Humanitext Reader

亚里士多德 · 动物志 §4.11

动物中雌雄的有无与性别的身体特征差异

第 67 段,共 189 段 · 希腊语

内容简介

本章探讨了各类动物中雌雄性别的存在与否,并详细论述了雌雄两性在体型、寿命、身体部位特征、肉质、声音及防卫器官等方面的解剖学与生理学差异。

§4.11τὸ δ’ ἄρρεν καὶ θῆλυ τοῖς μὲν ὑπάρχει τῶν ζῴων, τοῖς δ’ οὐχ ὑπάρχει, ἀλλὰ καθ’ ὁμοιότητά τινα καὶ τίκτειν λέγονται καὶ κύειν.
雄性与雌性存在于某些动物中,而在另一些动物中则不存在,它们只是由于某种相似性而被说成能生育或怀孕。
Ἔστι δ’ οὐθὲν ἄρρεν καὶ θῆλυ ἐν τοῖς μονίμοις, οὐδ’ ὅλως ἐν τοῖς ὀστρακοδέρμοις.
在固着性的动物中,以及在壳皮类中,完全没有雄性和雌性之分。
Ἐν δὲ τοῖς μαλακίοις καὶ τοῖς μαλακοστράκοις ἔστι τὸ μὲν θῆλυ τὸ δ’ ἄρρεν, καὶ ἐν τοῖς πεζοῖς καὶ ἐν τοῖς δίποσι καὶ τετράποσι καὶ πᾶσιν ὅσα ἐκ συνδυασμοῦ τίκτει ζῷον ἢ ᾠὸν ἢ σκώληκα.
但在软体动物和软甲动物中,则有雌雄之分,在陆生动物、双足动物、四足动物以及所有通过交配而产下动物、卵或蛆的动物中也是如此。
Ἐν μὲν οὖν τοῖς ἄλλοις γένεσιν ἁπλῶς ἢ ἔστιν ἢ οὐκ ἔστιν, οἷον ἐν μὲν τοῖς τετράποσι πᾶσιν ἔστι τὸ μὲν θῆλυ τὸ δ’ ἄρρεν, ἐν δὲ τοῖς ὀστρακοδέρμοις οὐκ ἔστιν, ἀλλ’ ὥσπερ ἐν φυτοῖς τὰ μὲν εὔφορά ἐστι τὰ δ’ ἄφορα, οὕτω καὶ ἐν τούτοις.
在其他类别中,性别要么简单地存在,要么不存在;例如,在所有四足动物中都有雌雄之分,但在壳皮类中则没有,而是正如植物中有些能结果而有些不结果一样,在这些动物中也是如此。
Ἐν δὲ τοῖς ἐντόμοις καὶ τοῖς ἰχθύσιν ἐστὶ τὰ μὲν ὅλως οὐκ ἔχοντα ταύτην τὴν διαφορὰν ἐπ’ οὐδέτερον, οἷον ἐγχέλυς οὔτε ἄρρεν ἐστὶν οὔτε θῆλυ, οὐδὲ γεννᾷ ἐξ αὑτῆς οὐδέν, ἀλλ’ οἱ μὲν λέγοντες ὅτι τριχώδη καὶ ἑλμινθώδη προσπεφυκότ’ ἔχουσαί ποτέ τινες φαίνονται, οὐ προσθεωρήσαντες τὸ ποῦ ἔχουσιν ἀσκέπτως λέγουσιν.
但在昆虫和鱼类中,有些动物完全没有这两者之间的区别,例如鳗鱼既非雄性也非雌性,自身也不产生任何东西,但那些说有时看到某些鳗鱼身上附着着毛发状和蠕虫状物体的人,是没有仔细观察它们长在何处便轻率发言的。
Οὔτε γὰρ ζῳοτοκεῖ ἄνευ ᾠοτοκίας οὐδὲν τῶν τοιούτων, ᾠὸν δ’ οὐδεμία πώποτε ὦπται ἔχουσα· ὅσα τε ζῳοτοκεῖ, ἐν τῇ ὑστέρᾳ ἔχει καὶ προσπεφυκότα, ἀλλ’ οὐκ ἐν τῇ γαστρί· ἐπέττετο γὰρ ἂν ὥσπερ ἡ τροφή.
因为此类动物中没有一种在不产卵的情况下产下活胎,而从未有人见过任何鳗鱼怀有卵;此外,所有产下活胎的动物,其胎儿都附着在子宫里,而不是在胃里,因为在胃里就会像食物一样被消化掉。
Ἣν δὲ λέγουσι διαφορὰν ἄρρενος ἐγχέλυος καὶ θηλείας τῷ τὸν μὲν μείζω κεφαλὴν ἔχειν καὶ μακροτέραν, τὴν δὲ θήλειαν μικρὰν καὶ σιμοτέραν, οὐ τοῦ θήλεος ἢ ἄρρενος λέγουσιν, ἀλλὰ τοῦ γένους.
至于他们所说的雄鳗鱼和雌鳗鱼的区别——即一者头部较大且较长,而雌者头部较小且较平,他们说的不是雌雄之别,而是种属之别。
Εἰσὶ δέ τινες ἰχθύες οἳ καλοῦνται ἐπιτραγίαι, γίνονται δὲ τῶν ποταμίων τοιοῦτοι κυπρῖνος καὶ βάλαγρος· οὐκ ἔχουσι δὲ οἱ τοιοῦτοι οὔτε ᾠὸν οὔτε θορὸν οὐδέποτε, ἀλλ’ ὅσοι στερεοί εἰσι καὶ πίονες, ἔντερον μικρὸν ἔχουσι, καὶ δοκοῦσιν ἄριστοι οὗτοι εἷναι.
有一些鱼被称为“阉鱼”,在淡水鱼中,鲤鱼和巴拉格罗斯鱼会变成这样;此类鱼绝无卵和精液,而是肉质坚实且肥美,只有一条小肠,它们被认为是最美味的。
Ἔτι δ’ ἔνια, καθάπερ ἐν τοῖς ὀστρακοδέρμοις καὶ φυτοῖς τὸ μὲν τίκτον ἐστὶ καὶ γεννῶν, τὸ δ’ ὀχεῦον οὐκ ἔστιν, οὕτω καὶ ἐν τοῖς ἰχθύσι τὸ τῶν ψηττῶν γένος καὶ τὸ τῶν ἐρυθρίνων καὶ αἱ χάνναι· πάντα γὰρ τὰ τοιαῦτα ᾠὰ φαίνεται ἔχοντα.
此外,正如在壳皮类和植物中,只有生育和产出的部分,而没有交尾的部分一样,在鱼类中,比目鱼类、赤鲷类以及花鲈也是如此;因为所有此类鱼显然都怀有卵。
Ἐν μὲν οὖν τοῖς πεζοῖς καὶ ἐναίμοις τῶν ζῴων ὅσα μὴ ᾠοτοκεῖ, τὰ πλεῖστα μείζω καὶ μακροβιώτερα τὰ ἄρρενα τῶν θηλειῶν εἰσί, πλὴν ἡμίονος, τούτων δ’ αἱ θήλειαι μακροβιώτεραι καὶ μείζους· ἐν δὲ τοῖς ᾠοτόκοις καὶ τοῖς σκωληκοτόκοις, οἷον ἔν τε τοῖς ἰχθύσι καὶ ἐπὶ τῶν ἐντόμων, μείζω τὰ θήλεα τῶν ἀρρένων ἐστίν, οἷον ὄφεις καὶ φαλάγγια καὶ ἀσκαλαβῶται καὶ βάτραχοι.
因此,在陆生且有血的非产卵动物中,大多数雄性比雌性更大且寿命更长,但骡子除外,骡子中雌性寿命更长且体型更大;但在产卵和产蛆的动物中,例如鱼类和昆虫中,雌性比雄性更大,例如蛇、毒蜘蛛、壁虎和青蛙。
Καὶ ἐπὶ τῶν ἰχθύων δ’ ὡσαύτως, οἷον τά τε σελάχη τὰ μικρὰ καὶ τῶν ἀγελαίων τὰ πλεῖστα, τὰ δὲ πετραῖα πάντα.
鱼类中也是如此,例如小型软骨鱼类、大多数群居鱼类,以及所有岩礁性鱼类。
Ὅτι δὲ μακροβιώτεροι τῶν ἰχθύων αἱ θήλεις τῶν ἀρρένων, δῆλον ἐκ τοῦ παλαιότερα ἁλίσκεσθαι τὰ θήλεα τῶν ἀρρένων.
而雌鱼比雄鱼寿命更长,这从捕获的雌鱼比雄鱼更年老中显而易见。
Ἔστι δὲ τὰ μὲν ἄνω καὶ πρόσθια πάντων τῶν ζῴων τὰ ἄρρενα κρείττω καὶ ἰσχυρότερα καὶ εὐοπλότερα, τὰ δ’ ὡς ἂν ὀπίσθια καὶ κάτω λεχθέντα τῶν θηλέων.
在所有动物中,雄性的上部和前部更为优越、强壮且武器完备,而可以被称为后部和下部的部分则是雌性更为优越。
Τοῦτο δὲ καὶ ἐπ’ ἀνθρώπων καὶ ἐπὶ τῶν ἄλλων ζῴων τῶν πεζῶν καὶ ζῳοτόκων πάντων ἔχει τὸν αὐτὸν τρόπον.
这在人类以及所有其他陆生、胎生动物中都是一样的。
Καὶ ἀνευρότερον δὲ καὶ ἀναρθρότερον τὸ θῆλυ μᾶλλον, καὶ λεπτοτριχώτερον, ὅσα τρίχας ἔχει· τὰ δὲ μὴ τρίχας ἔχοντα κατὰ τὸ ἀνάλογον.
雌性更缺乏腱,关节更弱,在有毛的动物中毛发更细;无毛的动物则按比例相应。
Καὶ ὑγροσαρκότερα δὲ τὰ θήλεα τῶν ἀρρένων καὶ γονυκροτώτερα, καὶ αἱ κνῆμαι λεπτότεραι· τοὺς δὲ πόδας γλαφυρωτέρους, ὅσα τὰ μόρια ταῦτ’ ἔχει τῶν ζῴων.
而且雌性的肉质比雄性更多水,且容易膝盖碰撞,小腿更细;在拥有这些部位的动物中,雌性的脚也更纤巧。
Καὶ περὶ φωνῆς δέ, πάντα τὰ θήλεα λεπτοφωνότερα καὶ ὀξυφωνότερα, πλὴν βοός, ὅσα ἔχει φωνήν· οἱ δὲ βόες βαρύτερον φθέγγονται αἱ θήλειαι τῶν ἀρρένων.
关于声音,在所有有声的动物中,除了牛以外,雌性的声音都更细、更高;而雌牛的声音比雄牛更低沉。
Τὰ δὲ πρὸς ἀλκὴν ἐν τῇ φύσει ὑπάρχοντα μόρια, οἷον ὀδόντες καὶ χαυλιόδοντες καὶ κέρατα καὶ πλῆκτρα καὶ ὅσα ἄλλα τοιαῦτα μόρια, ἐν ἐνίοις μὲν γένεσιν ὅλως τὰ μὲν ἄρρενα ἔχει τὰ δὲ θήλεα οὐκ ἔχει, οἷον κέρατα ἔλαφος θήλεια οὐκ ἔχει καὶ τῶν ὀρνίθων τῶν πλῆκτρα ἐχόντων ἐνίων αἱ θήλειαι ὅλως πλῆκτρα οὐκ ἔχουσιν· ὁμοίως δὲ καὶ χαυλιόδοντας αἱ θήλειαι οὐκ ἔχουσι τῶν ὑῶν.
至于自然中用于防卫的部位,如牙齿、獠牙、角、距以及所有其他此类部位,在某些物种中完全是雄性拥有而雌性没有,例如雌鹿没有角,在某些有距的鸟类中,雌鸟完全没有距;同样地,雌猪也没有獠牙。
Ἐν ἐνίοις δὲ ὑπάρχει μὲν ἀμφοῖν, ἀλλὰ κρείττω καὶ μᾶλλον τοῖς ἄρρεσιν, οἷον τὰ κέρατα τῶν ταύτων ἰσχυρότερα τῶν θηλειῶν βοῶν.
但在某些物种中,两者都拥有,但雄性的更为优越且发达,例如公牛的角比母牛的角更强壮。

词汇与语法注释

  1. p.130τοῖς μὲν ὑπάρχει τῶν ζῴων, τοῖς δ’ οὐχ ὑπάρχει — 代词短语 τοῖς μὲν... τοῖς δ' 作为表示占有的与格,与存在动词 ὑπάρχει 连用。τῶν ζῴων 则作为部分属格修饰这些与格成分。
  2. p.130τὸ ποῦ ἔχουσιν — 间接疑问从句 ποῦ ἔχουσιν 被中性单数冠词 τό 名词化,整体作为现在分词 προσθεωρήσαντες 的直接宾语。
  3. p.130ἐπέττετο γὰρ ἂν ὥσπερ ἡ τροφή — 语气词 ἄν 与未完成过去直陈式被动语态 ἐπέττετο(动词 πέττω 的被动式)结合,用于表示与事实相反的虚拟语气。其条件从句(如“如果是在胃里”)在文脉中被省略。
  4. p.130Ἣν δὲ λέγουσι διαφορὰν — 关系吸引的一个实例。先行词 διαφορὰν 被吸引到关系从句 Ἣν... λέγουσι 之中,但在语法上它同时作为主句动词 λέγουσιν 的直接宾语。
  5. p.131τοὺς δὲ πόδας γλαφυρωτέρους — 宾格名词短语 τοὺς... πόδας 与比较级形容词 γλαφυρωτέρους 应被理解为承接自前句中省略的表示占有的动词(ἔχουσι),作为其宾语与宾语补足语;或者将其看作表示限定的关系宾格。

引用这一段

亚里士多德, 动物志 §4.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:4.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。