Humanitext Reader

アリストテレス · 動物誌 §4.1#2

頭足類の内部構造と雌雄の差異およびタコ類の多様性

51 / 189 箇所 · ギリシア語

要旨

大ヤリイカとヤリイカの形態的差異に始まり、軟体類の内部消化器官、ミュティス、墨汁嚢、内殻(甲)の構造、雌雄の形態的・生殖器官的な違い、そしてエレドーネーやアオイガイ(ナウティロス)を含むタコ類の多様な属について説明する。

§4.1#2Διαφέρουσι δὲ τῷ σχήματι τῶν τευθίδων οἱ τεῦθοι·
大ヤリイカは、ヤリイカと形において異なる。
πλατύτερον γάρ ἐστι τὸ ὀξὺ τῶν τεύθων, ἔτι δὲ τὸ κύκλῳ πτερύγιον περὶ ἅπαν ἐστὶ τὸ κύτος· τῇ δὲ τευθίδι ἐλλείπει.
大ヤリイカの尖った部分はより幅広く、さらに胴体の全体にわたってその周囲に鰭があるが、ヤリイカにはこれが欠けている。
Ἔστι δὲ πελάγιον, ὥσπερ καὶ ἡ τευθίς.
また、大ヤリイカはヤリイカと同様に外洋性である。
Μετὰ δὲ τοὺς πόδας ἡ κεφαλή ἐστιν ἁπάντων ἐν μέσῳ τῶν ποδῶν τῶν καλουμένων πλεκτανῶν.
足の次には頭があり、それはすべてのものにおいて、いわゆる触手と呼ばれる足の真ん中に位置している。
Ταύτης δὲ τὸ μέν ἐστι στόμα, ἐν ᾧ εἰσὶ δύο ὀδόντες·
この頭には一方に口があり、その中には2つの歯がある。
ὑπὲρ δὲ τούτων ὀφθαλμοὶ μεγάλοι δύο, ὧν τὸ μεταξὺ μικρὸς χόνδρος ἔχων ἐγκέφαλον μικρόν.
これらの上方には大きな目が2つあり、その間には小さな脳を含む小さな軟骨がある。
Ἐν δὲ τῷ στόματί ἐστι μικρὸν σαρκῶδες·
口の中には小さな肉質の部分がある。
γλῶτταν δ’ οὐκ ἔχει αὐτῶν οὐδέν, ἀλλὰ τούτῳ χρῆται ἀντὶ γλώττης.
それらのどれも舌は持たないが、これを舌の代わりに用いる。
Μετὰ δὲ τοῦτο ἔξωθεν μὲν ἔστιν ἰδεῖν τὸ φαινόμενον κύτος.
この後、外側からは、見えている胴体を観察することができる。
Ἔστι δ’ αὐτοῦ ἡ σὰρξ σχιστή, οὐκ εἰς εὐθὺ μέν τοι ἀλλὰ κύκλῳ·
その肉は裂けるが、まっすぐではなく環状に裂ける。
δέρμα δ’ ἔχουσι πάντα τὰ μαλάκια περὶ ταύτην.
すべての軟体類は、この肉の周囲に皮を持っている。
Μετὰ δὲ τὸ στόμα ἔχουσιν οἰσοφάγον μακρὸν καὶ στενόν, ἐχόμενον δὲ τούτου πρόλοβον μέγαν καὶ περιφερῆ ὀρνιθώδη.
口の次には長くて狭い食道があり、これに続いて、鳥のそれのように、丸くて大きな「そのう」がある。
Τούτου δ’ ἔχεται ἡ κοιλία οἷον ἤνυστρον·
これに続いて、胃があり、これは第4胃のようなものである。
τὸ δὲ σχῆμα ὅμοιον τῇ ἐν τοῖς κήρυξιν ἑλίκῃ.
その形はツノガイの螺旋に似ている。
Ἀπὸ δὲ ταύτης ἄνω πάλιν φέρει πρὸς τὸ στόμα ἔντερον λεπτόν· παχύτερον δ’ ἐστὶ τοῦ στομάχου τὸ ἔντερον.
この胃から再び上方へと、口の方に向かって細い腸が伸びており、腸は食道よりも太い。
Σπλάγχνον δ’ οὐδὲν ἔχει τῶν μαλακίων, ἀλλ’ ἢν καλοῦσι μύτιν, καὶ ἐπὶ ταύτῃ θολόν.
軟体類は内臓を全く持たず、ただ彼らが「ミュティス」と呼ぶものがあり、これの上に墨汁嚢がある。
Τοῦτον δὲ πλεῖστον αὐτῶν καὶ μέγιστον ἡ σηπία ἔχει·
この墨汁を、それらのうちで最も多く、最も大きく持っているのはコウイカである。
ἀφίησι μὲν οὖν ἅπαντα, ὅταν φοβηθῇ, μάλιστα δὲ ἡ σηπία.
恐れたときにはすべてのものがこれを吐き出すが、特にコウイカがそうである。
Ἡ μὲν οὖν μύτις κεῖται ὑπὸ τὸ στόμα, καὶ δι’ αὐτῆς τείνει ὁ στόμαχος·
さて、ミュティスは口の下に位置し、その中を食道が通っている。
ᾗ δὲ τὸ ἔντερον ἀνατείνει, κάτωθεν ὁ θολός, καὶ τῷ αὐτῷ ὑμένι περιεχόμενον ἔχει τὸν πόρον τῷ ἐντέρῳ, καὶ ἀφίησι κατὰ ταὐτὸν τόν τε θολὸν καὶ τὸ περίττωμα·
腸が上方へと伸びる箇所には、下側に墨汁嚢があり、腸と同じ膜に包まれながら、腸と同一の通路を持っている。 そして、墨汁と排泄物を同じ場所から吐き出す。
ἔχουσι δὲ καὶ τριχώδη ἄττα ἐν τῷ σώματι.
また、体内には何か毛のようなものもある。
Τῇ μὲν οὖν σηπίᾳ καὶ τῇ τευθίδι καὶ τῷ τεύθῳ ἐντός ἐστι τὰ στερεὰ ἐν τῷ πρανεῖ τοῦ σώματος, ἃ καλοῦσι τὸ μὲν σήπιον τὸ δὲ ξίφος.
さて、コウイカ、ヤリイカ、大ヤリイカにおいては、体内の背側に固い部分があり、これらはそれぞれコウイカの甲、ヤリイカの甲と呼ばれる。
Διαφέρει δέ·
これらは異なっている。
τὸ μὲν γὰρ σήπιον ἰσχυρὸν καὶ πλατύ ἐστι, μεταξὺ ἀκάνθης καὶ ὀστοῦ, ἔχον ἐν αὑτῷ ψαθυρότητα σομφήν, τὸ δὲ τῶν τευθίδων λεπτὸν καὶ χονδρωδέστερον.
コウイカの甲は頑丈で幅広く、背骨と骨の中間的な性質であり、その内部はもろく多孔質である。 一方、ヤリイカのものは薄く、より軟骨に近い。
Τῷ δὲ σχήματι διαφέρουσιν ἀλλήλων ὥσπερ καὶ τὰ κύτη.
また、それらの胴体の形が互いに異なるように、これらも形において互いに異なっている。
Οἱ δὲ πολύποδες οὐκ ἔχουσιν ἔσω τερεὸν τοιοῦτον οὐδέν, ἀλλὰ περὶ τὴν κεφαλὴν χονδρῶδες, ὃ γίνεται, ἐάν τις αὐτῶν παλαιωθῇ, σκληρόν.
タコはこのような内部の固い部分を全く持たず、頭の周囲に軟骨上のものがあり、これは年老いると硬くなる。
Τὰ δὲ θήλεα τῶν ἀρρένων διαφέρουσιν·
雌は雄と異なる。
οἱ μὲν γὰρ ἄρρενες ἔχουσι πόρον ὑπὸ τὸν στόμαχον, ἀπὸ τοῦ ἐγκεφάλου τείνοντα πρὸς τὰ κάτω τοῦ κύτους·
雄は食道の下に、脳から胴体の下方へと伸びる管を持っている。
ἔστι δὲ πρὸς ὃ τείνει, ὅμοιον μαστῷ·
それが伸びている先は乳頭に似ている。
ἐν δὲ ταῖς θηλείαις δύο τε ταῦτ’ ἐστὶ καὶ ἄνω.
雌においては、これらが2つあり、上方にある。
Ἀμφοτέροις δ’ ὑπὸ ταῦτα ἐρυθρὰ ἄττα σωμάτια πρόσεστιν.
両者ともに、これらの下にはいくつかの赤い小さな体が付着している。
Τὸ δ’ ᾠὸν ὁ μὲν πολύπους ἓν καὶ ἀνώμαλον ἔξωθεν καὶ μέγα ἴσχει·
タコは、外側からは一つで、デコボコした、大きな卵を持つ。
ἔσω δὲ τὸ ὑγρόν, ὁμόχρουν ἅπαν καὶ λεῖον, χρῶμα δὲ λευκόν·
内部の液体は、すべて同じ色で滑らかであり、白色である。
τὸ δὲ πλῆθος τοῦ ᾠοῦ τοσοῦτον ὥστε πληροῦν ἀγγεῖον μεῖζον τῆς τοῦ πολύποδος κεφαλῆς.
卵の量は非常に多く、タコの頭よりも大きな容器を満たすほどである。
Ἡ δὲ σηπία δύο τε τὰ κύτη καὶ πολλὰ ᾠὰ ἐν τούτοις, χαλάζαις ὅμοια λευκαῖς.
コウイカは 2つの卵巣嚢と、これらの中に多くの卵を持っており、これらは白い霰に似ている。
Ἕκαστα δὲ τούτων ὡς κεῖται τῶν μορίων, θεωρείσθω ἐκ τῆς ἐν ταῖς ἀνατομαῖς διαγραφῆς.
これらの各部分がどのように位置しているかは、解剖図から観察されるべきである。
Πάντα δὲ τὰ ἄρρενα ταῦτα τῶν θηλειῶν διαφέρει, καὶ μάλιστα ἡ σηπία·
これらすべての雄は雌と異なり、特にコウイカにおいて著しい。
τά τε γὰρ πρανῆ τοῦ κύτους πάντα μελάντερα τῶν ὑπτίων τραχύτερά τε ἔχει ὁ ἄρρην τῆς θηλείας, καὶ διαποίκιλα ῥάβδοις, καὶ τὸ ὀρροπύγιον ὀξύτερον.
雄は雌に比べて、胴体の背側がすべて腹側より黒く、よりざらざらしており、縞模様で彩られ、尾部がより尖っている。
Ἔστι δὲ γένη πλείω πολυπόδων, ἓν μὲν τὸ μάλιστ’ ἐπιπολάζον καὶ μέγιστον αὐτῶν (εἰσὶ δὲ πολὺ μείζους οἱ πρόσγειοι τῶν πελαγίων), ἔτι δ’ ἄλλοι μικροί, ποικίλοι, οἳ οὐκ ἐσθίονται.
タコにはいくつかの属がある。 一つは最も普通に見られ、それらのうちで最大のものである(沿岸のものは外洋のものよりはるかに大きい)。 さらに他には小さく、まだら模様で、食用にされないものがある。
Ἄλλα τε δύο, ἥ τε καλουμένη ἑλεδώνη, μήκει τε διαφέρουσα τῷ τῶν ποδῶν καὶ τῷ μονοκότυλον εἶναι μόνην τῶν μαλακίων (τὰ γὰρ ἄλλα πάντα δικότυλά ἐστι), καὶ ἣν καλοῦσιν οἱ μὲν βολίταιναν οἱ δ’ ὄζολιν.
他に2つあり、一つはいわゆるエレドーネーであり、これは足の長さにおいて異なり、軟体類の中で唯一、吸盤が一列である(他はすべて二列である)。 もう一つは、ある者はボリタイナ、ある者はオゾリスと呼ぶものである。
Ἔτι δ’ ἄλλοι δύο ἐν ὀστρείοις, ὅ τε καλούμενος ὑπό τινων ναυτίλος καὶ ποντίλος, ὑπ’ ἐνίων δ’ ᾠὸν πολύποδος·
さらに、貝殻に入っているものが他に2つある。 一つはある人々によってナウティロスやポンティロスと呼ばれ、また別の人々からは「タコの卵」と呼ばれる。
τὸ δ’ ὄστρακον αὐτοῦ ἐστὶν οἷον κτεὶς κοῖλος καὶ οὐ συμφυής.
その殻は中空の櫛のようであり、密着してはいない。
Οὗτος νέμεται πολλάκις παρὰ τὴν γῆν, εἶθ’ ὑπὸ τῶν κυμάτων ἐκκλύζεται εἰς τὸ ξηρόν, καὶ περιπεσόντος τοῦ ὀστρέου ἁλίσκεται καὶ ἐν τῇ γῇ ἀποθνήσκει.
これはしばしば陸地の近くで餌をあさり、その後、波によって乾いた陸地に打ち上げられ、殻が脱落すると捕らえられ、陸上で死んでしまう。
Εἰσὶ δ’ οὗτοι μικροί, τὸ εἶδος ὅμοιοι ταῖς βολιταίναις.
これらは小さく、姿はボリタイナに似ている。
Καὶ ἄλλος ἐν ὀστράκῳ οἷον κοχλίας, ὃς οὐκ ἐξέρχεται ἐκ τοῦ ὀστράκου, ἀλλ’ ἔνεστιν ὥσπερ ὁ κοχλίας, καὶ ἔξω ἐνίοτε τὰς πλεκτάνας προτείνει.
もう一つはカタツムリのような殻に入っているもので、これは殻から外に出ることはなく、カタツムリのようにその中に留まり、時々外に触手を伸ばす。
Περὶ μὲν οὖν τῶν μαλακίων εἴρηται.
さて、軟体類については述べた。

語釈・文法注

  1. 4.1#2τὸ ὀξὺ τῶν τεύθων — τὸ ὀξύ は中性単数形容詞の名詞化で、「尖った末端部」を意味する。τῶν τεύθων(属格・複数形)がこれに係る。
  2. 4.1#2ὧν τὸ μεταξύ — 関係代名詞 ὧν(属格・複数)の先行詞は、直前の ὀφθαλμοὶ μεγάλοι δύο(二つの大きな目)である。属格は名詞的に機能する前置詞的副詞 μεταξύ(〜の間)を修飾している。
  3. 4.1#2περιπεσόντος τοῦ ὀστρέου — 属格独立構文(absolute genitive)。自動詞 περιπίπτω はここでは「脱落する、外れる」という意味。主節の主語である nautilos とは異なる主語を持つ一連の付帯状況や原因を表す。

この箇所を引用する

アリストテレス, 動物誌 §4.1#2. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:4.1%232

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。