§4.2#2Ὀδόντας δ’ ἔχει δύο καθάπερ ὁ κάραβος, ἐπάνω δὲ τούτων τὰ κέρατα μακρά, βραχύτερα δὲ καὶ λεπτότερα πολὺ ἢ ὁ κάραβος, καὶ ἄλλα τέτταρα τὴν μὲν μορφὴν ὅμοια τούτοις, βραχύτερα δὲ καὶ λεπτότερα.
它(螯龙虾)和龙虾一样,有两个齿,在这些齿的上方有长的触角,但比龙虾的触角要短得多且细得多,此外还有其他四条在形状上与这些相似、但更短且更细的(小触角)。
Τούτων δ’ ἐπάνω τοὺς ὀφθαλμοὺς μικροὺς καὶ βραχεῖς, οὐχ ὥσπερ ὁ κάραβος μεγάλους.
在这些的上方,它有小而短的眼睛,不像龙虾那样大。
Τὸ δ’ ἐπάνω τῶν ὀφθαλμῶν ὀξὺ καὶ τραχύ, καθαπερανεὶ μέτωπον, μεῖζον ἢ ὁ κάραβος.
眼睛上方的部分尖锐而粗糙,仿佛是额头,比龙虾的要大。
Ὅλως δὲ τὸ μὲν πρόσωπον ὀξύτερον, τὸν δὲ θώρακα εὐρύτερον ἔχει πολὺ τοῦ καράβου, καὶ τὸ ὅλον σῶμα σαρκωδέστερον καὶ μαλακώτερον.
总体而言,它的面部更尖,胸甲比龙虾宽得多,而且整个身体更具肉质且更柔软。
Τῶν δ’ ὀκτὼ ποδῶν οἱ μὲν τέτταρες ἐξ ἄκρου δίκροοί εἰσιν, οἱ δὲ τέτταρες οὔ.
在它的八条足中,有四条末端分叉,另外四条则不分叉。
Τὰ δὲ περὶ τὸν τράχηλον καλούμενον διῄρηται μὲν ἔξωθεν πενταχῇ, καὶ ἕκτον ἐστὶ τὸ πλατὺ καὶ ἔσχατον, πέντε πλάκας ἔχον· τὰ δ’ ἐντός, εἰς ἃ προεντίκτουσιν αἱ θήλειαι, δασέα τέτταρα.
在所谓的颈部(尾腹部)周围,外部分为五个节,第六个是宽大而最末端的,有五个板;而在内侧,即雌性先产卵的地方,有四个多毛的部分。
Καθ’ ἕκαστον δὲ τῶν εἰρμηένων πρὸς τὰ ἔξω ἄκανθαν ἔχει βραχεῖαν καὶ ὀρθήν.
在上述每个节上,它都有一根向外突出的短而直的棘刺。
Τὸ δ’ ὅλον σῶμα καὶ τὰ περὶ τὸν θώρακα λεῖα ἔχει, οὐχ ὥσπερ ὁ κάραβος τραχύς· ἀλλ’ ἐν τοῖς μεγάλοις ποσὶ τὰ ἔξωθεν ἀκάνθας ἔχει μείζους.
它的整个身体和胸甲周围的部分都是平滑的,不像龙虾那样粗糙;但在大足的外部,则长有较大的棘刺。
Τῆς δὲ θηλείας πρὸς τὸν ἄρρενα οὐδεμία διαφορὰ φαίνεται· καὶ γὰρ ὁ ἄρρην καὶ ἡ θήλεια ὁποτέραν ἂν τύχῃ τῶν χηλῶν ἔχουσι μείζω, ἴσας μέντοι ἀμφοτέρας οὐδέτερος οὐδέποτε.
雌雄之间没有表现出任何差异;因为无论是雄性还是雌性,它们的两只螯足中总有一只碰巧更大一些,然而它们中任何一个都绝不会让两只螯足大小相等。
Τὴν δὲ θάλατταν δέχονται μὲν παρὰ τὸ στόμα πάντα τὰ τοιαῦτα, ἀφιᾶσι δ’ ἐπιλαμβάνοντα μικρὸν τούτου μόριον οἱ καρκίνοι, οἱ δὲ κάραβοι παρὰ τὰ βραγχιοειδῆ· ἔχουσι δὲ τὰ βραγχιοειδῆ πολλὰ οἱ κάραβοι.
所有此类动物都从口部吸入海水,但螃蟹通过封闭口部的一小部分来排出海水,而龙虾则通过鳃状器官排出;龙虾具有许多鳃状器官。
Κοινὸν δὲ πάντων τούτων ἐστίν· ὀδόντας τε πάντ’ ἔχει δύο (καὶ γὰρ οἱ κάραβοι τοὺς πρώτους δύο ἔχουσι) καὶ τὸ στόμα σαρκωδέστερον ἀντὶ γλώττης, εἶτα κοιλίαν τοῦ στόματος ἐχομένην εὐθύς, πλὴν οἱ κάραβοι μικρὸν στόμαχον πρὸ τῆς κοιλίας, εἶτ’ ἐκ ταύτης ἔντερον εὐθύ.
这些动物有一个共同特征:它们都具有两个齿(因为龙虾也具有最前面的两个),且在舌头的位置有一个较具肉质的口,接着是紧贴着口部的胃,只是龙虾在胃之前有一个短的食道,然后从胃延伸出一条直肠。
Τελευτᾷ δὲ τοῦτο τοῖς μὲν καραβοειδέσι καὶ καρίσι κατ’ εὐθυωρίαν πρὸς τὴν οὐράν, ᾗ τὸ περίττωμα ἀφιᾶσι καὶ τὰ ᾠὰ ἐκτίκτουσιν, τοῖς δὲ καρκίνοις, ᾗ τὸ ἐπίπτυγμα ἔχουσι, κατὰ μέσον τὸ ἐπίπτυγμα.
这条肠在龙虾类和虾类中,沿着直线的方向通往尾部终止,它们在此处排出排泄物并产卵;而在螃蟹中,则终止于它们具有折叠盖(腹甲)的地方,即在该折叠盖的中部。
Ἐκτὸς δὲ καὶ οὗτοι, ᾗ τὰ ᾠὰ ἐκτίκτουσιν.
而后者也在外侧,即它们产卵的地方,将卵排出。
Ἔτι τὰ θήλεα αὐτῶν παρὰ τὸ ἔντερον τὴν τὸν ᾠῶν χώραν ἔχουσιν.
此外,它们的雌性在肠的旁侧具有容纳卵的空间。
Καὶ τὴν καλουμένην δὲ μύτιν ἢ μήκωνα πλείω ἢ ἐλάττω πάντ’ ἔχει ταῦτα.
所有这些动物也都或多或少地具有所谓的“米蒂斯”(肝胰脏)或“麦康”(内脏块)。
Τὰς δὲ ἰδίας ἤδη διαφορὰς καθ’ ἕκαστον δεῖ θεωρεῖν.
现在我们必须对每种情况下的具体差异进行考察。
Οἱ μὲν οὖν κάραβοι, ὥσπερ εἴρηται, δύο ἔχουσιν ὀδόντας μεγάλους καὶ κοίλους, ἐν οἷς ἔνεστι χυμὸς ὅμοιος τῇ μύτιδι, μεταξὺ δὲ τῶν ὀδόντων σαρκίον γλωττοειδές.
如前所述,龙虾有两个巨大且空心的齿,其中含有类似于“米蒂斯”的汁液,而在两齿之间有一块舌状的肉质。
Ἀπὸ δὲ τοῦ στόματος ἔχει οἰσοφάγον βραχὺν καὶ κοιλίαν τούτου ἐχομένην ὑμενώδη, ἧς πρὸς τῷ στόματι ὀδόντες εἰσὶ τρεῖς, οἱ μὲν δύο κατ’ ἀλλήλους, ὁ δὲ εἷς ὑποκάτω.
从口部延伸出一条短的食道,紧接着是一个膜状的胃,在靠近口部的胃壁上有三个齿,其中两个相对,一个在下方。
Τῆς δὲ κοιλίας ἐκ τοῦ πλαγίου ἔντερόν ἐστιν ἁπλοῦν καὶ ἰσοπαχὲς δι’ ὅλου μέχρι πρὸς τὴν ἔξοδον τοῦ περιττώματος.
从胃的侧面延伸出一条简单的肠,其粗细始终均匀,一直通往排泄物的出口。
Ταῦτα μὲν οὖν πάντα ἔχουσι καὶ οἱ κάραβοι καὶ αἱ καρίδες καὶ οἱ καρκίνοι· καὶ γὰρ ὀδόντας δύο ἔχουσιν οἱ καρκίνοι.
所有这些部分都是龙虾、虾和螃蟹共同拥有的;因为实际上螃蟹也具有两个齿。
Ἔτι δ’ οἵ γε κάραβοι πόρον ἔχουσι ἀπὸ τοῦ στήθους ἠρτημένον μέχρι πρὸς τὴν ἔξοδον τοῦ περιττώματος· οὗτος δ’ ἐστὶ τῇ μὲν θηλείᾳ ὑστερικός, τῷ δ’ ἄρρενι θορικός.
此外,至少龙虾具有一条从胸部悬垂并一直延伸到排泄物出口的管道;在雌性中这是子宫导管(输卵管),在雄性中则是精液导管(输输管)。
Ἔστι δ’ ὁ πόρος οὗτος πρὸς τῷ κοίλῳ τῆς σαρκός, ὥστε μεταξὺ εἶναι τὴν σάρκα· τὸ μὲν γὰρ ἔντερον πρὸς τῷ κυρτῷ ἐστίν, ὁ δὲ πόρος πρὸς τῷ κοίλῳ, ὁμοίως ἔχοντα ταῦτα ὥσπερ τοῖς τετράποσιν.
这条管道位于肌肉的凹面一侧,因此肌肉处于它们(肠与管道)之间;因为肠位于凸面一侧,而管道位于凹面一侧,这些构造的相对位置与四足动物相似。
Διαφέρει δ’ οὐθὲν ὁ τοῦ ἄρρενος ἢ τῆς θηλείας· ἀμφότεροι γάρ εἰσι λεπτοὶ καὶ λευκοὶ καὶ ὑγρότητα ἔχοντες ἐν αὑτοῖς ὠχράν, ἔτι δ’ ἠρτημένοι ἀμφότεροι ἐκ τοῦ στήθους.
雄性的管道与雌性的管道没有任何区别;因为两者都是细而白的,内部含有淡黄色的液体,而且两者都悬挂在胸部。
Ἔχουσι δ’ οὕτω τὸ ᾠὸν καὶ αἱ καρίδες καὶ τὰς ἑλίκας.
而虾类也同样具有它们的卵和螺旋状器官。
Ἴδια δ’ ἔχει ὁ ἄρρην πρὸς τὴν θήλειαν ἐν τῇ σαρκὶ κατὰ τὸ στῆθος δύο λεύκ’ ἄττα καθ’ αὑτά, ὅμοια τὸ χρῶμα καὶ τὴν σύστασιν ταῖς τῆς σηπίας προβοσκίσιν· εἱλιγμένα δ’ ἐστὶ ταῦτα ὥσπερ ἡ τοῦ κήρυκος μήκων.
与雌性相比,雄性特有的是在胸部附近的肌肉中具有两个独立的白色物体,其颜色和质地类似于乌贼的触腕;这些物体像海螺的内脏块(麦康)一样盘旋着。
Ἡ δ’ ἀρχὴ τούτων ἐστὶν ἀπὸ τῶν κοτυληδόνων, αἵ εἰσιν ὑποκάτω τῶν ἐσχάτων ποδῶν.
这些物体的起点在于最末端足下方的杯状孔(生殖孔)。
Ἔχει δὲ καὶ ἐν τούτῳ σάρκα ἐρυθρὰν καὶ αἱματώδη τὴν χρόαν, τῇ δ’ ἁφῇ γλίσχραν καὶ οὐχ ὁμοίαν τῇ σαρκί.
在其中它也具有呈红色和血色的肌肉,触感黏稠,与普通肌肉不同。
Ἀπὸ δὲ τοῦ περὶ τὰ στήθη κηρυκώδους ἄλλος ἐστὶν ἑλιγμός, ὥσπερ ἁρπεδόνη τὸ πάχος· ὧν ὑποκάτω δύο ἄττα ψαθυρά ἐστι προσηρτημένα τῷ ἐντέρῳ θορικά.
从胸部附近的螺盘状器官延伸出另一个盘旋体,其粗细如线绳;在这些的下方是附着在肠上的两个易碎的精液器官。
Ταῦτα μὲν οὖν ὁ ἄρρην ἔχει· ἡ δὲ θήλεια ᾠὰ ἴσχει τὸ χρῶμα ἐρυθρά, ὧν ἡ πρόσφυσίς ἐστι πρὸς τῇ κοιλίᾳ καὶ τοῦ ἐντέρου ἑκατέρωθι μέχρι εἰς τὰ σαρκώδη, ὑμένι λεπτῷ περιεχόμενα.
这些是雄性具有的部分;而雌性则具有红色的卵,其附着在胃的附近以及肠的两侧、一直延伸到肉质部分,并包裹在薄膜中。
Τὰ μὲν οὖν μόρια ὅσα ἐντὸς καὶ ἐκτὸς ἔχουσι, ταῦτά ἐστιν.
这些便是它们所具有的内部和外部的器官。