§4.1#1## Δ.
Περὶ μὲν οὖν τῶν ἐναίμων ζῴων, ὅσα τε κοινὰ ἔχουσι μέρη καὶ ὅσα ἴδια ἕκαστον γένος, καὶ τῶν ἀνομοιομερῶν καὶ τῶν ὁμοιομερῶν, καὶ ὅσα ἐντὸς καὶ ὅσα ἐκτός, εἴρηται πρότερον·
第四卷关于有血动物,无论是它们共有的部位还是每个属特有的部位,无论是异质部分还是同质部分,无论是内部的还是外部的,在此前都已经讨论过了;现在我们必须讨论无血动物。
περὶ δὲ τῶν ἀναίμων ζῴων νυνὶ λεκτέον. Ἔστι δὲ γένη πλείω, ἓν μὲν τὸ τῶν καλουμένων μαλακίων·
无血动物有几个属,其一便是所谓的“软体类”。
ταῦτα δ’ ἐστὶν ὅσα ἄναιμα ὄντα ἐκτὸς ἔχει τὸ σαρκῶδες, ἐντὸς δ’ εἴ τι ἔχει στερεόν, καθάπερ καὶ τὰ ἔναιμα, οἷον τὸ τῶν σηπιῶν γένος.
这些是虽无血但在外侧拥有肉质,而在内侧若有任何坚硬部分,则像有血动物那样拥有的动物,例如乌贼属。
Ἒν δὲ τὸ τῶν μαλακοστράκων· ταῦτα δ’ ἐστὶν ὅσων ἐκτὸς τὸ στερεόν, ἐντὸς δὲ τὸ μαλακὸν καὶ σαρκῶδες·
其二是“软甲类”;这些是在外侧拥有坚硬部分,而在内侧拥有柔软肉质部分的动物。
τὸ δὲ σκληρὸν αὐτῶν ἐστὶν οὐ θραυστὸν ἀλλὰ θλαστόν, οἷόν ἐστι τό τε τῶν καράβων γένος καὶ τὸ τῶν καρκίνων.
它们的硬壳不是易碎的,而是易压碎的,例如龙虾属和螃蟹属。
Ἔτι δὲ τὰ ὀστρακόδερμα· τοιαῦτα δ’ ἐστὶν ὧν ἐντὸς μὲν τὸ σαρκῶδές ἐστιν, ἐκτὸς δὲ τὸ στερεόν, θραυστὸν ὂν καὶ κατακτόν, ἀλλ’ οὐ θλαστόν· τοιοῦτον δὲ τὸ τῶν κοχλιῶν γένος καὶ τὸ τῶν ὀστρέων ἐστίν.
此外还有“壳皮类”;这些是肉质在内,坚硬部分在外,且外壳易碎、易破裂,但不易压碎的动物;例如蜗牛属和牡蛎属。
Τέταρτον δὲ τὸ τῶν ἐντόμων, ὃ πολλὰ καὶ ἀνόμοια περιείληφε εἴδη ζῴων.
第四个属是“昆虫类”,它包含了许多且各不相同的动物物种。
Ἔστι δ’ ἔντομα ὅσα κατὰ τοὔνομα ἐστὶν ἐντομὰς ἔχοντα ἢ ἐν τοῖς ὑπτίοις ἢ ἐν τοῖς πρανέσιν ἢ ἐν ἀμφοῖν, καὶ οὔτε ὀστῶδες ἔχει ἓν κεχωρισμένον οὔτε σαρκῶδες, ἀλλὰ μέσον ἀμφοῖν· τὸ σῶμα γὰρ ὁμοίως καὶ ἔσω καὶ ἔξω σκληρόν ἐστιν αὐτῶν.
所谓昆虫,正如其名,是在腹部、背部或两者皆有切口的动物,它们既没有单独的骨质,也没有单纯的肉质,而是介于两者之间;因为它们的身体在内部和外部都同样坚硬。
Ἔστι δ’ ἔντομα καὶ ἄπτερα, οἷον ἴουλος καὶ σκολόπενδρα, καὶ πτερωτά, οἷον μέλιττα καὶ μηλολόνθη καὶ σφήξ· καὶ ταὐτὸ δὲ γένος ἐστὶ καὶ πτερωτὸν καὶ ἄπτερον, οἷον μύρμηκές εἰσι καὶ πτερωτοὶ καὶ ἄπτεροι, καὶ αἱ καλούμεναι πυγολαμπίδες.
昆虫中也有无翅的,如马陆和蜈蚣,以及有翅的,如蜜蜂、金龟子和胡蜂;在同一个属中也有既有翅又无翅的,例如蚂蚁既有有翅的也有无翅的,还有所谓的萤火虫。
Τῶν μὲν οὖν μαλακίων καλουμένων τὰ μὲν ἔξω μόρια τάδ’ ἐστίν, ἓν μὲν οἱ ὀνομαζόμενοι πόδες, δεύτερον δὲ τούτων ἐχομένη ἡ κεφαλή, τρίτον δὲ τὸ κύτος, ὃ περιέχει τἀντὸς, καὶ καλοῦσιν αὐτὸ κεφαλήν τινες, οὐκ ὀρθῶς καλοῦντες· ἔτι δὲ πτερύγια κύκλῳ περὶ τὸ κύτος.
在所谓的软体类中,其外部部位如下:第一是所谓的足;第二是与这些足相连的头部;第三是包裹着内部器官的躯体(体腔),有人称之为头,但这种称呼是不正确的;此外还有围绕躯体一圈的鳍。
Συμβαίνει δ’ ἐν πᾶσι τοῖς μαλακίοις μεταξὺ τῶν ποδῶν καὶ τῆς γαστρὸς εἶναι τὴν κεφαλήν.
在所有的软体类中,头部都位于足和腹部之间。
Πόδας μὲν οὖν ὀκτὼ πάντ’ ἔχει, καὶ τούτους δικοτύλους πάντα, πλὴν ἑνὸς γένους πολυπόδων.
所有的软体类都拥有八只足,而且除了章鱼中的一个属之外,所有这些足上都排有双排吸盘。
Ἰδίᾳ δ’ ἔχουσιν αἵ τε σηπίαι καὶ αἱ τευθίδες καὶ οἱ τεῦθοι δύο προβοσκίδας μακρὰς ἐπ’ ἄκρων, τραχύτητα ἐχούσας δικότυλον, αἷς προσάγονταί τε καὶ λαμβάνουσιν εἰς τὸ στόμα τὴν τροφήν, καὶ ὅταν χειμὼν ᾖ, βαλλόμεναι πρός τινα πέτραν ὥσπερ ἀγκύρας ἀποσαλεύουσιν.
乌贼、枪乌贼和大枪乌贼独特地拥有两条长触腕,其末端有粗糙的双排吸盘,它们用触腕将食物拉近并送入口中,而在暴风雨时,它们将触腕像锚一样抛向岩石,以防被风浪冲走。
Τοῖς δ’ ὥσπερ πτερυγίοις, οἷς ἔχουσι περὶ τὸ κύτος, νέουσιν.
它们通过躯体周围的鳍状器官进行游泳。
Ἐπὶ δὲ τῶν ποδῶν αἱ κοτυληδόνες ἅπασιν εἰσίν.
所有软体类的足上都有吸盘。
Ὁ μὲν οὖν πολύπους καὶ ὡς ποσὶ καὶ ὡς χερσὶ χρῆται ταῖς πλεκτάναις.
章鱼将它的触手既用作足,也用作手。
Προσάγεται μὲν οὖν ταῖς δυσὶ ταῖς ὑπὲρ τοῦ στόματος· τῇ δ’ ἐσχάτῃ τῶν πλεκτανῶν, ἥ ἐστιν ὀξυτάτη τε καὶ μόνη παράλευκος αὐτῶν καὶ ἐξ ἄκρου δικρόα (ἔστι δ’ αὕτη ἐπὶ τῇ ῥάχει· καλεῖται δὲ ῥάχις τὸ λεῖον, οὖ πρόσω αἱ κοτυληδόνες εἰσίν), ταύτῃ δὲ τῇ πλεκτάνῃ χρῆται ἐν ταῖς ὀχείαις.
它用嘴上方的两条触手将食物拉近;而用最末端的那条触手(它是最尖细的,也是它们中唯一偏白色的,且末端呈分叉状,位于背脊上;所谓的“背脊”是指平滑的一侧,其前方则是吸盘所在的一侧),它在交配时便使用这条触手。
Πρὸ τοῦ κύτους δ’ ὑπὲρ τῶν πλεκτανῶν ἔχουσι κοῖλον αὐλόν, ᾧ τὴν θάλατταν ἀφιᾶσι δεξάμενοι τῷ κύτει, ὅταν τι τῷ στόματι λαμβάνωσιν.
在躯体的前方、触手之上,它们有一个中空的漏斗(管),当它们用嘴捕捉东西时,它们通过这个漏斗将吸入躯体中的海水排出。
Μεταβάλλει δὲ τοῦτον ὁτὲ μὲν εἰς τὰ δεξιὰ ὁτὲ δὲ εἰς τὰ εὐώνυμα· ἀφιᾶσι δὲ καὶ τὸν θόλον ταύτῃ.
它们时而将该漏斗转向右侧,时而转向左侧;它们也通过这里排出墨汁。
Νεῖ δὲ πλάγιος, ἐπὶ τὴν καλουμένην κεφαλὴν ἐκτείνων τοὺς πόδας· οὕτω δὲ νέοντι συμβαίνει προορᾶν μὲν εἰς τὸ πρόσθεν (ἐπάνω γάρ εἰσιν οἱ ὀφθαλμοί), τὸ δὲ στόμα ἔχει ὄπισθεν.
章鱼横向游泳,将足伸向所谓的头部方向;以这种方式游泳时,它碰巧能向前看(因为眼睛在上方),而它的嘴则在后面。
Τὴν δὲ κεφαλήν, ἕως ἂν ζῇ, σκληρὰν ἔχει καθάπερ ἐμπεφυσημένην.
它的头部只要活着就保持坚硬,就像被充气了一样。
Ἅπτεται δὲ καὶ κατέχει ταῖς πλεκτάναις ὑπτίαις, καὶ ὁ μεταξὺ τῶν ποδῶν ὑμὴν διατέταται πᾶς· ἐὰν δ’ εἰς τὴν ἄμμον ἐμπέσῃ, οὐκέτι δύναται κατέχειν.
它用翻转过来的触手吸附并抓紧,足之间的膜全部张开;但如果它落到沙滩上,就无法再抓紧了。
Ἔχουσι δὲ διαφορὰν οἵ τε πολύποδες καὶ τὰ εἰρημένα τῶν μαλακίων· τῶν μὲν γὰρ πολυπόδων τὸ μὲν κύτος μικρόν, οἱ δὲ πόδες μακροί εἰσι, τῶν δὲ τὸ μὲν κύτος μέγα, οἱ δὲ πόδες βραχεῖς, ὥστε μὴ πορεύεσθαι ἐπ’ αὐτοῖς.
章鱼和前述的其他软体类之间存在差异:章鱼的躯体较小而足较长,而其他的软体类躯体较大而足较短,以至于无法用足行走。
Αὐτῶν δὲ πρὸς αὑτά, τὸ μὲν μακρότερόν ἐστιν ἡ τευθίς, ἡ δὲ σηπία πλατύτερον.
在它们自身之间相比,枪乌贼较长,而乌贼较宽。
Τῶν δὲ τευθίδων οἱ τεῦθοι καλούμενοι ἐπὶ πολὺ μείζους· γίγνονται γὰρ καὶ πέντε πήχεων τὸ μέγεθος.
在枪乌贼中,被称为大枪乌贼(teuthos)的体型要大得多,甚至能达到五肘长。
Γίγνονται δὲ καὶ σηπίαι ἔνιαι διπήχεις, καὶ πολυπόδων πλεκτάναι τηλικαῦται καὶ μείζους ἔτι τὸ μέγεθος.
有的乌贼也能达到二肘长,章鱼触手的大小也有这么大,甚至更大。
Ἔστι δὲ τὸ γένος ὀλίγον τῶν τεύθων.
不过大枪乌贼这一属数量较少。