§4.2#1Τῶν δὲ μαλακοστράκων ἓν μέν ἐστι γένος τὸ τῶν καράβων, καὶ τούτῳ παραπλήσιον ἕτερον τὸ τῶν καλουμένων ἀστακῶν·
在软甲类(甲壳类)中,一类是龙虾属,与此非常相似的另一类是所谓的螯龙虾(海螯虾)属。
οὗτοι δὲ διαφέρουσι τῶν καράβων τῷ ἔχειν χηλὰς καὶ ἄλλας τινὰς διαφορὰς οὐ πολλάς.
后者与龙虾的区别在于它们具有螯,以及其他一些为数不多的差异。
Ἓν δὲ τὸ τῶν καρίδων, καὶ ἄλλο τὸ τῶν καρκίνων.
还有一类是虾属,另一类是蟹属。
Γένη δὲ πλείω τῶν καρίδων ἐστὶ καὶ τῶν καρκίνων, τῶν μὲν καρίδων αἵ τε κυφαὶ καὶ αἱ κράγγονες καὶ τὸ μικρὸν γένος (αὗται γὰρ οὐ γίνονται μείζους), τῶν δὲ καρκίνων παντοδαπώτερον τὸ γένος καὶ οὐκ εὐαρίθμητον.
虾和蟹都包含若干个属:在虾属中,有弯背虾、褐沙虾以及微型虾属(因为这些虾不会长得更大);而蟹属的种类则更为多样,难以尽数。
Μέγιστον μὲν οὖν ἐστὶν ἃς καλοῦσι μαίας, δεύτερον δὲ οἵ τε πάγουροι καὶ οἱ Ἡρακλεωτικοὶ καρκίνοι, ἔτι δ’ οἱ ποτάμιοι· οἱ δ’ ἄλλοι ἐλάττους καὶ ἀνωνυμώτεροι.
其中最大的是人们称为“蜘蛛蟹”的一种,其次是黄道蟹和赫拉克利亚蟹,此外还有淡水蟹;其余的则较小,且大多无名。
Περὶ δὲ τὴν Φοινίκην γίνονται ἐν τῷ αἰγιαλῷ οὓς καλοῦσιν ἱππεῖς διὰ τὸ οὕτως ταχέως θεῖν ὥστε μὴ ῥᾴδιον εἶναι καταλαβεῖν· ἀνοιχθέντες δὲ κενοὶ διὰ τὸ μὴ ἔχειν νομήν.
在腓尼基附近的海岸上,生活着一种被称为“骑兵”的蟹,因为它们跑得极快,不易捕捉;将它们剖开后发现里面是空的,因为它们没有食物。
Ἔστι δὲ καὶ ἕτερον γένος μικρὸν μὲν ὥσπερ οἱ καρκίνοι, τὸ δὲ εἶδος ὅμοιον τοῖς ἀστακοῖς.
还有另一类,体型像螃蟹一样小,但外形却类似于螯龙虾。
Πάντα μὲν οὖν ταῦτα, καθάπερ εἴρηται πρότερον, τὸ μὲν στερεὸν καὶ ὀστρακῶδες ἐκτὸς ἔχει ἐν τῇ χώρᾳ τῇ τοῦ δέρματος, τὸ δὲ σαρκῶδες ἐντός, τὰ δ’ ἐν τοῖς ὑπτίοις πλακωδέστερα, εἰς ἃ καὶ ἐκτίκτουσιν αἱ θήλειαι.
正如先前所说,所有这些动物在皮肤的位置上,其坚硬的外壳都在外部,而肉质部分则在内部;它们腹侧的部分较为平坦,雌蟹也将卵产于此处。
Πόδας δ’ οἱ μὲν κάραβοι ἐφ’ ἑκάτερα ἔχουσι πέντε σὺν ταῖς ἐσχάταις χηλαῖς· ὁμοίως δὲ καὶ οἱ καρκίνοι δέκα τοὺς πάντας σὺν ταῖς χηλαῖς.
龙虾每侧各有五条足,包括最末端的螯;同样,螃蟹总共也有十条足,包括螯在内。
Τῶν δὲ καρίδων αἱ μὲν κυφαὶ πέντε μὲν ἐφ’ ἑκάτερα ἔχουσιν, ὀξεῖς τοὺς πρὸς τῇ κεφαλῇ, ἄλλους δὲ πέντε ἐφ’ ἑκάτερα κατὰ τὴν γαστέρα, τὰ ἄκρα ἔχοντας πλατέα· πλάκας δ’ ἐν τοῖς ὑπτίοις οὐκ ἔχουσι, τὰ δ’ ἐν τοῖς πρανέσιν ὅμοια τοῖς καράβοις.
在虾类中,弯背虾每侧各有五条足,靠近头部的那些呈尖状,而在腹部每侧另有五条足,其末端扁平;它们的腹侧没有甲板,但背部的构造与龙虾相似。
Ἡ δὲ κραγγὼν τὸ ἀνάπαλιν· τοὺς πρώτους γὰρ ἔχει τέτταρας ἐφ’ ἑκάτερα, εἶτ’ ἄλλους ἐχομένους λεπτοὺς τρεῖς ἐφ’ ἑκάτερα, τὸ δὲ λοιπὸν πλεῖον μόριον τοῦ σώματος ἄπουν ἐστίν.
褐沙虾则相反:它首先每侧各有四条足,接着每侧紧密相连的有三条细足,而身体其余的大部分是没有足的。
Κάμπτονται δ’ οἱ μὲν πόδες πάντων εἰς τὸ πλάγιον, ὥσπερ καὶ τῶν ἐντόμων, αἱ δὲ χηλαί, ὅσα ἔχει χηλάς, εἰς τὸ ἐντός.
所有这些动物的足都向侧面弯曲,就像昆虫的足一样;而对于有螯的动物,其螯则向内侧弯曲。
Ἔχει δ’ ὁ κάραβος καὶ κέρκον, πτερύγια δὲ πέντε· καὶ ἡ καρὶς ἡ κυφὴ τὴν οὐρὰν καὶ πτερύγια τέτταρα.
龙虾还具有尾部和五个鳍;弯背虾也有尾部和四个鳍。
Ἔχει δὲ καὶ ἡ κραγγὼν πτερύγια ἐφ’ ἑκάτερα ἐν τῇ οὐρᾷ· τὸ δὲ μέσον αὐτῶν ἀμφότεραι ἀκανθῶδες, πλὴν αὗται μὲν πλατύ, ἡ δὲ κυφὴ ὀξύ.
褐沙虾同样在尾部的每侧都有鳍;两者的鳍中央都呈棘刺状,只是后者的棘刺较宽,而弯背虾的较尖。
Ὁ δὲ καρκίνος μόνος τῶν τοιούτων ἀνορροπύγιον· καὶ τὸ σῶμα τὸ μὲν τῶν καρίδων καὶ τῶν καράβων πρόμηκες, τὸ δὲ τῶν καρκίνων στρογγύλον.
在此类动物中,唯有螃蟹没有尾部;而且虾和龙虾的身体是细长的,而螃蟹的身体是圆的。
Διαφέρει δ’ ὁ κάραβος ὁ ἄρρην τῆς θηλείας· τῆς μὲν γὰρ θηλείας ὁ πρῶτος ποὺς δίκρους ἐστί, τοῦ δ’ ἄρρενος μῶνυξ, καὶ τὰ πτερύγια τὰ ἐν τῷ ὑπτίῳ ἡ μὲν θήλεια μεγάλα ἔχει καὶ ἐπαλλάττοντα πρὸς τῷ τραχήλῳ, ὁ δ’ ἄρρην ἐλάττω καὶ οὐκ ἐπαλλάττοντα· ἔτι τοῦ μὲν ἄρρενος ἐν τοῖς τελευταίοις ποσὶ μεγάλα καὶ ὀξέα ἐστὶν ὥσπερ πλῆκτρα, τῆς δὲ θηλείας ταῦτα μικρὰ καὶ λεῖα.
雄性龙虾与雌性不同:雌性的第一条足是分叉的,而雄性的则是单爪的;至于腹侧的鳍状肢,雌性的较大且在颈部附近互相重叠,而雄性的较小且不重叠;此外,雄性的最后两条足上有像距一样大而尖的突起,而雌性的则小而平滑。
Ὁμοίως δ’ ἔχουσιν ἀμφότερα κεραίας δύο πρὸ τῶν ὀφθαλμῶν μεγάλας καὶ τραχείας, καὶ ἄλλα κεράτια μικρὰ ὑποκάτω λεῖα.
同样,双亲在眼睛前方都有两条粗大且粗糙的触角,在它们下方还有其他细小而平滑的小触角。
Τὰ δ’ ὄμματα πάντων τούτων ἐστὶ σκληρόφθαλμα, καὶ κινεῖται καὶ ἐντὸς καὶ ἐκτὸς καὶ εἰς τὸ πλάγιον· ὁμοίως δὲ καὶ τοῖς καρκίνοις τοῖς πλείστοις, καὶ ἔτι μᾶλλον.
所有这些动物的眼睛都是硬眼,并且可以向内、向外和向侧面运动;大多数螃蟹也是如此,甚至运动得更厉害。
Ὁ δ’ ἀστακὸς τὸ μὲν ὅλον ὑπόλευκον ἔχει τὸ χρῶμα, μέλανι δὲ διαπεπασμένον.
螯龙虾的整体颜色呈偏白,并点缀着黑色斑点。
Ἔχει δὲ τοὺς μὲν ὑποκάτω πόδας τοὺς ἄχρι τῶν μεγάλων ὀκτώ, μετὰ δὲ ταῦτα τοὺς μεγάλους πολλῷ μείζους καὶ ἐξ ἄκρου πλατυτέρους ἢ ὁ κάραβος, ἀνωμάλους δ’ αὐτούς· ὁ μὲν γὰρ δεξιὸς τὸ πλατὺ τὸ ἔσχατον πρόμηκες ἔχει καὶ λεπτόν, ὁ δ’ ἀριστερὸς παχὺ καὶ στρογγύλον.
螯龙虾在螯足之前有八条下侧的足,在此之后是两条极大的螯足,它们比龙虾的足要大得多,且末端更宽,而且左右不对称:右螯最末端的扁平部分细长而薄,而左螯则厚而圆。
Ἐξ ἄκρου δ’ ἑκάτερος ἐσχισμένος ὥσπερ σιαγὼν ὀδόντας ἔχων καὶ κάτωθεν καὶ ἄνωθεν, πλὴν ὁ μὲν δεξιὸς μικροὺς ἅπαντας καὶ καρχαρόδοντας, ὁ δ’ ἀριστερὸς ἐξ ἄκρου μὲν καρχαρόδοντας, τοὺς δ’ ἐντὸς ὥσπερ γομφίους, ἐκ μὲν τοῦ κάτω μέρους τέτταρας καὶ συνεχεῖς, ἄνωθεν δὲ τρεῖς καὶ οὐ συνεχεῖς.
两个螯足的末端都像下颌一样裂开,上下都长有齿;只是右螯的齿全部细小且呈锯齿状,而左螯的末端虽呈锯齿状,但内部的齿却像臼齿,下部有四个连续的齿,上部有三个不连续的齿。
Κινοῦσι δὲ τὸ ἄνω μέρος ἀμφότεροι, καὶ προσπιέζουσι πρὸς τὸ κάτω· βλαισοὶ δ’ ἀμφότεροι τῇ θέσει, καθάπερ πρὸς τὸ λαβεῖν καὶ πιέσαι πεφυκότες.
两只螯足都运动上部并压向底部;两者的位置都是弯曲的,仿佛天生就适合抓取和挤压。
Ἐπάνω δὲ τῶν μεγάλων ἄλλοι δύο δασεῖς, μικρὸν ὑποκάτω τοῦ στόματος, καὶ ὑποκάτω τούτων τὰ βραγχιώδη τὰ περὶ τὸ στόμα, δασέα καὶ πολλά.
在大螯上方,口部稍下方,还有另外两条多毛的足;在这些足的下方是口周围的鳃状器官,既多毛又繁多。
Ταῦτα δ’ ἀεὶ διατελεῖ κινῶν· κάμπτει δὲ καὶ προσάγεται τοὺς δύο πόδας πρὸς τὸ στόμα τοὺς δασεῖς.
它们一直保持运动;并且将两条多毛的足弯曲并引向口部。
Ἔχουσι δὲ καὶ παραφυάδας λεπτὰς οἱ πρὸς τῷ στόματι πόδες.
靠近口部的足也具有细小的附属物。