Humanitext Reader

アリストテレス · 動物誌 §3.3#2

大血管と大動脈の構造と頭部への分岐

37 / 189 箇所 · ギリシア語

要旨

心臓の各空洞から出発する大血管(大静脈)と大動脈の構造を解説し、それらが肺や脊椎、全身の器官(四肢・翼・鰭)や頭部、脳膜へと分岐していく詳細な走行を説明する。また、首で頸静脈が圧迫されると失神することや、脳自体には血管が進入しないことを指摘する。

§3.3#2Συντέτρηνται μέντοι πᾶσαι αὗται πρὸς τὸν πλεύμονα, ἀλλ’ ἄδηλοι διὰ σμικρότητα τῶν πόρων πλὴν μιᾶς.
しかしながら、これら[心臓の空洞]はすべて肺へと通じているが、管の細さのために、ただ一つを除いては明らかではない。
Ἡ μὲν οὖν μεγάλη φλὲψ ἐκ τῆς μεγίστης ἤρτηται κοίλιας τῆς ἄνω καὶ ἐν τοῖς δεζιοῖς, εἶτα διὰ τοῦ κοίλου τοῦ μέσου τείνεται πάλιν φλέψ, ὡς οὔσης τῆς κοιλίας μορίου τῆς φλεβὸς ἐν ᾧ λιμνάζει τὸ αἷμα.
さて、大血管は、上方の、右側にある最大の空洞に繋がっており、それから、中間の空洞を通って再び血管が延びている。 それは、その空洞が、血液が溜まる血管の一部であるかのようである。
Ἡ δὲ ἀορτὴ ἀπὸ τῆς μέσης·
大動脈は中間の空洞から出ている。
πλὴν οὐχ οὕτως ἀλλὰ κατὰ στενωτέραν σύριγγα πολλῷ κοινωνεῖ.
ただし、そのよう[大血管のよう]ではなく、はるかに狭い管によって通じている。
Καὶ ἡ μὲν φλὲψ διὰ τῆς καρδίας, εἰς δὲ τὴν ἀορτὴν ἀπὸ τῆς καρδίας τείνει.
そして、一方の血管(大血管)は心臓を貫いて延び、大動脈は心臓から延びている。
Καὶ ἔστιν ἡ μὲν μεγάλη, φλὲψ ὑμενώδης καὶ δερματώδης, ἡ δ’ ἀορτὴ στενωτέρα μὲν ταύτης, σφόδρα δὲ νευρώδης·
また、大血管は膜のようで皮膚のようであり、大動脈はこれよりも狭いが、非常に腱のようである。
καὶ ἀποτεινομένη πόρρω πρός τε τὴν κεφαλὴν καὶ πρὸς τὰ κάτω μόρια στενή τε γίνεται καὶ νευρώδης πάμπαν.
そして、頭部や下方の部位へと遠くへ延びるにつれて、狭くなり、完全に腱のようになる。
Τείνει δὲ πρῶτον μὲν ἄνω ἀπὸ τῆς καρδίας τῆς μεγάλης φλεβὸς μόριον πρὸς τὸν πλεύμονα καὶ τὴν σύναψιν τῆς ἀορτῆς, ἄσχιστος καὶ μεγάλη οὖσα φλέψ.
まず最初に、大血管の一部が心臓から上へと、肺および大動脈との結合部に向かって延びており、分岐せず大きな血管となっている。
Σχίζεται δ’ ἀπ’ αὐτῆς μόρια δύο, τὸ μὲν ἐπὶ τὸν πλεύμονα, τὸ δ’ ἐπὶ τὴν ῥάχιν καὶ τὸν ὕστατον τοῦ τραχήλου σφόνδυλον.
そこから二つの部分が分岐し、一方は肺へ、他方は背骨と首の最後の椎骨へと向かう。
Ἡ μὲν οὖν ἐπὶ τὸν πλεύμονα τείνουσα φλὲψ εἰς διμερῆ ὄντ’ αὐτὸν διχῇ σχίζεται πρῶτον, εἶτα παρ’ ἑκάστην σύριγγα καὶ ἕκαστον τρῆμα τείνει, μείζων μὲν παρὰ τὰ μείζω, ἐλάττων δὲ παρὰ τὰ ἐλάττω, οὕτως ὥστε μηδὲν εἶναι μόριον λαβεῖν ἐν ᾧ οὐ τρῆμά τ’ ἔνεστι καὶ φλέβιον·
さて、肺へと延びる血管は、二つの部分からなる肺に対して、まず二つに分岐し、それから、個々の管や個々の穴に沿って延び、大きなものに沿ってはより大きく、小さなものに沿ってはより小さく延びる。 その結果、穴と小血管が存在しないような部位を取り出すことはできないほどである。
τὰ γὰρ τελευταῖα τῷ μεγέθει ἄδηλα διὰ τὴν μικρότητά ἐστιν, ἀλλὰ πᾶς ὁ πλεύμων φαίνεται μεστὸς ὢν αἵματος.
なぜなら、大きさにおいて末端のものは、その小ささのために見えないが、肺全体が血液に満ちているように見えるからである。
Ἐπάνω δ’ οἱ ἀπὸ τῆς φλεβός εἰσι πόροι τῶν ἀπὸ τῆς ἀρτηρίας συρίγγων τεινουσῶν.
また、血管(静脈)からの管は、気管から延びる管の上方に位置している。
Ἡ δ’ ἐπὶ τὸν σφόνδυλον τοῦ τραχήλου τείνουσα φλὲψ καὶ τὴν ῥάχιν πάλιν παρὰ τὴν ῥάχιν τείνει·
首の椎骨と背骨へと延びる血管は、再び背骨に沿って延びる。
ἣν καὶ Ὅμηρος ἐν τοῖς ἔπεσιν εἴρηκε ποιήσας ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν, ἥ τ’ ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχέν’ ἱκάνει.
これをホメロスも詩の中で次のように詠んでいる。 「彼は血管をすっかり断ち切った。 それは背を上って首までずっと通っているものだ。
Ἀπὸ δὲ ταύτης τείνουσι παρά τε τὴν πλευρὰν ἑκάστην φλέβια καὶ πρὸς ἕκαστον τὸν σφόνδυλον, κατὰ δὲ τὸν ὑπὲρ τῶν νεφρῶν σφόνδυλον σχίζεται διχῇ.
」この血管から、個々の肋骨に沿って、また個々の椎骨に向かって、小血管が延びており、腎臓の上の椎骨のあたりで、二つに分岐する。
Ταῦτα μὲν οὖν τὰ μόρια ἀπὸ τῆς μεγάλης φλεβὸς τοῦτον ἔσχισται τὸν τρόπον·
さて、大血管からのこれらの部分は、このように分岐している。
ὑπεράνω δὲ τούτων ἀπὸ τῆς ἐκ τῆς καρδίας τεταμένης πάλιν ἡ ὅλη σχίζεται εἰς δύο τόπους.
しかし、これら(の分岐点)よりも上方で、心臓から延びる血管から、再び全体が二つの場所に分岐する。
Αἱ μὲν γὰρ φέρουσιν εἰς τὰ πλάγια καὶ τὰς κλεῖδας, κἄπειτα διὰ τῶν μασχαλῶν τοῖς μὲν ἀνθρώποις εἰς τοὺς βραχίονας, τοῖς δὲ τετράποσιν εἰς τὰ πρόσθια σκέλη τείνουσι, τοῖς δὲ ὄρνισιν εἰς τὰς πτέρυγας, τοῖς δ’ ἰχθύσιν εἰς τὰ πτερύγια τὰ πρανῆ.
というのも、あるものは側面や鎖骨へと向かい、それから、人間においては腋窩を通って腕へ、四足獣においては前脚へ、鳥においては翼へ、魚においては胸鰭へと延びるからである。
Αἱ δ’ ἀρχαὶ τούτων τῶν φλεβῶν, ᾗ σχίζονται τὸ πρῶτον, καλοῦνται σφαγίτιδες·
これらの血管の起始、すなわち最初に分岐する部分は、頸静脈と呼ばれる。
ᾗ δὲ σχίζονται εἰς τὸν αὐχένα ἀπὸ τῆς μεγάλης φλεβός, παρὰ τὴν ἀρτηρίαν τείνουσι τὴν τοῦ πλεύμονος·
大血管から首へと分岐する箇所において、これらは肺の気管に沿って延びている。
ὧν ἐπιλαμβανομένων ἐνίοτε ἔξωθεν ἄνευ πνιγμοῦ καταπίπτουσιν οἱ ἄνθρωποι μετ’ ἀναισθησίας, τὰ βλέφαρα συμβεβληκότες.
これらが外側から圧迫されると、人間は時に、窒息することなしに、意識を失って、まぶたを閉じたまま倒れる。
Οὕτω δὲ τείνουσαι, καὶ μεταξὺ λαμβάνουσαι τὴν ἀρτηρίαν, φέρουσι μέχρι τῶν ὤτων, ᾗ συμβάλλουσιν αἱ γένυες τῆς κεφαλῆς.
このように延び、気管を挟み込みながら、顎が頭部と結合する耳のところまで走る。
Πάλιν δ’ ἐντεῦθεν εἰς τέτταρας σχίζονται φλέβας, ὧν μία μὲν ἐπανακάμψασα καταβαίνει διὰ τοῦ τραχήλου καὶ τοῦ ὤμου, καὶ συμβάλλει τῇ πρότερον ἀποσχίσει τῆς φλεβὸς κατὰ τὴν τοῦ βραχίονος καμπήν, τὸ δ’ ἕτερον μόριον εἰς τὴν χεῖρα τελευτᾷ καὶ τοὺς δακτύλους·
そこから再び四つの血管に分岐する。 そのうち一つは、折り返して首と肩を通って下り、上腕の関節のところで、以前に分岐した血管の枝と合流し、そのもう一方の部分は手と指に終わる。
μία δ’ ἑτέρα ἀφ’ ἑκατέρου τοῦ τόπου τοῦ περὶ τὰ ὦτα ἐπὶ τὸν ἐγκέφαλον τείνει, καὶ σχίζεται εἰς πολλὰ καὶ λεπτὰ φλέβια εἰς τὴν καλουμένην μήνιγγα τὴν περὶ τὸν ἐγκέφαλον.
耳の周りのそれぞれの場所から、もう一つの血管が脳へと延び、脳を包むいわゆる「膜(髄膜)」において、多くの細い小血管へと分岐する。
Αὐτὸς δ’ ὁ ἐγκέφαλος ἄναιμος πάντων ἐστί, καὶ οὔτε μικρὸν οὔτε μέγα φλέβιον τελευτᾷ εἰς αὐτόν.
脳自体はあらゆる(器官)の中で最も血がないものであり、いかなる小さな血管も大きな血管も脳自体の中には終わっていない。
Τῶν δὲ λοιπῶν τῶν ἀπὸ τῆς φλεβὸς ταύτης σχισθεισῶν φλεβῶν αἱ μὲν τὴν κεφαλὴν κύκλῳ περιλαμβάνουσιν, αἱ δ’ εἰς τὰ αἰσθητήρια ἀποτελευτῶσι καὶ τοὺς ὀδόντας λεπτοῖς πάμπαν φλεβίοις.
この血管から分岐した残りの血管のうち、あるものは頭を環状に取り囲み、他は、極めて細い小血管となって、感覚器官や歯に終わる。

語釈・文法注

  1. §3.3#2ὡς οὔσης τῆς κοιλίας μορίου τῆς φλεβὸς — ὡς と現在分詞 οὔσης による属格独立格。ここでは客観的な事実というよりも、観察者からの主観的な見なしや比喩的理由(「その空洞がまるで血管の一部であるかのように」)を表すために用いられている。
  2. ¦p.69¦ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν — ホメロス『イリアス』第13巻546行の引用。韻文における複合動詞の分離(tmesis)であり、前置詞 ἀπό と動詞 ἔκερσεν(κείρω のアオリスト)が離れて置かれ、複合動詞 ἀποκείρω(切り離す、断ち切る)の意味をなしている。
  3. ¦p.70¦ὧν ἐπιλαμβανομένων — 関係代名詞 ὧν(先行詞は σφαγίτιδες「頸静脈」)を論理的主語とする属格独立格。現在受動(または中動)分詞 ἐπιλαμβανομένων を伴い、条件または時を表す(「これらが外側から圧迫されると/される時」)。
  4. ¦p.70¦αὐτὸς δ’ ὁ ἐγκέφαλος ἄναιμος πάντων ἐστί — 形容詞 ἄναιμος(血のない)は、比較・最上級的な絶対的否定の意味合いを含んでおり、これに属格の複数代名詞 πάντων(すべてのもの)が部分属格(「すべての[器官]の中で最も血がない」)として係っている。

この箇所を引用する

アリストテレス, 動物誌 §3.3#2. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:3.3%232

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。