουσι τῶν καράβων τῷ ἔχειν χηλὰς καὶ ἄλλας τινὰς διαφορὰς οὐ πολλάς.
これらは、鋏脚を持つことと、その他いくつかの多くはない相違点によって、イセエビと異なっている。
Ἓν δὲ τὸ τῶν καρίδων, καὶ ἄλλο τὸ τῶν καρκίνων.
また、一つはエビの属であり、もう一つはカニの属である。
Γένη δὲ πλείω τῶν καρίδων ἐστὶ καὶ τῶν καρκίνων, τῶν μὲν καρίδων αἵ τε κυφαὶ καὶ αἱ κράγγονες καὶ τὸ μικρὸν γένος (αὗται γὰρ οὐ γίνονται μείζους), τῶν δὲ καρκίνων παντοδαπώτερον τὸ γένος καὶ οὐκ εὐαρίθμητον.
エビとカニにはいくつかの属があり、エビの属には、クルマエビとテッポウエビ、そして小さな属(これらはこれ以上大きくならないからである)があり、カニの属はより多様であって、簡単に数え上げることはできない。
Μέγιστον μὲν οὖν ἐστὶν ἃς καλοῦσι μαίας, δεύτερον δὲ οἵ τε πάγουροι καὶ οἱ Ἡρακλεωτικοὶ καρκίνοι, ἔτι δ’ οἱ ποτάμιοι· οἱ δ’ ἄλλοι ἐλάττους καὶ ἀνωνυμώτεροι.
さて、最大のものは人々が「マイア」と呼ぶものであり、二番目はイチョウガニとヘラクレアガニ、さらに淡水産のカニであり、その他のものはより小さく、あまり名前も知られていない。
Περὶ δὲ τὴν Φοινίκην γίνονται ἐν τῷ αἰγιαλῷ οὓς καλοῦσιν ἱππεῖς διὰ τὸ οὕτως ταχέως θεῖν ὥστε μὴ ῥᾴδιον εἶναι καταλαβεῖν·
フェニキアの付近では、海岸に「騎兵」と呼ばれるカニが産するが、これは非常に素早く走るため、捕らえるのが容易ではない。
ἀνοιχθέντες δὲ κενοὶ διὰ τὸ μὴ ἔχειν νομήν.
それらの殻を開けてみると、餌を持たないため中身が空である。
Ἔστι δὲ καὶ ἕτερον γένος μικρὸν μὲν ὥσπερ οἱ καρκίνοι, τὸ δὲ εἶδος ὅμοιον τοῖς ἀστακοῖς.
また、カニのように小さいが、姿はロブスターに似た別の属もある。
Πάντα μὲν οὖν ταῦτα, καθάπερ εἴρηται πρότερον, τὸ μὲν στερεὸν καὶ ὀστρακῶδες ἐκτὸς ἔχει ἐν τῇ χώρᾳ τῇ τοῦ δέρματος, τὸ δὲ σαρκῶδες ἐντός, τὰ δ’ ἐν τοῖς ὑπτίοις πλακωδέστερα, εἰς ἃ καὶ ἐκτίκτουσιν αἱ θήλειαι.
さて、これらすべては、前に述べたように、皮膚のある場所に、固くて殻のような部分を外側に持ち、肉質の部分を内側に持っている。 また、腹側の部分はより平らになっており、雌はその中に卵を産み落とす。
Πόδας δ’ οἱ μὲν κάραβοι ἐφ’ ἑκάτερα ἔχουσι πέντε σὺν ταῖς ἐσχάταις χηλαῖς·
イセエビは、末端の鋏脚を含めて、左右にそれぞれ5本ずつの足を持っている。
ὁμοίως δὲ καὶ οἱ καρκίνοι δέκα τοὺς πάντας σὺν ταῖς χηλαῖς.
同様にカニも、鋏脚を含めて全部で10本の足を持っている。
Τῶν δὲ καρίδων αἱ μὲν κυφαὶ πέντε μὲν ἐφ’ ἑκάτερα ἔχουσιν, ὀξεῖς τοὺς πρὸς τῇ κεφαλῇ, ἄλλους δὲ πέντε ἐφ’ ἑκάτερα κατὰ τὴν γαστέρα, τὰ ἄκρα ἔχοντας πλατέα·
エビのうち、クルマエビは、左右にそれぞれ5本の足を持ち、頭に近い方の足は尖っている。 また、腹部のあたりに、先端が平らになった別の5本の足を左右にそれぞれ持っている。
πλάκας δ’ ἐν τοῖς ὑπτίοις οὐκ ἔχουσι, τὰ δ’ ἐν τοῖς πρανέσιν ὅμοια τοῖς καράβοις.
しかし、腹側には(カニのような)腹甲を持たず、背側の部分はイセエビに似ている。
Ἡ δὲ κραγγὼν τὸ ἀνάπαλιν·
テッポウエビはこれと逆である。
τοὺς πρώτους γὰρ ἔχει τέτταρας ἐφ’ ἑκάτερα, εἶτ’ ἄλλους ἐχομένους λεπτοὺς τρεῖς ἐφ’ ἑκάτερα, τὸ δὲ λοιπὸν πλεῖον μόριον τοῦ σώματος ἄπουν ἐστίν.
すなわち、前方に左右それぞれ4本の足を持ち、次いでそれに続く細い足を左右それぞれ3本持ち、体の残りの大部分は足がない。
Κάμπτονται δ’ οἱ μὲν πόδες πάντων εἰς τὸ πλάγιον, ὥσπερ καὶ τῶν ἐντόμων, αἱ δὲ χηλαί, ὅσα ἔχει χηλάς, εἰς τὸ ἐντός.
すべてのものの足は、昆虫の足と同様に横方向へと曲がり、鋏脚は、それを持つすべてのものにおいて、内側へと曲がる。
Ἔχει δ’ ὁ κάραβος καὶ κέρκον, πτερύγια δὲ πέντε·
また、イセエビは尾を持ち、そこには5つの鰭がある。
καὶ ἡ καρὶς ἡ κυφὴ τὴν οὐρὰν καὶ πτερύγια τέτταρα.
クルマエビも尾と4つの鰭を持っている。
Ἔχει δὲ καὶ ἡ κραγγὼν πτερύγια ἐφ’ ἑκάτερα ἐν τῇ οὐρᾷ·
テッポウエビもまた、尾の左右にそれぞれ鰭を持っている。
τὸ δὲ μέσον αὐτῶν ἀμφότεραι ἀκανθῶδες, πλὴν αὗται μὲν πλατύ, ἡ δὲ κυφὴ ὀξύ.
両者において、これらの鰭の中央部は棘状になっているが、テッポウエビのそれは幅広く、クルマエビのそれは尖っている。
Ὁ δὲ καρκίνος μόνος τῶν τοιούτων ἀνορροπύγιον·
カニは、このような類の中で唯一、尾部を持たない。
καὶ τὸ σῶμα τὸ μὲν τῶν καρίδων καὶ τῶν καράβων πρόμηκες, τὸ δὲ τῶν καρκίνων στρογγύλον.
また、エビやイセエビの体は細長いのに対し、カニの体は丸い。
Διαφέρει δ’ ὁ κάραβος ὁ ἄρρην τῆς θηλείας·
雄のイセエビは雌と異なっている。
τῆς μὲν γὰρ θηλείας ὁ πρῶτος ποὺς δίκρους ἐστί, τοῦ δ’ ἄρρενος μῶνυξ, καὶ τὰ πτερύγια τὰ ἐν τῷ ὑπτίῳ ἡ μὲν θήλεια μεγάλα ἔχει καὶ ἐπαλλάττοντα πρὸς τῷ τραχήλῳ, ὁ δ’ ἄρρην ἐλάττω καὶ οὐκ ἐπαλλάττοντα·
雌においては最初の足が二叉になっているが、雄のそれは単爪である。 また、腹側にある鰭について、雌は大きく、胸部の近くで互いに重なり合っているが、雄のものはより小さく、重なり合っていない。
ἔτι τοῦ μὲν ἄρρενος ἐν τοῖς τελευταίοις ποσὶ μεγάλα καὶ ὀξέα ἐστὶν ὥσπερ πλῆκτρα, τῆς δὲ θηλείας ταῦτα μικρὰ καὶ λεῖα.
さらに、雄においては最後の足に、蹴爪のような大きくて鋭い突起があるが、雌においてはこれらは小さく滑らかである。
Ὁμοίως δ’ ἔχουσιν ἀμφότερα κεραίας δύο πρὸ τῶν ὀφθαλμῶν μεγάλας καὶ τραχείας, καὶ ἄλλα κεράτια μικρὰ ὑποκάτω λεῖα.
同様に、雌雄ともに、目の前方には大きくてざらざらした2本の触角を持っており、その少し下には他の小さく滑らかな触角を持っている。
Τὰ δ’ ὄμματα πάντων τούτων ἐστὶ σκληρόφθαλμα, καὶ κινεῖται καὶ ἐντὸς καὶ ἐκτὸς καὶ εἰς τὸ πλάγιον·
これらすべての目は硬い目であり、内側、外側、そして横方向へと動く。
ὁμοίως δὲ καὶ τοῖς καρκίνοις τοῖς πλείστοις, καὶ ἔτι μᾶλλον.
大半のカニにおいても同様であり、さらにそれ以上に動く。
Ὁ δ’ ἀστακὸς τὸ μὲν ὅλον ὑπόλευκον ἔχει τὸ χρῶμα, μέλανι δὲ διαπεπασμένον.
ロブスターは、体全体としては白みがかった色をしており、そこに黒い斑点が散らばっている。
Ἔχει δὲ τοὺς μὲν ὑποκάτω πόδας τοὺς ἄχρι τῶν μεγάλων ὀκτώ, μετὰ δὲ ταῦτα τοὺς μεγάλους πολλῷ μείζους καὶ ἐξ ἄκρου πλατυτέρους ἢ ὁ κάραβος, ἀνωμάλους δ’ αὐτούς·
そして、大きな足(鋏脚)に至るまでの下側の足を8本持っており、これらの後に、イセエビよりもはるかに大きく、先端がより幅広い大きな足を一対持っているが、これらは左右非対称である。
ὁ μὲν γὰρ δεξιὸς τὸ πλατὺ τὸ ἔσχατον πρόμηκες ἔχει καὶ λεπτόν, ὁ δ’ ἀριστερὸς παχὺ καὶ στρογγύλον.
すなわち、右の足はその最先端の平らな部分が細長くて薄いのに対し、左の足は太くて丸い。
Ἐξ ἄκρου δ’ ἑκάτερος ἐσχισμένος ὥσπερ σιαγὼν ὀδόντας ἔχων καὶ κάτωθεν καὶ ἄνωθεν, πλὴν ὁ μὲν δεξιὸς μικροὺς ἅπαντας καὶ καρχαρόδοντας, ὁ δ’ ἀριστερὸς ἐξ ἄκρου μὲν καρχαρόδοντας, τοὺς δ’ ἐντὸς ὥσπερ γομφίους, ἐκ μὲν τοῦ κάτω μέρους τέτταρας καὶ συνεχεῖς, ἄνωθεν δὲ τρεῖς καὶ οὐ συνεχεῖς.
どちらの足も、先端が顎のように裂けており、下側と上側の両方に歯を持っている。 ただし、右の足はすべて小さく鋸歯状の歯を持っているのに対し、左の足は先端にこそ鋸歯状の歯を持っているものの、内側には臼歯のような歯を持っており、下側には4つの連続した歯が、上側には3つの連続していない歯がある。
Κινοῦσι δὲ τὸ ἄνω μέρος ἀμφότεροι, καὶ προσπιέζουσι πρὸς τὸ κάτω·
どちらの足も上側の部分を動かして、下側の部分に押し当てる。
βλαισοὶ δ’ ἀμφότεροι τῇ θέσει, καθάπερ πρὸς τὸ λαβεῖν καὶ πιέσαι πεφυκότες.
また、配置において両者は外側に曲がっており、掴んで押し潰すのに適した自然な作りになっている。
Ἐπάνω δὲ τῶν μεγάλων ἄλλοι δύο δασεῖς, μικρὸν ὑποκάτω τοῦ στόματος, καὶ ὑποκάτω τούτων τὰ βραγχιώδη τὰ περὶ τὸ στόμα, δασέα καὶ πολλά.
大きな足の上には、口の少し下に、毛の生えた別の2本の足があり、これらの下には口の周囲にある鰓状の器官があって、毛が多く数も多い。
Ταῦτα δ’ ἀεὶ διατελεῖ κινῶν·
動物はこれらを絶えず動かし続けている。
κάμπτει δὲ καὶ προσάγεται τοὺς δύο πόδας πρὸς τὸ στόμα τοὺς δασεῖς.
そして、毛の生えた2本の足を曲げて口の方へと引き寄せる。
Ἔχουσι δὲ καὶ παραφυάδας λεπτὰς οἱ πρὸς τῷ στόματι πόδες.
また、口の近くにある足には細い付属肢もある。

語釈・文法注

  1. §4.2#1τῷ ἔχειν χηλὰς — 冠詞付きの不定詞 ἔχειν が与格の冠詞 τῷ を伴って理由や手段を示す副詞句を形成している。これは主節の οὗτοι δὲ διαφέρουσι τῶν καράβων(これらはイセエビと異なる)に係り、「鋏脚を持っていることによって」という意味を表す。
  2. ¦p.99¦τῶν μὲν καρίδων αἵ τε κυφαὶ — 文頭の Γένη δὲ πλείω τῶν καρίδων ἐστὶ καὶ τῶν καρκίνων に対する具体的な内訳を示す文節。τῶν μὲν καρίδων(エビのうち)に続く名詞句群において、存在動詞 εἰσί(〜がある)が省略されており、αἵ τε κυφαὶ καὶ αἱ κράγγονες... がその主語として機能している。
  3. ¦p.100¦τὸ δὲ μέσον αὐτῶν ἀμφότεραι ἀκανθῶδες — 構文上の省略を含む一節。ἀμφότεραι(両者とも、すなわちテッポウエビとクルマエビ)は主語として置かれているが、対比の πλὴν αὗται μὲν πλατύ, ἡ δὲ κυφὴ ὀξύ と連動し、存在動詞 ἔχουσι(持っている)あるいは ἐστί(〜である)の省略を補って「両者ともそれらの中央部が棘状になっている」と解する。ἀκανθῶδες は τὸ μέσον(中央部)を修飾する形容詞。
  4. ¦p.101¦καθάπερ πρὸς τὸ λαβεῖν καὶ πιέσαι πεφυκότες — 不定詞を用いた目的・適性の表現。πεφυκότες(〜する性質を備えている、分詞完了男性複数)が前文の ἀμφότεροι(ロブスターの左右の両鋏脚)を修飾し、前置詞 πρός と冠詞付き不定詞 τὸ λαβεῖν καὶ πιέσαι(掴んで押し潰すこと)がその目的や適性を示している。

この箇所を引用する

アリストテレス, 動物誌 §4.2#1. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:4.2%231

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。