Humanitext Reader

亚里士多德 · 动物志 §4.10

各种动物的睡眠觉醒与梦境现象

第 66 段,共 189 段 · 希腊语

内容简介

通过静止状态等观察证据,阐述了陆生、卵生、水生动物及昆虫的睡眠与觉醒现象,并探讨了人类与其他动物做梦的情况及其在年龄和个体上的例外。

§4.10Περὶ δὲ ὕπνου καὶ ἐγρηγόρσεως τῶν ζῴων, ὅτι μὲν ὅσα πεζὰ καὶ ἔναιμα πάντα καθεύδει καὶ ἐγρήγορεν, φανερὸν ποιοῦσι κατὰ τὴν αἴσθησιν.
关于动物的睡眠与觉醒,凡是陆生且有血的动物都睡眠和觉醒,这一点根据感官是显而易见的。
Πάντα γὰρ ὅσα ἔχει βλεφαρίδας, μύοντα ποιεῖται τὸν ὕπνον.
因为凡是有眼睑的动物,都是闭着眼睛睡眠的。
Ἔτι δ’ ἐνυπνιάζειν φαίνονται οὐ μόνον ἄνθρωποι, ἀλλὰ καὶ ἵπποι καὶ κύνες καὶ βόες, ἔτι δὲ πρόβατα καὶ αἶγες καὶ πᾶν τὸ τῶν ζῳοτόκων καὶ τετραπόδων γένος· δηλοῦσι δ’ οἱ κύνες τῷ ὑλαγμῷ.
而且,不仅是人类,马、狗、牛,以及绵羊、山羊,和所有的胎生四足类动物,显然都做梦;狗通过吠叫证明了这一点。
Περὶ δὲ τῶν ᾠοτοκούντων τοῦτο μὲν ἄδηλον, ὅτι δὲ καθεύδουσι, φανερόν.
至于卵生动物,虽然这点并不明显,但它们睡眠则是显而易见的。
Ὁμοίως δὲ καὶ τὰ ἔνυδρα, οἷον οἵ τε ἰχθύες καὶ τὰ μαλάκια καὶ τὰ μαλακόστρακα κάραβοί τε καὶ τὰ τοιαῦτα.
同样地,水生动物如鱼类、软体动物、软甲动物、龙虾以及此类动物也是如此。
Βραχύυπνα μὲν οὖν ἐστὶ ταῦτα πάντα, φαίνεται δὲ καθεύδοντα.
这些动物虽然睡眠时间都很短,但明显在睡觉。
Σημεῖον δὲ κατὰ μὲν τὰ ὄμματα οὐκ ἔστι λαβεῖν (οὐδὲν γὰρ ἔχει βλέφαρα αὐτῶν), ἀλλὰ ταῖς ἀτρεμίαις.
我们无法从眼睛中找到迹象(因为它们都没有眼睑),但可以从它们的静止不动中看出来。
Ἁλίσκονται γὰρ οἱ ἰχθύες, εἰ μὴ διὰ τοὺς φθεῖρας καὶ τοὺς καλουμένους ψύλλους, κἂν ὥστε τῇ χειρὶ λαμβάνειν ῥᾳδίως· νῦν δ’, ἂν χρονίζωσιν, οὗτοι τῆς νυκτὸς κατεσθίουσι προσπίπτοντες, πολλοὶ τὸ πλῆθος ὄντες.
因为鱼类,若非因为寄生虱和所谓的跳蚤,甚至可以很容易地用手抓住;而现在,如果它们停留很久,这些虫子就会在夜间袭来并蚕食它们,它们的数量极多。
Γίνονται δ’ ἐν τῷ βυθῷ τῆς θαλάττης, καὶ τοσοῦτοι τὸ πλῆθος ὥστε καὶ τὸ δέλεαρ, ὅ τι ἂν ἰχθύος ᾖ, ἐὰν χρονίσῃ ἐπὶ τῆς γῆς, κατεσθίουσιν· καὶ ἀνέλκουσι πολλάκις οἱ ἁλιεῖς περὶ τὸ δέλεαρ ὥσπερ σφαῖραν συνεχομένων αὐτῶν.
它们产生于海底,数量如此之多,以至于任何鱼饵,如果在海底停留过久,它们就会将其蚕食殆尽;渔师们经常会拉起鱼饵,周围聚满了这些虫子,就像一团球一样。
Ἀλλ’ ἐκ τῶν τοιῶνδε μᾶλλον ἔστι τεκμήρασθαι ὅτι καθεύδουσιν· πολλάκις γὰρ ἔστιν ἐπιπεσόντα τοῖς ἰχθύσι λαθεῖν οὕτως ὥστε καὶ τῇ χειρὶ λαβεῖν ἢ πατάξαντα λαθεῖν· ὑπὸ δὲ τὸν καιρὸν τοῦτον ἠρεμοῦσι σφόδρα, καὶ κινοῦσιν οὐθὲν πλὴν ἠρέμα τὸ οὐραῖον.
但从以下情况更能推测出它们在睡眠:因为人们经常可以出其不意地接近鱼类而不被发现,从而用手抓住它们,或击中它们而不被察觉;在此时,它们非常安静,除了轻轻摆动尾巴外,什么都不动。
Δῆλον δὲ γίνεται ὅτι καθεύδει καὶ ταῖς φοραῖς, ἄν τι κινηθῇ ἡσυχαζόντων· φέρεται γὰρ ὥσ περ ἐξ ὕπνου ὄντα.
而且从它们在静止时若有什么东西动弹一下它们的移动方式中,也能明显看出它们在睡觉;因为它们的移动就好像刚从睡梦中惊醒一样。
Ἔτι δ’ ἐν ταῖς πυρίαις ἁλίσκονται διὰ τὸ καθεύδειν.
此外,在火光捕鱼中,它们也是因为在睡觉而被捕获。
Πολλάκις δὲ καὶ οἱ θυννοσκόποι περιβάλλονται καθεύδοντας· δῆλον δ’ ἐκ τοῦ ἡσυχάζοντας καὶ τὰ λευκὰ ὑποφαίνοντας ἁλίσκεσθαι.
经常,瞭望金枪鱼的人也会把正在睡觉的金枪鱼包围起来;这从它们在安静不动、露出白色腹部时被捕获中显而易见。
Καθεύδουσι δὲ τῆς νυκτὸς μᾶλλον ἢ τῆς ἡμέρας οὕτως ὥστε βαλλόντων μὴ κινεῖσθαι.
它们夜间睡眠比白天更甚,以至于人们投击它们时它们也不动弹。
Τὰ δὲ πλεῖστα καθεύδουσι τῆς γῆς ἢ τῆς ἄμμου ἢ λίθου τινὸς ἐχόμενοι ἐν τῷ βυθῷ, ἢ ἀποκρύψαντες ὑπὸ πέτραν ἢ θῖνα ἑαυτούς, οἱ δὲ πλατεῖς ἐν τῇ ἄμμῳ· γινώσκονται δὲ τῇ σχηματίσει τῆς ἄμμου, καὶ λαμβάνονται τυπτόμενοι τοῖς τριώδουσιν.
大多数鱼在海底紧贴着地面、沙子或某块石头睡觉,或者隐藏在岩石或沙丘之下,而扁平的鱼则在沙子里睡觉;人们通过沙子的形状认出它们,并用三叉戟刺中它们来捕获。
Λαμβάνονται δὲ καὶ λάβραξ καὶ χρύσοφρυς καὶ κεστρεὺς καὶ ὅσοι τοιοῦτοι τριώδοντι ἡμέρας πολλάκις διὰ τὸ καθεύδειν· εἰ δὲ μή, οὐθὲν δοκεῖ τῶν τοιούτων ληφθῆναι ἂν τριώδοντι.
鲈鱼、金头鲷、鲻鱼以及所有此类鱼,也经常因为在睡觉而在白天被三叉戟捕获;否则,此类鱼似乎绝不可能被三叉戟捕获。
Τὰ δὲ σελάχη οὕτω καθεύδει ἐνίοτε ὥστε καὶ λαμβάνεσθαι τῇ χειρί.
软骨鱼类有时睡得如此之沉,以至于甚至可以用手抓住。
Δελφὶς δὲ καὶ φάλαινα, καὶ ὅσα αὐλὸν ἔχει, ὑπερέχοντα τὸν αὐλὸν καθεύδει τῆς θαλάττης, δι’ οὗ καὶ ἀναπνέουσιν ἠρέμα κινοῦντες τὰς πτέρυγας· καὶ δελφῖνός γε καὶ ῥέγχοντος ἤδη ἠκρόανταί τινες.
海豚、鲸鱼以及所有具有喷气孔的动物,在睡觉时将喷气孔露出海面,它们通过该孔呼吸,同时轻轻摆动鳍;而且确实已经有人听到过海豚打鼾。
Καθεύδει δὲ καὶ τὰ μαλάκια τὸν αὐτὸν τρόπον ὅνπερ οἱ ἰχθύες· ὁμοίως δὲ καὶ τὰ μαλακόστρακα τούτοις.
软体动物也以与鱼类相同的方式睡眠;软甲动物也和它们一样。
Καὶ τὰ ἔντομα δὲ τῶν ζῴων ὅτι τυγχάνει ὕπνου, διὰ τοιούτων σημείων ἐστὶ φανερόν· ἡσυχάζουσί τε γὰρ καὶ ἀκινητίζουσιν ἐπιδήλως.
而且昆虫类动物也享有睡眠,这通过此类迹象是显而易见的:因为它们显然会安静下来并且不动。
Μάλιστα δ’ ἐπὶ τῶν μελιττῶν τοῦτο δῆλον· ἠρεμοῦσί τε γὰρ καὶ παύονται βομβοῦσαι τῆς νυκτός.
这在蜜蜂身上尤为明显:因为它们在夜间会安静下来并停止嗡嗡作响。
Δῆλον δὲ καὶ ἐπὶ τῶν ἐν ποσὶ μάλιστα τῶν τοιούτων· οὐ γὰρ μόνον διὰ τὸ μὴ ὀξὺ βλέπειν ἡσυχάζουσι τῆς νυκτός (ἅπαντα γὰρ ἀμυδρῶς βλέπουσι τὰ σκληρόφθαλμα), ἀλλὰ καὶ πρὸς τὸ φῶς τὸ τῶν λύχνων ἡσυχάζοντα φαίνονται οὐδὲν ἧττον.
在那些我们身边的这类昆虫身上也极为明显:因为它们在夜间安静下来,不仅是因为视力不敏锐(因为所有硬眼动物都看得模糊),而且即便面对灯火的光亮,它们显然也同样保持安静。
Ἐνυπνιάζει δὲ τῶν ζῴων μάλιστα ἄνθρωπος.
在所有动物中,人类最常做梦。
Καὶ νέοις μὲν οὖσι καὶ παιδίοις ἔτι πάμπαν οὐ γίνεται ἐνύπνιον, ἀλλ’ ἄρχεται τοῖς πλείστοις περὶ τέτταρα ἔτη ἢ πέντε· ἤδη δὲ γεγόνασι καὶ ἄνδρες καὶ γυναῖκες οἳ ὅλως οὐθὲν πώποτε ἐνύπνιον εἶδον.
在极年幼和还是婴儿的时候,完全不会做梦,而是对大多数人来说在四五岁左右才开始;但确实也已经有一些男女,他们一生中从未做过任何梦。
Συνέβη δέ τισι τῶν τοιούτων προϊούσης τῆς ἡλικίας ἰδεῖν ἐνύπνιον, καὶ μετὰ ταῦτα γενέσθαι περὶ τὸ σῶμα μεταβολὴν τοῖς μὲν εἰς θάνατον τοῖς δ’ εἰς ἀρρωστίαν.
对于此类人中的一些人,随着年龄增长,他们偶然做了一个梦,在此之后身体便发生了变化,有的人导致了死亡,有的人则导致了疾病。
Περὶ μὲν οὖν αἰσθήσεως καὶ ὕπνου καὶ ἐγρηγόρσεως τοῦτον ἔχει τὸν τρόπον·
关于感觉、睡眠与觉醒,情况便是如此。

词汇与语法注释

  1. p.128εἰ μὴ διὰ τοὺς φθεῖρας — 表示“若非因为……”这一条件或例外的惯用介词短语。此处提出了一个违背事实的假设条件(“若不是因为寄生虫的干扰,鱼甚至很容易被用手抓住”),并导向带有 κἂν ὥστε... 的结果从句。
  2. p.128συνεχομένων αὐτῶν — 属格独立结构。代词 αὐτῶν(指代寄生虫)作逻辑主语,现在分词被动语态 συνεχομένων(紧密结合、粘在一起)作谓语,副词性地修饰渔夫拉起鱼饵时,这些虫子像球一样聚集在一起的状态。
  3. p.129ἂν — 修饰不定式 ληφθῆναι 的潜在语气助词 ἄν。在隶属于主句动词 δοκεῖ 的不定式从句中,它赋予被动不定式以潜在或可能的意思,表明虚拟的结果:“否则,此类鱼绝不可能(被能够)用三叉戟捕获。”
  4. p.129τῶν ἐν ποσὶ — 介词短语 ἐν ποσὶ(在脚下、在身边)通过冠词 τῶν 名词化的表达。指代那些在我们身边、日常极易观察到的普通昆虫或小动物,与前文特指的蜜蜂相对照。

引用这一段

亚里士多德, 动物志 §4.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:4.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。