§3.4#1Τὸν δ’ αὐτὸν τρόπον καὶ τὰ τῆς ἐλάττονος φλεβός, καλουμένης δ’ ἀορτῆς, ἔσχισται μέρη, συμπαρακολουθοῦντα τοῖς τῆς μεγάλης·
同じように、大動脈と呼ばれるより小さな血管の諸部分も、大血管の諸部分に並走しながら分岐している。
πλὴν ἐλάττους οἱ πόροι καὶ τὰ φλέβια πολλῷ ἐλάττω ταῦτ’ ἐστὶ τῶν τῆς μεγάλης φλεβός.
ただし、これらの通路はより狭く、小血管は大血管のそれらよりもはるかに小さい。
Τὰ μὲν οὖν ἄνωθεν τῆς καρδίας τοῦτον ἔχουσι τὸν τρόπον αἱ φλέβες·
さて、心臓より上方の血管はこのような状態になっている。
τὸ δ’ ὑποκάτω τῆς καρδίας μέρος τῆς μεγάλης φλεβὸς τείνει μετέωρον διὰ τοῦ ὑποζώματος, συνέχεται δὲ καὶ πρὸς τὴν ἀορτὴν καὶ πρὸς τὴν ῥάχιν πόροις ὑμενώδεσι καὶ χαλαροῖς.
心臓の下方の、大血管の部分は、横隔膜を貫いて宙に浮いた状態で延びており、膜状の緩い通路によって大動脈および背骨の両方に連結している。
Τείνει δ’ ἀπ’ αὐτῆς μία μὲν διὰ τοῦ ἥπατος φλέψ, βραχεῖα μὲν πλατεῖα δέ, ἀφ’ ἧς πολλαὶ καὶ λεπταὶ εἰς τὸ ἧπαρ ἀποτείνουσαι ἀφανίζονται.
そこから、肝臓を貫いて一本の血管が延びており、それは短く平たいが、そこから多くの細い小血管が肝臓へと延びて、その中に消えている。
Δύο δ’ ἀπὸ τῆς διὰ τοῦ ἥπατος φλεβὸς ἀποσχίσεις εἰσίν, ὧν ἡ μὲν εἰς τὸ ὑπόζωμα τελευτᾷ καὶ τὰς καλουμένας φρένας, ἡ δὲ πάλιν ἐπανελθοῦσα διὰ τῆς μασχάλης εἰς τὸν βραχίονα τὸν δεξιὸν συμβάλλει ταῖς ἑτέραις φλεψὶ κατὰ τὴν ἐντὸς καμπήν·
肝臓を貫くこの血管からは二つの分岐があり、その一方は横隔膜といわゆる「横隔膜(隔膜)」に終わり、他方は再び上って腋窩を通り、右腕へと向かって、内側の関節のところで他の血管と合流する。
διὸ ἀποσχαζόντων τῶν ἰατρῶν ταύτην ἀπολύονται τινῶν πόνων περὶ τὸ ἧπαρ.
そのため、医師たちがこの血管を切開すると、肝臓周辺の特定の痛みが和らぐ。
Ἐκ δὲ τῶν ἀριστερῶν αὐτῆς μικρὰ μὲν παχεῖα δὲ φλὲψ τείνει εἰς τὸν σπλῆνα, καὶ ἀφανίζεται τὰ ἀπ’ αὐτῆς φλέβια εἰς τοῦτον.
また、その左側からは、小さく太い血管が脾臓へと延びており、そこから分岐する小血管は脾臓の中で消えている。
Ἕτερον δὲ μέρος ἀπὸ τῶν ἀριστερῶν τῆς μεγάλης φλεβὸς ἀποσχισθὲν τὸν αὐτὸν τρόπον ἀναβαίνει εἰς τὸν ἀριστερὸν βραχίονα·
大血管の左側から分岐したもう一つの部分は、同じようにして左腕へと上る。
πλὴν ἐκείνη μὲν ἡ διὰ τοῦ ἥπατός ἐστιν, αὕτη δ’ ἑτέρα τῆς εἰς τὸν σπλῆνα τείνουσης.
ただし、あちらは肝臓を貫く血管から出たものであるが、こちらは脾臓へと延びる血管から分かれた別の血管である。
Ἔτι δ’ ἄλλαι ἀπὸ τῆς μεγάλης φλεβὸς ἀποσχίζονται, ἡ μὲν ἐπὶ τὸ ἐπίπλοον, ἡ δ’ ἐπὶ τὸ καλούμενον πάγκρεας.
さらに、大血管から他の血管が分岐しており、一方は大網へ、他はいわゆる膵臓へと向かう。
Ἀπὸ δὲ ταύτης πολλαὶ φλέβες διὰ τοῦ μεσεντερίου τείνουσιν.
そして、これらから、多くの血管が腸間膜を通って延びている。
Πᾶσαι δ’ αὗται εἰς μίαν φλέβα τελευτῶσι μεγάλην, παρὰ πᾶν τὸ ἔντερον καὶ τὴν κοιλίαν μέχρι τοῦ στομάχου τεταμένην.
これらはすべて一本の大きな血管に終わっており、それは腸全体と胃に沿って食道にまで延びている。
Καὶ περὶ ταῦτα τὰ μόρια πολλαὶ ἀπ’ αὐτῶν σχίζονται φλέβες.
そして、これらの部位の周りで、それらから多くの血管が分岐している。
Μέχρι μὲν οὖν τῶν νεφρῶν μία οὖσα ἑκατέρα τείνει, καὶ ἡ ἀορτὴ καὶ ἡ μεγάλη φλέψ·
さて、腎臓にいたるまでは、大動脈と大血管の双方が、それぞれ一本のままで延びている。
ἐνταῦθα δὲ πρός τε τὴν ῥάχιν μᾶλλον προσπεφύκασι, καὶ σχίζονται εἰς δύο ὡσπερεὶ λάβδα ἑκάτερα, καὶ γίνεται εἰς τοὔπισθεν μᾶλλον ἡ μεγάλη φλὲψ τῆς ἀορτῆς.
しかし、そこでは背骨により密着するようになり、それぞれがまるでラムダの文字(Λ)のように二つに分岐し、大血管は大動脈よりも背側に位置するようになる。
Προσπέφυκε δ’ ἡ ἀορτὴ μάλιστα τῇ ῥάχει περὶ τὴν καρδίαν·
大動脈は、心臓のあたりで背骨に最も強く密着している。
ἡ δὲ πρόσφυσίς ἐστι φλεβίοις νευρώδεσι καὶ μικροῖς.
その付着は、腱のようで小さな小血管によるものである。
Ἔστι δ’ ἡ ἀορτὴ ἀπὸ μὲν τῆς καρδίας ἀγομένη εὖ μάλα κοίλη, προϊοῦσα δ’ ἐπιστενωτέρα καὶ νευρωδεστέρα.
大動脈は、心臓から出たところでは極めて空洞に富んでいるが、進むにつれてより狭く、より腱のようになる。
Τείνουσι δὲ καὶ ἀπὸ τῆς ἀορτῆς εἰς τὸ μεσεντέριον φλέβες ὥσπερ αἱ ἀπὸ τῆς μεγάλης φλεβός, πλὴν πολλῷ λειπόμεναι τῷ μεγέθει·
また、大血管からのものと同様に、大動脈からも腸間膜へと血管が延びているが、大きさにおいてはるかに劣っている。