§4.1#1## Δ.
Περὶ μὲν οὖν τῶν ἐναίμων ζῴων, ὅσα τε κοινὰ ἔχουσι μέρη καὶ ὅσα ἴδια ἕκαστον γένος, καὶ τῶν ἀνομοιομερῶν καὶ τῶν ὁμοιομερῶν, καὶ ὅσα ἐντὸς καὶ ὅσα ἐκτός, εἴρηται πρότερον·
第4巻さて、有血動物について、それぞれの属が共通して持っている部分と固有に持っている部分、そして異質部分と同質部分、また内側の部分と外側の部分については、すでに前に述べた。
περὶ δὲ τῶν ἀναίμων ζῴων νυνὶ λεκτέον.
これからは無血動物について述べるべきである。
Ἔστι δὲ γένη πλείω, ἓν μὲν τὸ τῶν καλουμένων μαλακίων·
それにはいくつかの属がある。 一つは、いわゆる「軟体類」の属である。
ταῦτα δ’ ἐστὶν ὅσα ἄναιμα ὄντα ἐκτὸς ἔχει τὸ σαρκῶδες, ἐντὸς δ’ εἴ τι ἔχει στερεόν, καθάπερ καὶ τὰ ἔναιμα, οἷον τὸ τῶν σηπιῶν γένος.
これらは無血でありながら、外側に肉質の部分を持ち、内側に固い部分があればそれを(有血動物が持っているように)持っているものであり、例えばコウイカの類がそうである。
Ἒν δὲ τὸ τῶν μαλακοστράκων·
もう一つは「軟甲類」の属である。
ταῦτα δ’ ἐστὶν ὅσων ἐκτὸς τὸ στερεόν, ἐντὸς δὲ τὸ μαλακὸν καὶ σαρκῶδες·
これらは、外側に固い部分を持ち、内側に柔らかい肉質の部分を持っているものである。
τὸ δὲ σκληρὸν αὐτῶν ἐστὶν οὐ θραυστὸν ἀλλὰ θλαστόν, οἷόν ἐστι τό τε τῶν καράβων γένος καὶ τὸ τῶν καρκίνων.
彼らの硬い部分は、砕けやすくはなく、潰れやすいものであり、例えばイセエビの類やカニの類がそうである。
Ἔτι δὲ τὰ ὀστρακόδερμα·
さらに「殻皮類」がある。
τοιαῦτα δ’ ἐστὶν ὧν ἐντὸς μὲν τὸ σαρκῶδές ἐστιν, ἐκτὸς δὲ τὸ στερεόν, θραυστὸν ὂν καὶ κατακτόν, ἀλλ’ οὐ θλαστόν·
これらは内側に肉質の部分があり、外側に固い部分があって、それは砕けやすく割れやすいが、潰れはしないものである。
τοιοῦτον δὲ τὸ τῶν κοχλιῶν γένος καὶ τὸ τῶν ὀστρέων ἐστίν.
例えばカタツムリの類やカキの類がそうである。
Τέταρτον δὲ τὸ τῶν ἐντόμων, ὃ πολλὰ καὶ ἀνόμοια περιείληφε εἴδη ζῴων.
四番目は「昆虫類」の属であり、これは多くの、そして互いに似ていない動物の種を含んでいる。
Ἔστι δ’ ἔντομα ὅσα κατὰ τοὔνομα ἐστὶν ἐντομὰς ἔχοντα ἢ ἐν τοῖς ὑπτίοις ἢ ἐν τοῖς πρανέσιν ἢ ἐν ἀμφοῖν, καὶ οὔτε ὀστῶδες ἔχει ἓν κεχωρισμένον οὔτε σαρκῶδες, ἀλλὰ μέσον ἀμφοῖν·
昆虫類とは、その名の通り、腹側か背側、あるいはその両方に切れ込みを持っているものであり、区別された骨のような部分も、肉質の部分も持たず、両者の中間のものである。
τὸ σῶμα γὰρ ὁμοίως καὶ ἔσω καὶ ἔξω σκληρόν ἐστιν αὐτῶν.
なぜなら、彼らの体は内側も外側も同様に硬いからである。
Ἔστι δ’ ἔντομα καὶ ἄπτερα, οἷον ἴουλος καὶ σκολόπενδρα, καὶ πτερωτά, οἷον μέλιττα καὶ μηλολόνθη καὶ σφήξ·
昆虫類には、ヤスデやムカデのように翅のないものもあれば、ミツバチやコガネムシやスズメバチのように翅のあるものもある。
καὶ ταὐτὸ δὲ γένος ἐστὶ καὶ πτερωτὸν καὶ ἄπτερον, οἷον μύρμηκές εἰσι καὶ πτερωτοὶ καὶ ἄπτεροι, καὶ αἱ καλούμεναι πυγολαμπίδες.
また、同じ属であっても、アリのように翅のあるものとないものの両方が存在するものや、いわゆるホタルのようなものもある。
Τῶν μὲν οὖν μαλακίων καλουμένων τὰ μὲν ἔξω μόρια τάδ’ ἐστίν, ἓν μὲν οἱ ὀνομαζόμενοι πόδες, δεύτερον δὲ τούτων ἐχομένη ἡ κεφαλή, τρίτον δὲ τὸ κύτος, ὃ περιέχει τἀντὸς, καὶ καλοῦσιν αὐτὸ κεφαλήν τινες, οὐκ ὀρθῶς καλοῦντες·
さて、いわゆる軟体類の外側の部分は次の通りである。 第一に、いわゆる足、第二に、これに続く頭、第三に、内臓を包む胴体であり、これを頭と呼ぶ者もいるが、それは正しくない。
ἔτι δὲ πτερύγια κύκλῳ περὶ τὸ κύτος.
さらに、胴体の周囲にある鰭がある。
Συμβαίνει δ’ ἐν πᾶσι τοῖς μαλακίοις μεταξὺ τῶν ποδῶν καὶ τῆς γαστρὸς εἶναι τὴν κεφαλήν.
すべての軟体類において、頭は足と腹の間にある。
Πόδας μὲν οὖν ὀκτὼ πάντ’ ἔχει, καὶ τούτους δικοτύλους πάντα, πλὴν ἑνὸς γένους πολυπόδων.
足はすべてのものが8本持っており、タコの1つの属を除いて、すべてのものがこれらに吸盤を2列持っている。
Ἰδίᾳ δ’ ἔχουσιν αἵ τε σηπίαι καὶ αἱ τευθίδες καὶ οἱ τεῦθοι δύο προβοσκίδας μακρὰς ἐπ’ ἄκρων, τραχύτητα ἐχούσας δικότυλον, αἷς προσάγονταί τε καὶ λαμβάνουσιν εἰς τὸ στόμα τὴν τροφήν, καὶ ὅταν χειμὼν ᾖ, βαλλόμεναι πρός τινα πέτραν ὥσπερ ἀγκύρας ἀποσαλεύουσιν.
コウイカ、ヤリイカ、大ヤリイカは固有の性質として、先端に2列の吸盤のついたざらざらした部分を持つ、長い2本の触腕を持っており、これらによって獲物を引き寄せて口へと取り込み、また嵐のときには、錨のようにそれらを岩に投げつけて固定し、流されないようにする。
Τοῖς δ’ ὥσπερ πτερυγίοις, οἷς ἔχουσι περὶ τὸ κύτος, νέουσιν.
彼らは胴体の周囲にある鰭のようなもので泳ぐ。
Ἐπὶ δὲ τῶν ποδῶν αἱ κοτυληδόνες ἅπασιν εἰσίν.
足にはすべてのものに吸盤がある。
Ὁ μὲν οὖν πολύπους καὶ ὡς ποσὶ καὶ ὡς χερσὶ χρῆται ταῖς πλεκτάναις.
タコは、触手を足としても手としても用いる。
Προσάγεται μὲν οὖν ταῖς δυσὶ ταῖς ὑπὲρ τοῦ στόματος·
口の上にある2本の触手で獲物を引き寄せる。
τῇ δ’ ἐσχάτῃ τῶν πλεκτανῶν, ἥ ἐστιν ὀξυτάτη τε καὶ μόνη παράλευκος αὐτῶν καὶ ἐξ ἄκρου δικρόα (ἔστι δ’ αὕτη ἐπὶ τῇ ῥάχει·
そして触手のうち最後のもの、すなわち最も細く、それらのうちで唯一白っぽく、先端が二股になっているもの(これは背の上にある。
καλεῖται δὲ ῥάχις τὸ λεῖον, οὖ πρόσω αἱ κοτυληδόνες εἰσίν), ταύτῃ δὲ τῇ πλεκτάνῃ χρῆται ἐν ταῖς ὀχείαις.
背とは、前方に吸盤があるのに対して、滑らかな側のことである)を用いて、この触手を交尾の際に使用する。
Πρὸ τοῦ κύτους δ’ ὑπὲρ τῶν πλεκτανῶν ἔχουσι κοῖλον αὐλόν, ᾧ τὴν θάλατταν ἀφιᾶσι δεξάμενοι τῷ κύτει, ὅταν τι τῷ στόματι λαμβάνωσιν.
胴体の前方で、触手の上方に、彼らは中空の管(漏斗)を持っており、胴体に吸い込んだ海水を、口で何かを捕らえるときにここから吐き出す。
Μεταβάλλει δὲ τοῦτον ὁτὲ μὲν εἰς τὰ δεξιὰ ὁτὲ δὲ εἰς τὰ εὐώνυμα·
彼らはこれを右に動かしたり、左に動かしたりする。
ἀφιᾶσι δὲ καὶ τὸν θόλον ταύτῃ.
墨もここから吐き出す。
Νεῖ δὲ πλάγιος, ἐπὶ τὴν καλουμένην κεφαλὴν ἐκτείνων τοὺς πόδας·
泳ぐときは横向きになり、いわゆる頭の方に足を伸ばして泳ぐ。
οὕτω δὲ νέοντι συμβαίνει προορᾶν μὲν εἰς τὸ πρόσθεν (ἐπάνω γάρ εἰσιν οἱ ὀφθαλμοί), τὸ δὲ στόμα ἔχει ὄπισθεν.
このように泳ぐとき、前を見ることになる(目が上にあるからである)が、口は後ろにある。
Τὴν δὲ κεφαλήν, ἕως ἂν ζῇ, σκληρὰν ἔχει καθάπερ ἐμπεφυσημένην.
頭は、生きている限り、まるで膨らませたように硬い。
Ἅπτεται δὲ καὶ κατέχει ταῖς πλεκτάναις ὑπτίαις, καὶ ὁ μεταξὺ τῶν ποδῶν ὑμὴν διατέταται πᾶς·
彼らは触手を裏返してつかみ、保持し、足の間の膜はすべて広げられる。
ἐὰν δ’ εἰς τὴν ἄμμον ἐμπέσῃ, οὐκέτι δύναται κατέχειν.
しかし、砂地に落ちると、もはや保持することができなくなる。
Ἔχουσι δὲ διαφορὰν οἵ τε πολύποδες καὶ τὰ εἰρημένα τῶν μαλακίων·
タコと先に述べた他の軟体類との間には違いがある。
τῶν μὲν γὰρ πολυπόδων τὸ μὲν κύτος μικρόν, οἱ δὲ πόδες μακροί εἰσι, τῶν δὲ τὸ μὲν κύτος μέγα, οἱ δὲ πόδες βραχεῖς, ὥστε μὴ πορεύεσθαι ἐπ’ αὐτοῖς.
すなわち、タコは胴体が小さく足が長いが、他のものは胴体が大きく足が短いため、それらの上で歩くことができない。
Αὐτῶν δὲ πρὸς αὑτά, τὸ μὲν μακρότερόν ἐστιν ἡ τευθίς, ἡ δὲ σηπία πλατύτερον.
それら自身の比較において、ヤリイカはより細長く、コウイカはより平たい。
Τῶν δὲ τευθίδων οἱ τεῦθοι καλούμενοι ἐπὶ πολὺ μείζους· γίγνονται γὰρ καὶ πέντε πήχεων τὸ μέγεθος.
ヤリイカのうち、テウトスと呼ばれるものははるかに大きく、その大きさは5ペキスにも達する。
Γίγνονται δὲ καὶ σηπίαι ἔνιαι διπήχεις, καὶ πολυπόδων πλεκτάναι τηλικαῦται καὶ μείζους ἔτι τὸ μέγεθος.
コウイカでも2ペキスに達するものがあり、タコの触手もそれと同等か、あるいはそれ以上に大きくなる。
Ἔστι δὲ τὸ γένος ὀλίγον τῶν τεύθων.
しかし、テウトスの属は数が少ない。